Humanitext Reader

斯特拉波 · 地理学 §13.1.8-13.1.12

特洛阿斯的变迁与艾赛波斯河沿岸诸城

第 407 段,共 577 段 · 希腊语

内容简介

说明特洛伊周边地区的历史变迁,以及在地理描述中将埃奥利斯与特洛伊合并的合理性。接着详细阐述艾赛波斯河附近的泽莱亚、阿德拉斯泰亚、普里阿波斯等城市的地理状况与起源,以及普里阿波斯神的崇拜。

§13.1.8τότε μὲν οὖν τοιαῦτα ὑπῆρχεν, ὕστερον δὲ ἠκολούθησαν μεταβολαὶ παντοῖαι.
当时的情况便是如此,但后来发生了各种各样的变迁。
τὰ μὲν γὰρ περὶ Κύζικον Φρύγες ἐπῴκησαν ἕως Πρακτίου, τὰ δὲ περὶ Ἄβυδον Θρᾷκες· ἔτι δὲ πρότερον τούτων ἀμφοῖν Βέβρυκες καὶ Δρύοπες· τὰ δʼ ἑξῆς Τρῆρες, καὶ οὗτοι Θρᾷκες· τὸ δὲ Θήβης πεδίον Λυδοί, οἱ τότε Μῄονες, καὶ Μυσῶν οἱ περιγενόμενοι τῶν ὑπὸ Τηλέφῳ πρότερον καὶ Τεύθραντι.
因为弗里吉亚人迁入并占领了库齐科斯周边直到普拉克提奥斯的地方,而色雷斯人则占领了阿拜多斯周边的地方;在他们两者更早之前,则是贝布律克斯人和德里奥佩斯人;接下来的地区则是特雷雷斯人,他们也是色雷斯人;而忒拜平原,则由吕底亚人(当时被称为迈奥尼亚人)以及曾在德勒福斯和德乌特拉斯治下的密细亚人幸存者占领。
οὕτω δὴ τοῦ ποιητοῦ τὴν Αἰολίδα καὶ τὴν Τροίαν εἰς ἓν συντιθέντος, καὶ τῶν Αἰολέων τὴν ἀπὸ τοῦ Ἕρμου πᾶσαν μέχρι τῆς κατὰ Κύζικον παραλίας κατασχόντων καὶ πόλεις κτισάντων, οὐδʼ ἂν ἡμεῖς ἀτόπως περιοδεύσαιμεν, εἰς ταὐτὸ συντιθέντες τήν τε Αἰολίδα νῦν ἰδίως λεγομένην τὴν ἀπὸ τοῦ Ἕρμου μέχρι Λεκτοῦ καὶ τὴν ἐφεξῆς μέχρι τοῦ Αἰσήπου.
既然诗人这样将埃奥利斯和特洛伊合二为一,且埃奥利斯人占领了从赫尔莫斯河直到库齐科斯沿岸的全部地方并建立城市,那么我们在进行地理描述时,将现在特指的从赫尔莫斯河到莱克顿的埃奥利斯地区、以及紧随其后直到艾塞波斯河的地区合并到同一个整体中,也并无不妥。
ἐν γὰρ τοῖς καθʼ ἕκαστα διακρινοῦμεν πάλιν, παρατιθέντες ἅμα τοῖς νῦν οὖσι τὰ ὑπὸ τοῦ ποιητοῦ καὶ τῶν ἄλλων λεγόμενα.
因为在接下来的具体描述中,我们将再次进行区分,并将诗人及其他人的论述与现状并列对照。
§13.1.9ἔστιν οὖν μετὰ τὴν τῶν Κυζικηνῶν πόλιν καὶ τὸν Αἴσηπον ἀρχὴ τῆς Τρῳάδος καθʼ Ὅμηρον.
因此,在库齐科斯人的城市和艾塞波斯河之后,根据荷马的说法,便是特洛伊领土的起点。
λέγει δʼ ἐκεῖνος μὲν οὕτω περὶ αὐτῆς " οἳ δὲ Ζέλειαν ἔναιον ὑπαὶ πόδα νείατον Ἴδης ἀφνειοί, πίνοντες ὕδωρ μέλαν Αἰσήποιο, Τρῶες· τῶν αὖθʼ ἦρχε Λυκάονος ἀγλαὸς υἱός, Πάνδαρος. " τούτους δὲ ἐκάλει καὶ Λυκίους· Ἀφνειοὺς δὲ ἀπὸ τῆς Ἀφνίτιδος νομίζουσι λίμνης· καὶ γὰρ οὕτω καλεῖται ἡ Δασκυλῖτις.
他对此是这样说的: "οἳ δὲ Ζέλειαν ἔναιον ὑπαὶ πόδα νείατον Ἴδης ἀφνειοί, πίνοντες ὕδωρ μέλαν Αἰσήποιο, Τρῶες· τῶν αὖθʼ ἦρχε Λυκάονος ἀγλαὸς υἱός, Πάνδαρος. "他亦称这些人为吕基亚人;人们认为“阿夫内奥伊”之名源于阿夫尼提斯湖,因为达斯库利提斯湖亦如此命名。
§13.1.10ἡ μὲν δὴ Ζέλεια ἐν τῇ παρωρείᾳ τῇ ὑστάτῃ τῆς Ἴδης ἔστιν, ἀπέχουσα Κυζίκου μὲν σταδίους ἐνενήκοντα καὶ ἑκατόν, τῆς δʼ ἐγγυτάτω θαλάττης καθʼ ἣν ἐκδίδωσιν Αἴσηπος ὅσον ὀγδοήκοντα.
泽莱亚位于伊达山的最末端山麓,距离库齐科斯一百九十斯塔德,距离艾塞波斯河注入的最近海岸约八十斯塔德。
ἐπιμερίζει δὲ συνεχῶς τὰ κατὰ τὴν μετὰ τὸν Αἴσηπον " οἳ δʼ Ἀδρήστειάν τʼ εἶχον καὶ δῆμον Ἀπαισοῦ, καὶ Πιτύαν εἶχον καὶ Τηρείης ὄρος αἰπύ, τῶν ἦρχʼ Ἄδρηστός τε καὶ Ἄμφιος λινοθώρηξ, υἷε δύω Μέροπος Περκωσίου. " ταῦτα δὲ τὰ χωρία τῇ Ζελείᾳ μὲν ὑποπέπτωκεν, ἔχουσι δὲ Κυζικηνοί τε καὶ Πριαπηνοὶ μέχρι καὶ τῆς παραλίας.
