§13.1.13ἐκαλεῖτο δʼ ἡ χώρα αὕτη Ἀδράστεια καὶ Ἀδραστείας πεδίον, κατὰ ἔθος τι οὕτω λεγόντων τὸ αὐτὸ χωρίον διττῶς, ὡς καὶ Θήβην καὶ Θήβης πεδίον, καὶ Μυγδονίαν καὶ Μυγδονίας πεδίον.
この地方はアドラステイアともアドラステイアの平野とも呼ばれていたが、これは同じ場所を二通りに呼ぶ習慣によるものであり、たとえばテベとテベの平野、あるいはミュグドニアとミュグドニアの平野のようにである。
φησὶ δὲ Καλλισθένης ἀπὸ Ἀδράστου βασιλέως, ὃς πρῶτος Νεμέσεως ἱερὸν ἱδρύσατο, καλεῖσθαι Ἀδράστειαν.
カリステネスによれば、ネメシスの神殿を最初に創建したアドラストス王にちなんでアドラステイアと呼ばれるのだという。
ἡ μὲν οὖν πόλις μεταξὺ Πριάπου καὶ Παρίου, ἔχουσα ὑποκείμενον πεδίον ὁμώνυμον, ἐν ᾧ καὶ μαντεῖον ἦν Ἀπόλλωνος Ἀκταίου καὶ Ἀρτέμιδος κατὰ τὴν εἰς δὲ Πάριον μετηνέχθη πᾶσα ἡ κατασκευὴ καὶ λιθεία κατασπασθέντος τοῦ ἱεροῦ, καὶ ᾠκοδομήθη ἐν τῷ Παρίῳ βωμὸς, Ἑρμοκρέοντος ἔργον, πολλῆς μνήμης ἄξιον κατά τε μέγεθος καὶ κάλλος·
さて、その都市はプリアポスとパリオンの間にあり、その下に同名の平野が広がっており、その平野にはアポロン・アクタイオスとアルテミスの神託所が、[]のあたりにあった。 しかし、その神殿が取り壊された際、装飾や石材のすべてがパリオンへと運ばれ、パリオンには、その規模と美しさにおいて大いに記憶に値するヘルモクレオンの作品である祭壇が築かれた。
τὸ δὲ μαντεῖον ἐξελείφθη, καθάπερ καὶ τὸ ἐν Ζελείᾳ.
他方、神託所はゼレイアのそれと同様に廃絶した。
ἐνταῦθα μὲν οὖν οὐδὲν ἱερὸν Ἀδραστείας δείκνυται, οὐδὲ δὴ Νεμέσεως, περὶ δὲ Κύζικον ἔστιν Ἀδραστείας ἱερόν.
それゆえ、ここにはアドラステイアの神殿もネメシスの神殿もまったく示されていないが、クジコス周辺にはアドラステイアの神殿がある。
Ἀντίμαχος δʼ οὕτω φησίν
"
ἔστι δέ τις Νέμεσις μεγάλη θεὸς, ἣ τάδε πάντα
πρὸς μακάρων ἔλαχεν·
アンティマコスは次のように言っている。 「偉大なる女神ネメシスがおり、彼女はこれらすべてを神々から授かった。
βωμὸν δέ οἱ εἵσατο πρῶτος
Ἄδρηστος, ποταμοῖο παρὰ ῥόον Αἰσήποιο,
ἔνθα τετίμηταί τε καὶ Ἀδρήστεια καλεῖται.
アドラストスがアイセポス川の流れのほとりに最初に彼女のために祭壇を築き、そこで彼女は崇められ、アドラステイアと呼ばれている。
" §13.1.14ἔστι δὲ καὶ τὸ Πάριον πόλις ἐπὶ θαλάττῃ, λιμένα ἔχουσα μείζω τῆς Πριάπου καὶ ηὐξημένη γε ἐκ ταύτης·
」パリオンもまた海に面した都市であり、プリアポスよりも大きな港を持ち、このプリアポス領から切り取ることによって拡張された。
θεραπεύοντες γὰρ οἱ Παριανοὶ τοὺς Ἀτταλικοὺς ὑφʼ οἷς ἐτέτακτο ἡ Πριαπηνή, πολλὴν αὐτῆς ἀπετέμοντο ἐπιτρεπόντων ἐκείνων.
というのも、パリオン人たちはプリアポス領がその支配下にあったアッタロス家の王たちに媚びへつらい、彼らの許しを得て、その領地の多くを切り取ったからである。
ἐνταῦθα μυθεύουσι τοὺς Ὀφιογενεῖς συγγένειάν τινα ἔχειν πρὸς τοὺς ὄφεις·
ここには、蛇の子孫(オピオゲネイス)が蛇と何らかの血縁関係にあるという神話がある。
φασὶ δʼ αὐτῶν τοὺς ἄρρενας τοῖς ἐχεοδήκτοις ἄκος εἶναι συνεχῶς ἐφαπτομένους ὥσπερ τοὺς ἐπῳδούς, πρῶτον μὲν τὸ πελίωμα εἰς ἑαυτοὺς μεταφέροντας, εἶτα καὶ τὴν φλεγμονὴν παύοντας καὶ τὸν πόνον.
