§13.1.64τὰ οὖν περὶ τοὺς Τεύκρους καὶ τοὺς μύας, ἀφʼ ὧν ὁ Σμινθεύς, ἐπειδὴ σμίνθοι οἱ μύες, δεῦρο μετενεκτέον.
因此,关于特乌克罗人以及老鼠(“斯敏修斯”一词正是源自于老鼠,因为老鼠被称为斯敏托伊)的叙述应当移入此处。
παραμυθοῦνται δὲ τὴν ἀπὸ μικρῶν ἐπίκλησιν τοιούτοις τισί· καὶ γὰρ ἀπὸ τῶν παρνόπων, οὓς οἱ Οἰταῖοι κόρνοπας λέγουσι, Κορνοπίωνα τιμᾶσθαι παρʼ ἐκείνοις Ἡρακλέα ἀπαλλαγῆς ἀκρίδων χάριν· ἰποκτόνον δὲ παρʼ Ἐρυθραίοις τοῖς τὸν Μίμαντα οἰκοῦσιν, ὅτι φθαρτικὸς τῶν ἀμπελοφάγων ἰπῶν· καὶ δὴ παρʼ ἐκείνοις μόνοις τῶν Ἐρυθραίων τὸ θηρίον τοῦτο μὴ γίνεσθαι.
人们用以下这些例子来为源于微不足道之物的神圣称号进行辩护:正如奥伊塔人将蝗虫称为“コルノペス”,因除蝗之功,赫拉克勒斯在他们那里被称为“コルノピオン”而受到尊崇;在居住于米马斯山周围的埃里特里亚人那里,他则被称为“イポクトノス”,因为他能消灭蚕食葡萄藤的蠕虫“イプス”;而且据说在埃里特里亚人中,唯独在他们的领地上不会出现这种害虫。
Ῥόδιοι δὲ ἐρυθιβίου Ἀπόλλωνος ἔχουσιν ἐν τῇ χώρᾳ ἱερόν, τὴν ἐρυσίβην καλοῦντες ἐρυθίβην· παρʼ Αἰολεῦσι δὲ τοῖς ἐν Ἀσίᾳ μείς τις καλεῖται Πορνοπίων, οὕτω τοὺς πάρνοπας καλούντων Βοιωτῶν, καὶ θυσία συντελεῖται Πορνοπίωνι Ἀπόλλωνι.
罗德岛人在其领内建有“エリュティビオス”阿波罗的神殿,他们将霉菌称为“エリュティベ”;在亚洲的艾奥里斯人中,某个月份被称为“ポルノピオン”,因为波奥蒂亚人将蝗虫称为“ポルノペス”,他们还会向“ポルノピオン”阿波罗举行献祭。
§13.1.65Μυσία μὲν οὖν ἔστιν ἡ περὶ τὸ Ἀδραμύττιον·
因此,阿德拉米蒂翁的周边地区便是缪西亚。
ἦν δέ ποτε ὑπὸ Λυδοῖς, καὶ νῦν πύλαι Λύδιαι καλοῦνται ἐν Ἀδραμυττίῳ, Λυδῶν (ὥς φασι) τὴν πόλιν ἐκτικότων.
它曾处于吕底亚人的统治下,如今在阿德拉米蒂翁仍有被称为“吕底亚门”的城门,据说这是因为吕底亚人创建了这座城市。
Μυσίας δὲ Ἄστυρα τὴν πλησίον κώμην φασίν.
人们说附近的阿斯蒂拉村属于缪西亚。
ἦν δὲ πολίχνη ποτέ, ἐν ᾗ τὸ τῆς Ἀστυρηνῆς Ἀρτέμιδος ἱερὸν ἐν ἄλσει, προστατούμενον μετὰ ἁγιστείας ὑπʼ Ἀντανδρίων, οἷς μᾶλλον γειτνιᾷ·
这里曾是一座小城镇,在林中建有阿斯蒂雷内·阿耳忒弥斯的神殿,由距离较近的安坦德罗斯人以神圣的仪式进行管理。
διέχει δὲ τῆς παλαιᾶς Χρύσης εἴκοσι σταδίους, καὶ αὐτῆς ἐν ἄλσει τὸ ἱερὸν ἐχούσης.
该神殿距离古老的克律萨有二十斯塔迪翁,克律萨本身也在林中拥有神殿。
αὐτοῦ δὲ καὶ ὁ Ἀχίλλειος χάραξ·
阿喀琉斯的营地也在该地。
ἐν δὲ τῇ μεσογαίᾳ ἀπὸ πεντήκοντα σταδίων ἐστὶν ἡ Θήβη ἔρημος, ἥν φησιν ὁ ποιητής
ὑπὸ Πλάκῳ ὑληέσσῃ.
