§13.1.64τὰ οὖν περὶ τοὺς Τεύκρους καὶ τοὺς μύας, ἀφʼ ὧν ὁ Σμινθεύς, ἐπειδὴ σμίνθοι οἱ μύες, δεῦρο μετενεκτέον.
したがって、テウクロス人およびネズミ(これにちなんでスミンテウスと名付けられた、なぜならネズミのことをスミントスと呼ぶからである)に関する事柄は、ここへ移すべきである。
παραμυθοῦνται δὲ τὴν ἀπὸ μικρῶν ἐπίκλησιν τοιούτοις τισί·
人々は、取るに足りないものに由来する呼称をこのような話で弁護している。
καὶ γὰρ ἀπὸ τῶν παρνόπων, οὓς οἱ Οἰταῖοι κόρνοπας λέγουσι, Κορνοπίωνα τιμᾶσθαι παρʼ ἐκείνοις Ἡρακλέα ἀπαλλαγῆς ἀκρίδων χάριν·
すなわち、オイタ人の間でバッタをコルノペスと呼ぶことから、バッタ退治のゆえに彼らの間でコルノピオン・ヘラクレスが崇拝されている。
ἰποκτόνον δὲ παρʼ Ἐρυθραίοις τοῖς τὸν Μίμαντα οἰκοῦσιν, ὅτι φθαρτικὸς τῶν ἀμπελοφάγων ἰπῶν·
ミマス山に住むエリュトリア人の間ではイポクトノスが崇拝されており、なぜなら彼はブドウを食い荒らす虫であるイプスを退治するからである。
καὶ δὴ παρʼ ἐκείνοις μόνοις τῶν Ἐρυθραίων τὸ θηρίον τοῦτο μὴ γίνεσθαι.
そして、エリュトリア人のなかでも彼らの土地においてのみ、この害虫が発生しないのだという。
Ῥόδιοι δὲ ἐρυθιβίου Ἀπόλλωνος ἔχουσιν ἐν τῇ χώρᾳ ἱερόν, τὴν ἐρυσίβην καλοῦντες ἐρυθίβην·
またロドス人は、その領内にエリュティビオス・アポロンの神殿を有しており、これはサビをエリュティベと呼ぶからである。
παρʼ Αἰολεῦσι δὲ τοῖς ἐν Ἀσίᾳ μείς τις καλεῖται Πορνοπίων, οὕτω τοὺς πάρνοπας καλούντων Βοιωτῶν, καὶ θυσία συντελεῖται Πορνοπίωνι Ἀπόλλωνι.
またアジアのアイオリス人の間では、ある月がポルノピオンと呼ばれているが、これはボイオティア人がバッタのことをポルノペスと呼ぶからであり、ポルノピオン・アポロンに犠牲が捧げられている。
§13.1.65Μυσία μὲν οὖν ἔστιν ἡ περὶ τὸ Ἀδραμύττιον·
したがって、アドラミュッティオンの周辺地方がミュシアである。
ἦν δέ ποτε ὑπὸ Λυδοῖς, καὶ νῦν πύλαι Λύδιαι καλοῦνται ἐν Ἀδραμυττίῳ, Λυδῶν (ὥς φασι) τὴν πόλιν ἐκτικότων.
かつてはリュディア人の支配下にあり、現在もアドラミュッティオンには『リュディアの門』と呼ばれる門があるが、これは(言われているところでは)リュディア人がこの都市を創建したからである。
Μυσίας δὲ Ἄστυρα τὴν πλησίον κώμην φασίν.
人々は、その近くの村アステュラがミュシアに属すると言っている。
ἦν δὲ πολίχνη ποτέ, ἐν ᾗ τὸ τῆς Ἀστυρηνῆς Ἀρτέμιδος ἱερὸν ἐν ἄλσει, προστατούμενον μετὰ ἁγιστείας ὑπʼ Ἀντανδρίων, οἷς μᾶλλον γειτνιᾷ·
かつては小都市であり、そこには樹林のなかにアステュレネ・アルテミスの神殿があり、最も近隣にあるアンタンドロス人によって神聖な儀礼を伴って管理されていた。
διέχει δὲ τῆς παλαιᾶς Χρύσης εἴκοσι σταδίους, καὶ αὐτῆς ἐν ἄλσει τὸ ἱερὸν ἐχούσης.
この神殿は、古いクリュサから20スタディオン離れており、クリュサ自体も樹林のなかに神殿を有していた。
αὐτοῦ δὲ καὶ ὁ Ἀχίλλειος χάραξ·
そこにはアキレウスの陣地もある。
ἐν δὲ τῇ μεσογαίᾳ ἀπὸ πεντήκοντα σταδίων ἐστὶν ἡ Θήβη ἔρημος, ἥν φησιν ὁ ποιητής
ὑπὸ Πλάκῳ ὑληέσσῃ.
