Humanitext Reader

ストラボン · 地理誌 §13.1.8-13.1.12

トロアス周辺の変遷とアイセポス川沿いの諸都市

407 / 577 箇所 · ギリシア語

要旨

アビュドスやテベなどトロイア周辺地域の歴史的変遷と、地理記述におけるアイオリスとトロイアの統合の妥当性を説明する。続いて、アイセポス川周辺のゼレイア、アドラステイア、プリアポスなどの都市の地理と起源、およびプリアポス神の崇拝について述べる。

§13.1.8τότε μὲν οὖν τοιαῦτα ὑπῆρχεν, ὕστερον δὲ ἠκολούθησαν μεταβολαὶ παντοῖαι.
当時はそのようであったが、のちに様々な変遷が起こった。
τὰ μὲν γὰρ περὶ Κύζικον Φρύγες ἐπῴκησαν ἕως Πρακτίου, τὰ δὲ περὶ Ἄβυδον Θρᾷκες·
すなわち、クジコス周辺にはフリュギア人がプラクティオスに至るまで移住し、アビュドス周辺にはトラキア人が移住した。
ἔτι δὲ πρότερον τούτων ἀμφοῖν Βέβρυκες καὶ Δρύοπες· τὰ δʼ ἑξῆς Τρῆρες, καὶ οὗτοι Θρᾷκες·
さらにこれら両者の前には、ベブリュケス人とドリュオペス人が、それに続く地域には、これらもトラキア人であるトレレス人が(移住した)。
τὸ δὲ Θήβης πεδίον Λυδοί, οἱ τότε Μῄονες, καὶ Μυσῶν οἱ περιγενόμενοι τῶν ὑπὸ Τηλέφῳ πρότερον καὶ Τεύθραντι.
テベの平野には、当時はマイオネス人と呼ばれたリュディア人と、かつてテレポスやテウトラスの支配下にあったミシュア人の生き残りたちが(移住した)。
οὕτω δὴ τοῦ ποιητοῦ τὴν Αἰολίδα καὶ τὴν Τροίαν εἰς ἓν συντιθέντος, καὶ τῶν Αἰολέων τὴν ἀπὸ τοῦ Ἕρμου πᾶσαν μέχρι τῆς κατὰ Κύζικον παραλίας κατασχόντων καὶ πόλεις κτισάντων, οὐδʼ ἂν ἡμεῖς ἀτόπως περιοδεύσαιμεν, εἰς ταὐτὸ συντιθέντες τήν τε Αἰολίδα νῦν ἰδίως λεγομένην τὴν ἀπὸ τοῦ Ἕρμου μέχρι Λεκτοῦ καὶ τὴν ἐφεξῆς μέχρι τοῦ Αἰσήπου.
このように詩人がアイオリスとトロイアを一つにまとめ、またアイオリス人がヘルモス川からクジコス周辺の沿岸部全体を占有して都市を建設したのであるから、われわれも、現在特にアイオリスと呼ばれているヘルモス川からレクトンに至る地域と、それに続いてアイセポス川に至る地域とを同じものにまとめたとしても、不当に地理的記述を行うことにはならないだろう。
ἐν γὰρ τοῖς καθʼ ἕκαστα διακρινοῦμεν πάλιν, παρατιθέντες ἅμα τοῖς νῦν οὖσι τὰ ὑπὸ τοῦ ποιητοῦ καὶ τῶν ἄλλων λεγόμενα.
なぜなら、個別的な記述において、詩人や他の人々が語ることを現在の状況と対比させながら、再び区別していくからである。
§13.1.9ἔστιν οὖν μετὰ τὴν τῶν Κυζικηνῶν πόλιν καὶ τὸν Αἴσηπον ἀρχὴ τῆς Τρῳάδος καθʼ Ὅμηρον.
したがって、クジコス人の都市とアイセポス川の次が、ホメロスに従えばトロイア領の始まりである。
λέγει δʼ ἐκεῖνος μὲν οὕτω περὶ αὐτῆς " οἳ δὲ Ζέλειαν ἔναιον ὑπαὶ πόδα νείατον Ἴδης ἀφνειοί, πίνοντες ὕδωρ μέλαν Αἰσήποιο, Τρῶες·
彼はそれについてこのように語っている。
τῶν αὖθʼ ἦρχε Λυκάονος ἀγλαὸς υἱός, Πάνδαρος. " τούτους δὲ ἐκάλει καὶ Λυκίους·
"イダ山の最も低い麓の下、ゼレイアに住み、アイセポス川の黒い水を飲む、富める者たち、トロイア人。彼らをさらに、リュカオンの輝かしい息子、パンダロスが率いていた。 "彼は彼らをリュキア人とも呼んでいた。
Ἀφνειοὺς δὲ ἀπὸ τῆς Ἀφνίτιδος νομίζουσι λίμνης·
また、彼らが「豊かなる人々」と呼ばれるのは、アプニティス湖に由来すると人々は考えている。
καὶ γὰρ οὕτω καλεῖται ἡ Δασκυλῖτις.
というのも、ダスクリティス湖がそのように呼ばれているからである。
§13.1.10ἡ μὲν δὴ Ζέλεια ἐν τῇ παρωρείᾳ τῇ ὑστάτῃ τῆς Ἴδης ἔστιν, ἀπέχουσα Κυζίκου μὲν σταδίους ἐνενήκοντα καὶ ἑκατόν, τῆς δʼ ἐγγυτάτω θαλάττης καθʼ ἣν ἐκδίδωσιν Αἴσηπος ὅσον ὀγδοήκοντα.
ゼレイアはイダ山の最後の麓にあり、クジコスから190スタディオン、アイセポス川が注ぎ込む最寄りの海からはおよそ80スタディオン離れている。
ἐπιμερίζει δὲ συνεχῶς τὰ κατὰ τὴν μετὰ τὸν Αἴσηπον " οἳ δʼ Ἀδρήστειάν τʼ εἶχον καὶ δῆμον Ἀπαισοῦ, καὶ Πιτύαν εἶχον καὶ Τηρείης ὄρος αἰπύ, τῶν ἦρχʼ Ἄδρηστός τε καὶ Ἄμφιος λινοθώρηξ, υἷε δύω Μέροπος Περκωσίου.