在往内陆五十斯塔迪翁的地方,坐落着已成废墟的底比斯,诗人说它位于 “树木茂密的普拉科斯之下”。
οὔτε δὲ Πλάκος ἢ Πλὰξ ἐκεῖ τι λέγεται, οὔθʼ ὕλη ὑπέρκειται καίτοι πρὸς τῇ Ἴδῃ.
然而,在当地既没有被称为普拉科斯或普拉克斯的地方,其上方也没有森林,尽管它靠近伊达山。
Ἀστύρων δʼ ἡ Θήβη διέχει εἰς ἑβδομήκοντα σταδίους, Ἀνδείρων δὲ ἑξήκοντα.
底比斯距离阿斯蒂拉约七十斯塔迪翁,距离安德伊拉六十斯塔迪翁。
πάντα δὲ ταῦτά ἐστι τὰ ὀνόματα τόπων ἐρήμων ἢ φαύλως οἰκουμένων ἢ ποταμῶν χειμάρρων· τεθρύληται δὲ διὰ τὰς παλαιὰς ἱστορίας.
所有这些都是荒废之地、人口稀少之所或山洪急流的名称,但因古老的故事而广为流传。
§13.1.66πόλεις δʼ εἰσὶν ἀξιόλογοι Ἄσσος τε καὶ Ἀδραμύττιον.
值得注意的城市有阿索斯和阿德拉米蒂翁。
ἠτύχησε δὲ τὸ Ἀδραμύττιον ἐν τῷ Μιθριδατικῷ πολέμῳ· τὴν γὰρ βουλὴν ἀπέσφαξε τῶν πολιτῶν Διόδωρος στρατηγὸς χαριζόμενος τῷ βασιλεῖ, προσποιούμενος δʼ ἅμα τῶν τε ἐξ Ἀκαδημίας φιλοσόφων εἶναι καὶ δίκας λέγειν καὶ σοφιστεύειν τὰ ῥητορικά·
阿德拉米蒂翁在米特里达梯战争中遭遇了不幸;因为将军狄奥多罗斯为了讨好国王,屠杀了市民会议的成员,他同时还假装自己是阿卡德米学派的哲学家之一,在法庭上辩护并教授修辞学。
καὶ δὴ καὶ συναπῆρεν εἰς τὸν Πόντον τῷ βασιλεῖ· καταλυθέντος δὲ τοῦ βασιλέως ἔτισε δίκας τοῖς ἀδικηθεῖσιν·
而且,他确实随国王一同前往了蓬托斯;但当国王被推翻后,他向那些受害者付出了代价。
ἐγκλημάτων γὰρ ἐπενεχθέντων ἅμα πολλῶν, ἀπεκαρτέρησεν αἰσχρῶς οὐ φέρων τὴν δυσφημίαν ἐν τῇ ἡμετέρᾳ πόλει.
因为,在许多指控同时被提出时,他因无法承受污名,在我们的城市中以可耻的方式绝食自尽。
ἀνὴρ δὲ Ἀδραμυττηνὸς ῥήτωρ ἐπιφανὴς γεγένηται Ξενοκλῆς, τοῦ μὲν Ἀσιανοῦ χαρακτῆρος, ἀγωνιστὴς δὲ εἴ τις ἄλλος καὶ εἰρηκὼς ὑπὲρ τῆς Ἀσίας ἐπὶ τῆς συγκλήτου καθʼ ὃν καιρὸν αἰτίαν εἶχε Μιθριδατισμοῦ.
此外,阿德拉米蒂翁曾出现过一位著名的修辞学家塞诺克利斯,他具有亚洲派风格,是一位无与伦比的雄辩家,在亚洲被指控支持米特里达梯主义期间,他曾在元老院为亚洲进行辩护。
§13.1.67πρὸς δὲ τοῖς Ἀστύροις λίμνη καλεῖται Σάπρα βαραθρώδης εἰς ῥαχιώδη τῆς θαλάττης αἰγιαλὸν τὸ ἔκρηγμα ἔχουσα.
在阿斯蒂拉附近,有一个被称为“サプラ”的深邃多坑的湖泊,其排出口位于海浪冲击的海岸。
ὑπὸ δὲ τοῖς Ἀνδείροις ἱερόν ἐστι μητρὸς θεῶν Ἀνδειρηνῆς ἅγιον καὶ ἄντρον ὑπόνομον μέχρι Παλαιᾶς.