内陸の50スタディオン離れたところには、荒廃したテーベーがあり、詩人はこれを「樹木豊かなプラコスの下」と述べている。
οὔτε δὲ Πλάκος ἢ Πλὰξ ἐκεῖ τι λέγεται, οὔθʼ ὕλη ὑπέρκειται καίτοι πρὸς τῇ Ἴδῃ.
しかし、そこにはプラコスあるいはプラクスと呼ばれるものは何もなく、イデ山の近くであるにもかかわらず、その上方に森もない。
Ἀστύρων δʼ ἡ Θήβη διέχει εἰς ἑβδομήκοντα σταδίους, Ἀνδείρων δὲ ἑξήκοντα.
テーベーはアステュラから約70スタディオン、アンデイラからは60スタディオン離れている。
πάντα δὲ ταῦτά ἐστι τὰ ὀνόματα τόπων ἐρήμων ἢ φαύλως οἰκουμένων ἢ ποταμῶν χειμάρρων·
これらの名前はすべて、荒廃した場所、あるいは貧弱に居住されている場所、あるいは急流の名前である。
τεθρύληται δὲ διὰ τὰς παλαιὰς ἱστορίας.
しかし、それらは古い歴史のために広く語り伝えられている。
§13.1.66πόλεις δʼ εἰσὶν ἀξιόλογοι Ἄσσος τε καὶ Ἀδραμύττιον.
主要な都市としてはアッソスとアドラミュッティオンがある。
ἠτύχησε δὲ τὸ Ἀδραμύττιον ἐν τῷ Μιθριδατικῷ πολέμῳ·
アドラミュッティオンはミトリダテス戦争で悲惨な運命をたどった。
τὴν γὰρ βουλὴν ἀπέσφαξε τῶν πολιτῶν Διόδωρος στρατηγὸς χαριζόμενος τῷ βασιλεῖ, προσποιούμενος δʼ ἅμα τῶν τε ἐξ Ἀκαδημίας φιλοσόφων εἶναι καὶ δίκας λέγειν καὶ σοφιστεύειν τὰ ῥητορικά·
というのも、将軍ディオドロスが、王に取り入るために市民の評議会議員たちを虐殺したからである。
καὶ δὴ καὶ συναπῆρεν εἰς τὸν Πόντον τῷ βασιλεῖ·
彼は自分がアカデメイアの哲学者の一人であり、法廷で弁論し、修辞学の弁論指導をしていると称していた。
καταλυθέντος δὲ τοῦ βασιλέως ἔτισε δίκας τοῖς ἀδικηθεῖσιν·
そして、王とともにポントスへと去った。
ἐγκλημάτων γὰρ ἐπενεχθέντων ἅμα πολλῶν, ἀπεκαρτέρησεν αἰσχρῶς οὐ φέρων τὴν δυσφημίαν ἐν τῇ ἡμετέρᾳ πόλει.
しかし、王が破れると、彼は被害者たちに対して報いを受けることになった。 すなわち、多くの告発が同時に提起されたため、彼は不名誉に耐えかねて、我々の都市で餓死するという恥ずべき最期を遂げた。
ἀνὴρ δὲ Ἀδραμυττηνὸς ῥήτωρ ἐπιφανὴς γεγένηται Ξενοκλῆς, τοῦ μὲν Ἀσιανοῦ χαρακτῆρος, ἀγωνιστὴς δὲ εἴ τις ἄλλος καὶ εἰρηκὼς ὑπὲρ τῆς Ἀσίας ἐπὶ τῆς συγκλήτου καθʼ ὃν καιρὸν αἰτίαν εἶχε Μιθριδατισμοῦ.
また、アドラミュッティオン出身の著名な弁論家としてゼノクレスがおり、彼はアジア風の文体を持っていたが、ミトリダテス支持の嫌疑をかけられていた時期に、元老院においてアジアのために弁明した人物であり、他に類を見ないほどの熱烈な論客であった。
§13.1.67πρὸς δὲ τοῖς Ἀστύροις λίμνη καλεῖται Σάπρα βαραθρώδης εἰς ῥαχιώδη τῆς θαλάττης αἰγιαλὸν τὸ ἔκρηγμα ἔχουσα.
アステュラの近くには、サプラと呼ばれる底なしの湖があり、これは波の打ち寄せる海辺に流出口を持っている。
ὑπὸ δὲ τοῖς Ἀνδείροις ἱερόν ἐστι μητρὸς θεῶν Ἀνδειρηνῆς ἅγιον καὶ ἄντρον ὑπόνομον μέχρι Παλαιᾶς.