彼はアイセポス川に続く地域について連続して割り当てている。
" ταῦτα δὲ τὰ χωρία τῇ Ζελείᾳ μὲν ὑποπέπτωκεν, ἔχουσι δὲ Κυζικηνοί τε καὶ Πριαπηνοὶ μέχρι καὶ τῆς παραλίας.
"またアドラステイアとアパイソスの地を領有し、ピテュエイアとテレイエの険しき山を領有していた者たち、これらを率いたのは、アドラストスと、麻の胸当てをつけたアンピオス、ペルコテのメロプスの二人の息子であった。 "これらの場所はゼレイアの麓に位置しているが、クジコス人とプリアポス人が沿岸部に至るまで領有している。
περὶ μὲν οὖν τὴν Ζέλειαν ὁ Τάρσιος ἔστι ποταμός, εἴκοσιν ἔχων διαβάσεις τῇ αὐτῇ ὁδῷ, καθάπερ ὁ Ἑπτάπορος, ὅν φησιν ὁ ποιητής.
ゼレイアの周辺にはタルシオス川があり、これは同じ道において20回の渡河箇所を持っている。 これは、詩人が語っているエプタポロス川と同様である。
§13.1.11ὑπὲρ δὲ τῆς ἐκβολῆς τοῦ Αἰσήπου σχεδόν τι σταδίοις κολωνὸς ἔστιν, ἐφʼ ᾧ τάφος δείκνυται Μέμνονος τοῦ Τιθωνοῦ·
アイセポス川の河口の上方、ほぼ[]スタディオンのところに丘があり、その上にはティトノスの子メムノンの墓が示されている。
πλησίον δʼ ἔστι καὶ ἡ Μέμνονος κώμη.
また、その近くにはメムノンの村もある。
τοῦ δὲ Αἰσήπου καὶ τοῦ Πριάπου μεταξὺ ὁ Γράνικος ῥεῖ τὰ πολλὰ διʼ Ἀδραστείας πεδίου, ἐφʼ ᾧ Ἀλέξανδρος τοὺς Δαρείου σατράπας ἀνὰ κράτος ἐνίκησε συμβαλών, καὶ πᾶσαν τὴν ἐντὸς τοῦ Ταύρου καὶ τοῦ Εὐφράτου παρέλαβεν.
アイセポス川とプリアポス川の間をグラニコス川が流れ、その大部分はアドラステイアの平野を通っている。 この川のほとりでアレクサンドロスはダレイオスのサトラップたちと交戦して決定的な勝利を収め、タウロス山脈とユーフラテス川の内側の全域を手に入れた。
ἐπὶ δὲ Γρανίκῳ πόλις ἦν Σιδήνη χώραν ἔχουσα πολλὴν ὁμώνυμον, κατέσπασται δὲ νῦν.
グラニコス川のほとりにはシデネという都市があり、同名の広大な領地を有していたが、現在は取り壊されている。
ἐν δὲ τῇ μεθορίᾳ τῆς Κυζικηνῆς καὶ τῆς Πριαπηνῆς ἔστι τὰ Ἁρπάγια τόπος, ἐξ οὗ τὸν Γανυμήδην μυθεύουσιν ἡρπάχθαι· ἄλλοι δὲ περὶ Δαρδάνιον ἄκραν πλησίον Δαρδάνου.
クジコス領とプリアポス領の境界地域にはハルパギアと呼ばれる場所があり、神話によればそこからガニュメデスがさらわれたとされるが、他の人々はダルダノスの近くのダルダニス岬周辺のことだとしている。
§13.1.12Πρίαπος δʼ ἔστι πόλις ἐπὶ θαλάττῃ καὶ λιμήν·
プリアポスは海に面した都市であり、港でもある。
κτίσμα δʼ οἱ μὲν Μιλησίων φασίν, οἵπερ καὶ Ἄβυδον καὶ Προκόννησον συνῴκισαν κατὰ τὸν αὐτὸν καιρόν, οἱ δὲ Κυζικηνῶν·
その創建について、ある人々は、アビュドスやプロコンネソスをも同時期に共同で植民したマイルトス人によるものと言い、また他の人々はクジコス人によるものと言う。
ἐπώνυμος δʼ ἐστὶ τοῦ Πριάπου τιμωμένου παρʼ αὐτοῖς, εἴτʼ ἐξ Ὀρνεῶν τῶν περὶ Κόρινθον μετενηνεγμένου τοῦ ἱεροῦ, εἴτε τῷ λέγεσθαι Διονύσου καὶ νύμφης τὸν θεὸν ὁρμησάντων ἐπὶ τὸ τιμᾶν αὐτὸν τῶν ἀνθρώπων, ἐπειδὴ σφόδρα εὐάμπελός ἐστιν ἡ χώρα καὶ αὕτη καὶ ἐφεξῆς ὅμορος, ἥ τε τῶν Παριανῶν καὶ ἡ τῶν Λαμψακηνῶν·
この都市の名は、彼らの間で崇拝されているプリアポス神に由来している。 その神殿がコリントス近郊のオルネアイから移されたためとも言われ、あるいは、この地が、また隣接するパリアノン人の地やランプサコス人の地が非常にブドウ栽培に適していることから、この神がディオニュソスとニンフの子であると言われることに人々が刺激されて彼を崇拝するようになったためとも言われる。
ὁ γοῦν Ξέρξης τῷ Θεμιστοκλεῖ εἰς οἶνον ἔδωκε τὴν Λάμψακον.
実際、クセルクセスはテミストクレスに、ワインのためにランプサコスを与えた。
ἀπεδείχθη δὲ θεὸς οὗτος ὑπὸ τῶν νεωτέρων·
この神は、より新しい時代の人々によって神として宣言された。
οὐδὲ γὰρ Ἡσίοδος οἶδε Πρίαπον, ἀλλʼ ἔοικε τοῖς Ἀττικοῖς Ὀρθάνῃ καὶ Κονισάλῳ καὶ Τύχωνι καὶ τοῖς τοιούτοις.
というのも、ヘシオドスさえプリアポスを知らず、アッティカのオルタネス、コニサロス、テュコンやその種のものに似ているからである。