彼らのうちの男性は、呪術師のように持続的に触れることによって、毒蛇に噛まれた人々にとっての治療薬となると言われている。 彼らはまず、その青あざを自分たちへと移し、次いで炎症と痛みを鎮めるのである。
μυθεύουσι δὲ τὸν ἀρχηγέτην τοῦ γένους ἥρωά τινα ἐξ ὄφεως μεταβαλεῖν·
神話によれば、この一族の始祖はある英雄であり、蛇から姿を変えたという。
τάχα δὲ τῶν Ψύλλων τις ἦν τῶν Λιβυκῶν, εἰς δὲ τὸ γένος διέτεινεν ἡ δύναμις μέχρι ποσοῦ.
おそらく彼はリビアのプシュロイ人の一人であり、その能力が一定のところまでその一族に受け継がれたのであろう。
κτίσμα δʼ ἐστὶ τὸ Πάριον Μιλησίων καὶ Ἐρυθραίων καὶ Παρίων.
パリオンはマイルトス人、エリュトreset(ライ)人、およびパロス人の共同の植民都市である。
§13.1.15Πιτύα δʼ ἐστὶν ἐν Πιτυοῦντι τῆς Παριανῆς ὑπερκείμενον ἔχουσα πιτυῶδες ὄρος·
ピテュアはパリオン領のピテュウスにあり、その上方に松の生い茂る山がそびえている。
μεταξὺ δὲ κεῖται Παρίου καὶ Πριάπου κατὰ Λίνον χωρίον ἐπὶ θαλάττῃ, ὅπου οἱ Λινούσιοι κοχλίαι ἄριστοι τῶν πάντων ἁλίσκονται.
これはパリオンとプリアポスの間の海沿いに位置するリノスという場所の近くにあり、そこではすべてのうちで最も優れたリヌーシスのカタツムリが捕れる。
§13.1.16ἐν δὲ τῷ παράπλῳ τῷ ἀπὸ Παρίου εἰς Πρίαπον ἥ τε παλαιὰ Προκόννησός ἐστι καὶ ἡ νῦν Προκόννησος, πόλιν ἔχουσα καὶ μέταλλον μέγα λευκοῦ λίθου σφόδρα ἐπαινούμενον·
パリオンからプリアポスへの沿岸航路には、古いプロコンネソスと現在のプロコンネソスがあり、後者には都市と、非常に賞賛されている白い大理石の大きな採掘場がある。
τὰ γοῦν κάλλιστα τῶν ταύτῃ πόλεων ἔργα, ἐν δὲ τοῖς πρῶτα τὰ ἐν Κυζίκῳ ταύτης ἐστὶ τῆς λίθου.
実際、この地域の都市にある最も美しい建造物、とりわけクジコスにある第一の建造物は、この石で作られている。
ἐντεῦθέν ἐστιν Ἀριστέας ὁ ποιητὴς τῶν Ἀριμασπείων καλουμένων ἐπῶν, ἀνὴρ γόης εἴ τις ἄλλος.
ここ(プロコンネソス)の出身なのが、『アリマスポス人の歌』と呼ばれる叙事詩の作者アリステアスであり、彼は希に見る魔術師のような男であった。
§13.1.17τὸ δὲ Τηρείης ὄρος οἱ μὲν τὰ ἐν Πειρωσσῷ ὄρη φασὶν ἃ ἔχουσιν οἱ Κυζικηνοὶ τῇ Ζελείᾳ προσεχῆ, ἐν οἷς βασιλικὴ θήρα κατεσκεύαστο τοῖς Λυδοῖς, καὶ Πέρσαις ὕστερον·
テレイエ山について、ある人々は、クジコス人が領有するゼレイアに隣接したペイロッソスの山々のことだと言い、そこにはリュディア人の、のちにはペルシア人の王室の狩猟地が作られていた。
οἱ δʼ ἀπὸ τετταράκοντα σταδίων Λαμψάκου δεικνύουσι λόφον, ἐφʼ ᾧ μητρὸς θεῶν ἱερόν ἐστιν ἅγιον Τηρείης ἐπικαλούμενον.
また他の人々は、ランプサコスから四十スタディオン離れた丘を指し示し、その上にはテレイエと呼ばれる母なる神々の聖なる神殿がある。
§13.1.18καὶ ἡ Λάμψακος δʼ ἐπὶ θαλάττῃ πόλις ἐστὶν εὐλίμενος καὶ ἀξιόλογος, συμμένουσα καλῶς, ὥσπερ καὶ ἡ Ἄβυδος·
ランプサコスもまた海に面した、港の優れた注目に値する都市であり、アビュドスと同様によく存続している。
διέχει δʼ αὐτῆς ὅσον ἑβδομήκοντα καὶ ἑκατὸν σταδίους·
これはアビュドスからおよそ百七十スタディオン離れている。
ἐκαλεῖτο δὲ πρότερον Πιτυοῦσσα, καθάπερ καὶ τὴν Χίον φασίν·
以前はピテュウッサと呼ばれており、キオスも同様であったと言われている。
ἐν δὲ τῇ περαίᾳ τῆς Χερρονήσου πολίχνιόν ἐστι Καλλίπολις·
対岸のケルソネソスにはカリポリスという小都市がある。
κεῖται δʼ ἐπʼ ἀκτῆς ἐκκειμένη πολὺ πρὸς τὴν Ἀσίαν κατὰ τὴν Λαμψακηνῶν πόλιν, ὥστε τὸ δίαρμα μὴ πλέον εἶναι τετταράκοντα σταδίων.
それはアジアに向かって大きく突き出た岬の上にあり、ランプサコスの都市の向かいに位置しているため、その渡る海路は四十スタディオンを超えない。