アンデイラの下方には、アンデイレネと呼ばれる神々の母の神聖な神殿と、パライアまで通じる地下洞窟がある。
ἔστι δʼ ἡ Παλαιὰ κατοικία τις οὕτω καλουμένη, διέχουσα τῶν Ἀνδείρων ἑκατὸν καὶ τριάκοντα σταδίους·
パライアとはそのように呼ばれる集落であり、アンデイラから130スタディオン離れている。
ἔδειξε δὲ τὴν ὑπονομὴν χίμαρος ἐμπεσὼν εἰς τὸ στόμα καὶ ἀνευρεθεὶς τῇ ὑστεραίᾳ κατὰ Ἄνδειρα ὑπὸ τοῦ ποιμένος κατὰ τύχην ἐπὶ θυσίαν ἥκοντος.
その地下通路は、あるヤギがその入り口に落ち、翌日、犠牲式のために偶然アンデイラにやって来た羊飼いによって、アンデイラの近くで発見されたことで明らかになった。
Ἀταρνεὺς δʼ ἐστὶ τὸ τοῦ Ἑρμείου τυραννεῖον, εἶτα Πιτάνη πόλις Αἰολική, δύο ἔχουσα λιμένας, καὶ ὁ παραρρέων αὐτὴν ποταμὸς Εὔηνος, ἐξ οὗ τὸ ὑδραγωγεῖον πεποίηται τοῖς Ἀδραμυττηνοῖς.
また、アタルネウスはヘルメイアスの僭主領であり、その次には、二つの港を持つアイオリスの都市ピタネがあり、その傍らを流れるエウエノス川から、アドラミュッティオン人のための水道が作られている。
ἐκ δὲ τῆς Πιτάνης ἐστὶν Ἀρκεσίλαος ὁ ἐκ τῆς Ἀκαδημίας, Ζήνωνος τοῦ Κιτιέως συσχολαστὴς παρὰ Πολέμωνι.
ピタネからは、アカデメイアのアルケシラオスが出たが、彼はポレモンのもとでキティオンのゼノンの同門であった。
καλεῖται δὲ καὶ ἐν τῇ Πιτάνῃ τις τόπος ἐπὶ θαλάττῃ Ἀταρνεὺς ὑπὸ τῇ Πιτάνῃ κατὰ τὴν καλουμένην νῆσον Ἐλαιοῦσσαν.
またピタネの領内、海沿いにアタルネウスと呼ばれる場所があり、これはエライウッサと呼ばれる島の向かいの、ピタネの下方にある。
φασὶ δʼ ἐν τῇ Πιτάνῃ τὰς πλίνθους ἐπιπολάζειν ἐν τοῖς ὕδασι, καθάπερ καὶ ἐν τῇ Τυρρηνίᾳ νησὶς πέπονθε·
ピタネでは、レンガが水に浮くと言われており、これはトゥッレニアの小島でも起きていることである。
κουφοτέρα γὰρ ἡ γῆ τοῦ ἐπισόγκου ὕδατός ἐστιν ὥστʼ ἐποχεῖσθαι.
なぜなら、その土は、等体積の水よりも軽いため、浮かぶのである。
ἐν Ἰβηρίᾳ δέ φησιν ἰδεῖν Ποσειδώνιος ἐκ τινος γῆς ἀργιλώδους, ᾗ τὰ ἀργυρώματα ἐκμάττεται, πλίνθους πηγνυμένας καὶ ἐπιπλεούσας.
イベリアにおいては、ポセイドニオスが、銀器を型取るために使われるある粘土質の土から作られたレンガが固まって浮くのを見た、と述べている。
μετὰ δὲ τὴν Πιτάνην ὁ Κάικος εἰς τὸν Ἐλαΐτην καλούμενον κόλπον ἐν τριάκοντα σταδίοις ἐκδίδωσιν.
ピタネの次には、カイコス川が30スタディオン流れて、エライテスと呼ばれる湾に注ぎ込んでいる。
ἐν δὲ τῷ πέραν τοῦ Καΐκου δώδεκα διέχουσα τοῦ ποταμοῦ σταδίους Ἐλαία πόλις Αἰολικὴ καὶ αὕτη, Περγαμηνῶν ἐπίνειον, ἑκατὸν καὶ εἴκοσι σταδίους διέχουσα τοῦ Περγάμου.
カイコス川の対岸、川から12スタディオン離れたところに、同じくアイオリスの都市エライアがあり、これはペルガモンの港であって、ペルガモンから120スタディオン離れている。