他连续地划分了艾塞波斯河之后的各部分: "οἳ δʼ Ἀδρήστειάν τʼ εἶχον καὶ δῆμον Ἀπαισοῦ, καὶ Πιτύαν εἶχον καὶ Τηρείης ὄρος αἰπύ, τῶν ἦρχʼ Ἄδρηστός τε καὶ Ἄμφιος λινοθώρηξ, υἷε δύω Μέροπος Περκωσίου. "这些地方位于泽莱亚之下,但库齐科斯人和普里阿波斯人占领了它们,一直延伸到海岸。
περὶ μὲν οὖν τὴν Ζέλειαν ὁ Τάρσιος ἔστι ποταμός, εἴκοσιν ἔχων διαβάσεις τῇ αὐτῇ ὁδῷ, καθάπερ ὁ Ἑπτάπορος, ὅν φησιν ὁ ποιητής.
在泽莱亚周围有塔尔西奥斯河,在同一条路上它有二十处渡口,正如诗人所说的埃普塔波罗斯河一样。
§13.1.11ὑπὲρ δὲ τῆς ἐκβολῆς τοῦ Αἰσήπου σχεδόν τι σταδίοις κολωνὸς ἔστιν, ἐφʼ ᾧ τάφος δείκνυται Μέμνονος τοῦ Τιθωνοῦ· πλησίον δʼ ἔστι καὶ ἡ Μέμνονος κώμη.
在艾塞波斯河口上方大约[]斯塔德的地方有一座丘陵,其上有提托诺斯之子门农的坟墓;附近还有门农村。
τοῦ δὲ Αἰσήπου καὶ τοῦ Πριάπου μεταξὺ ὁ Γράνικος ῥεῖ τὰ πολλὰ διʼ Ἀδραστείας πεδίου, ἐφʼ ᾧ Ἀλέξανδρος τοὺς Δαρείου σατράπας ἀνὰ κράτος ἐνίκησε συμβαλών, καὶ πᾶσαν τὴν ἐντὸς τοῦ Ταύρου καὶ τοῦ Εὐφράτου παρέλαβεν.
在艾塞波斯河和普里阿波斯河之间流淌着格拉尼科斯河,它的大部分流经阿德拉斯泰亚平原,亚历山大曾在此交战并彻底击败大流士的萨特拉普(总督)们,从而夺取了塔乌鲁斯山脉和幼发拉底河内侧的全部土地。
ἐπὶ δὲ Γρανίκῳ πόλις ἦν Σιδήνη χώραν ἔχουσα πολλὴν ὁμώνυμον, κατέσπασται δὲ νῦν.
格拉尼科斯河畔曾有城市西德内,拥有同名的广袤领地,但现在已被拆毁。
ἐν δὲ τῇ μεθορίᾳ τῆς Κυζικηνῆς καὶ τῆς Πριαπηνῆς ἔστι τὰ Ἁρπάγια τόπος, ἐξ οὗ τὸν Γανυμήδην μυθεύουσιν ἡρπάχθαι· ἄλλοι δὲ περὶ Δαρδάνιον ἄκραν πλησίον Δαρδάνου.
在库齐科斯与普里阿波斯的交界地带有哈尔帕吉亚,神话中甘尼美德就是从这里被劫持的;但其他人则说是在达尔达诺斯附近的达尔达尼斯角周围。
§13.1.12Πρίαπος δʼ ἔστι πόλις ἐπὶ θαλάττῃ καὶ λιμήν·
普里阿波斯是一座临海城市,也是一个港口。
κτίσμα δʼ οἱ μὲν Μιλησίων φασίν, οἵπερ καὶ Ἄβυδον καὶ Προκόννησον συνῴκισαν κατὰ τὸν αὐτὸν καιρόν, οἱ δὲ Κυζικηνῶν·
关于其创建,有人说是由米利都人建立的(他们也在同一时期共同殖民了阿拜多斯和普罗孔内索斯),也有人说是库齐科斯人建立的。
ἐπώνυμος δʼ ἐστὶ τοῦ Πριάπου τιμωμένου παρʼ αὐτοῖς, εἴτʼ ἐξ Ὀρνεῶν τῶν περὶ Κόρινθον μετενηνεγμένου τοῦ ἱεροῦ, εἴτε τῷ λέγεσθαι Διονύσου καὶ νύμφης τὸν θεὸν ὁρμησάντων ἐπὶ τὸ τιμᾶν αὐτὸν τῶν ἀνθρώπων, ἐπειδὴ σφόδρα εὐάμπελός ἐστιν ἡ χώρα καὶ αὕτη καὶ ἐφεξῆς ὅμορος, ἥ τε τῶν Παριανῶν καὶ ἡ τῶν Λαμψακηνῶν· ὁ γοῦν Ξέρξης τῷ Θεμιστοκλεῖ εἰς οἶνον ἔδωκε τὴν Λάμψακον.
它得名于在他们中受到尊崇的普里阿波斯神,据说其神庙是从科林斯附近的奥尔内埃迁来的,或者是由于这片土地以及紧邻的帕里亚尼人和兰普萨科斯人的土地非常适合种植葡萄,人们因听闻该神是狄奥尼索斯和宁芙之子而受到激发去尊崇他;总之,薛西斯曾将兰普萨科斯赠予地米斯托克利以提供葡萄酒。
ἀπεδείχθη δὲ θεὸς οὗτος ὑπὸ τῶν νεωτέρων· οὐδὲ γὰρ Ἡσίοδος οἶδε Πρίαπον, ἀλλʼ ἔοικε τοῖς Ἀττικοῖς Ὀρθάνῃ καὶ Κονισάλῳ καὶ Τύχωνι καὶ τοῖς τοιούτοις.
这位神明是被较晚时代的人宣示为神的;因为即使是荷马时期的赫西俄德也对普里阿波斯一无所知,他反而更类似于阿提卡的奥尔塔内斯、科尼萨洛斯、堤科等类似的神。