語釈・文法注

  1. 13.1.8τοῦ ποιητοῦ ... συντιθέντος — τοῦ ποιητοῦ τὴν Αἰολίδα καὶ τὴν Τροίαν εἰς ἓν συντιθέντος(詩人がアイオリスとトロイアを一つにまとめること)および τῶν Αἰολέων ... κατασχόντων は、主節の潜在希求法 οὐδʼ ἂν ἡμεῖς ... περιοδεύσαιμεν(われわれも不当に地理的記述を行うことにはならないだろう)に対する理由を示す属格独立構文(Genitive Absolute)である。
  2. 13.1.8τὸ δὲ Θήβης πεδίον Λυδοί — 文脈上、前文の動詞 ἐπῴκησαν(移住した、占有した)が省略されており、Λυδοί と Μυσῶν οἱ περιγενόμενοι がその主語として補われる。また τῶν ὑπὸ Τηλέφῳ は Μυσῶν または περιγενόμενοι を修飾する属格句で、「テレポスの支配下にあった者たち」を意味する。
  3. 13.1.11σχεδόν τι ¦p.823¦ σταδίοις — σχεδόν τι と σταδίοις の間(ちょうど写本の改ページ部分 ¦p.823¦ の直前)には、スタディオンの具体的な数を示す数詞(一般に ἑπτά「7」などが提案される)が欠落している(lacuna)。そのため、与格 σταδίοις のみが不自然に単独で残っている。
  4. 13.1.12τῷ λέγεσθαι Διονύσου καὶ νύμφης τὸν θεὸν ὁρμησάντων ἐπὶ τὸ τιμᾶν αὐτὸν τῶν ἀνθρώπων — 原因を示す与格の冠詞付き不定詞 τῷ λέγεσθαι(言われることによって)に、対格主語 τὸν θεὸν を伴う対格不定詞構文(神が[ディオニュソスとニンフの子である]と言われること)が続いている。これにさらに ὁρμησάντων ... τῶν ἀνθρώπων(人々が駆り立てられたこと)という属格独立構文が並列的ないし結果的に結合し、全体として極めて複雑な従属構造を形成している。

この箇所を引用する

ストラボン, 地理誌 §13.1.8-13.1.12. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:13.1.8-13.1.12

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。