在安德伊拉下方建有安德伊拉神圣的众神之母神殿,以及一个通往“パライア”的地下洞穴。
ἔστι δʼ ἡ Παλαιὰ κατοικία τις οὕτω καλουμένη, διέχουσα τῶν Ἀνδείρων ἑκατὸν καὶ τριάκοντα σταδίους· ἔδειξε δὲ τὴν ὑπονομὴν χίμαρος ἐμπεσὼν εἰς τὸ στόμα καὶ ἀνευρεθεὶς τῇ ὑστεραίᾳ κατὰ Ἄνδειρα ὑπὸ τοῦ ποιμένος κατὰ τύχην ἐπὶ θυσίαν ἥκοντος.
所谓的“パライア”是一个定居点,距离安德伊拉一百三十斯塔迪翁;该地下通道的显露是因为一只山羊落入其入口,并在次日被偶然前往安德伊拉进行献祭的牧羊人发现。
Ἀταρνεὺς δʼ ἐστὶ τὸ τοῦ Ἑρμείου τυραννεῖον, εἶτα Πιτάνη πόλις Αἰολική, δύο ἔχουσα λιμένας, καὶ ὁ παραρρέων αὐτὴν ποταμὸς Εὔηνος, ἐξ οὗ τὸ ὑδραγωγεῖον πεποίηται τοῖς Ἀδραμυττηνοῖς.
此外,阿塔尔内乌斯是赫尔梅阿斯的僭主领地;其后是拥有两个港口的艾奥里斯城市皮塔内,流经其旁的埃乌埃诺斯河被用来为阿德拉米蒂翁人建造输水道。
ἐκ δὲ τῆς Πιτάνης ἐστὶν Ἀρκεσίλαος ὁ ἐκ τῆς Ἀκαδημίας, Ζήνωνος τοῦ Κιτιέως συσχολαστὴς παρὰ Πολέμωνι.
皮塔内诞生了阿卡德米学派的阿耳克西拉乌斯,他曾在波勒蒙门下与基提翁的芝诺同窗。
καλεῖται δὲ καὶ ἐν τῇ Πιτάνῃ τις τόπος ἐπὶ θαλάττῃ Ἀταρνεὺς ὑπὸ τῇ Πιτάνῃ κατὰ τὴν καλουμένην νῆσον Ἐλαιοῦσσαν.
在皮塔内境内的海边,还有一个被称为阿塔尔内乌斯的地方,位于皮塔内下方,正对着名为埃莱乌萨的岛屿。
φασὶ δʼ ἐν τῇ Πιτάνῃ τὰς πλίνθους ἐπιπολάζειν ἐν τοῖς ὕδασι, καθάπερ καὶ ἐν τῇ Τυρρηνίᾳ νησὶς πέπονθε· κουφοτέρα γὰρ ἡ γῆ τοῦ ἐπισόγκου ὕδατός ἐστιν ὥστʼ ἐποχεῖσθαι.
人们说,在皮塔内,砖块可以浮在水面上,正如第勒尼安群岛中的一个小岛一样;因为这种泥土比同体积的水更轻,所以能浮起来。
ἐν Ἰβηρίᾳ δέ φησιν ἰδεῖν Ποσειδώνιος ἐκ τινος γῆς ἀργιλώδους, ᾗ τὰ ἀργυρώματα ἐκμάττεται, πλίνθους πηγνυμένας καὶ ἐπιπλεούσας.
波塞多尼奥斯说,在伊比利亚,他看到用某种用于擦拭银器的粘土制成的砖块凝固并漂浮在水面上。
μετὰ δὲ τὴν Πιτάνην ὁ Κάικος εἰς τὸν Ἐλαΐτην καλούμενον κόλπον ἐν τριάκοντα σταδίοις ἐκδίδωσιν.
在皮塔内之后,凯科斯河流经三十斯塔迪翁港湾注入被称为埃莱特斯的港湾。
ἐν δὲ τῷ πέραν τοῦ Καΐκου δώδεκα διέχουσα τοῦ ποταμοῦ σταδίους Ἐλαία πόλις Αἰολικὴ καὶ αὕτη, Περγαμηνῶν ἐπίνειον, ἑκατὸν καὶ εἴκοσι σταδίους διέχουσα τοῦ Περγάμου.
在凯科斯河的对岸,距离河流十二斯塔迪翁的地方是埃莱亚,这也是一座艾奥里斯城市,是帕加马人的外港,距离帕加马有一百二十斯塔迪翁。