词汇与语法注释

  1. 13.1.8τοῦ ποιητοῦ ... συντιθέντος — τοῦ ποιητοῦ τὴν Αἰολίδα καὶ τὴν Τροίαν εἰς ἓν συντιθέντος 与 τῶν Αἰολέων ... κατασχόντων 为属格独立结构(Genitive Absolute),表示原因,修饰主句中带有潜在希求法(potential optative)的动词 οὐδʼ ἂν ἡμεῖς ... περιοδεύσαιμεν。
  2. 13.1.8τὸ δὲ Θήβης πεδίον Λυδοί — 此处省略了前句中的动词 ἐπῴκησαν,应以 Λυδοί 和 Μυσῶν οἱ περιγενόμενοι 为其主语。属格短语 τῶν ὑπὸ Τηλέφῳ 修饰 Μυσῶν 或 περιγενόμενοι,意为“曾在德勒福斯统治下的人”。
  3. 13.1.11σχεδόν τι ¦p.823¦ σταδίοις — 在 σχεδόν τι 与 σταδίοις 之间(恰好在手稿换页标记 ¦p.823¦ 处)存在文本脱漏(lacuna),原稿中表示斯塔德具体数量的数字(通常被校勘为 ἑπτά 即“七”)已丢失,导致与格的 σταδίοις 孤立出现。
  4. 13.1.12τῷ λέγεσθαι Διονύσου καὶ νύμφης τὸν θεὸν ὁρμησάντων ἐπὶ τὸ τιμᾶν αὐτὸν τῶν ἀνθρώπων — 带有冠词的与格不定式 τῷ λέγεσθαι(因被说成)表示原因,后接以 τὸν θεὸν 为主语的对格不定式结构(该神是狄奥尼索斯和宁芙之子)。同时结合了属格独立结构 ὁρμησάντων ... τῶν ἀνθρώπων(人们被驱使去尊崇他),形成了一个极其复杂的从属句法结构。

引用这一段

斯特拉波, 地理学 §13.1.8-13.1.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:13.1.8-13.1.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。