Humanitext Reader

ストラボン · 地理誌 §13.1.54-13.1.56

アリストテレス蔵書の運命とスケプシスの知識人

422 / 577 箇所 · ギリシア語

要旨

スケプシス出身の哲学者ネレウス等を通じてアリストテレスとテオクラストスの蔵書が辿った数奇な運命とローマへの移動、およびデメトリオスやメトロドロスらの人物、近隣のアンデイラ等の金属生産について記述する。

§13.1.54ἐκ δὲ τῆς Σκήψεως οἵ τε Σωκρατικοὶ γεγόνασιν Ἔραστος καὶ Κορίσκος καὶ ὁ τοῦ Κορίσκου υἱὸς Νηλεύς, ἀνὴρ καὶ Ἀριστοτέλους ἠκροαμένος καὶ Θεοφράστου, διαδεδεγμένος δὲ τὴν βιβλιοθήκην τοῦ Θεοφράστου, ἐν ᾗ ἦν καὶ ἡ τοῦ Ἀριστοτέλους·
スケプシスからは、ソクラテス学徒のエラストスとコリスコス、そしてコリスコスの息子ネレウスが出ている。 ネレウスはアリストテレスとテオプラストスの講義を聴いた人物でもあり、テオプラストスの図書館を相続した。 この図書館にはアリストテレスのものも含まれていた。
ὁ γοῦν Ἀριστοτέλης τὴν ἑαυτοῦ Θεοφράστῳ παρέδωκεν, ᾧπερ καὶ τὴν σχολὴν ἀπέλιπε, πρῶτος ὧν ἴσμεν συναγαγὼν βιβλία καὶ διδάξας τοὺς ἐν Αἰγύπτῳ βασιλέας βιβλιοθήκης σύνταξιν.
というのも、アリストテレスは自身の[図書館]をテオプラストスに譲り渡し、彼に学塾も遺贈したからである。 アリストテレスは、我々の知る限りでは、本を集め、エジプトの王たちに図書館の組織化を教えた最初の人であった。
Θεόφραστος δὲ Νηλεῖ παρέδωκεν·
テオプラストスはこれをネレウスに譲り渡した。
ὁ δʼ εἰς Σκῆψιν κομίσας τοῖς μετʼ αὐτὸν παρέδωκεν, ἰδιώταις ἀνθρώποις, οἳ κατάκλειστα εἶχον τὰ βιβλία οὐδʼ ἐπιμελῶς κείμενα·
ネレウスはこれをスケプシスに持ち帰って自身の後継者たちに譲り渡したが、彼らは一般の凡人であり、本を閉め切ったままにし、まともに保管もしなかった。
ἐπειδὴ δὲ ᾔσθοντο τὴν σπουδὴν τῶν Ἀτταλικῶν βασιλέων ὑφʼ οἷς ἦν ἡ πόλις, ζητούντων βιβλία εἰς τὴν κατασκευὴν τῆς ἐν Περγάμῳ βιβλιοθήκης, κατὰ γῆς ἔκρυψαν ἐν διώρυγί τινι·
彼らは、自分たちの都市を支配していたアッタロス朝の王たちがペルガモンの図書館の建設のために本を探し求めて熱心になっているのを知ると、地中のある溝に隠してしまった。
ὑπὸ δὲ νοτίας καὶ σητῶν κακωθέντα ὀψέ ποτε ἀπέδοντο οἱ ἀπὸ τοῦ γένους Ἀπελλικῶντι τῷ Τηίῳ πολλῶν ἀργυρίων τά τε Ἀριστοτέλους καὶ τὰ τοῦ Θεοφράστου βιβλία·
しかし、湿気と虫によって損なわれ、ずっと後になって、その一族の者たちがアリストテレスとテオプラストスの本をテオスのアペリコンに多額の金で売却した。
ἦν δὲ ὁ Ἀπελλικῶν φιλόβιβλος μᾶλλον ἢ φιλόσοφος·
アペリコンは哲学者というよりは愛書家であった。
διὸ καὶ ζητῶν ἐπανόρθωσιν τῶν διαβρωμάτων εἰς ἀντίγραφα καινὰ μετήνεγκε τὴν γραφὴν ἀναπληρῶν οὐκ εὖ, καὶ ἐξέδωκεν ἁμαρτάδων πλήρη τὰ βιβλία.
それゆえ、虫食い箇所の修復を試みて、その文面を新しい写本に移し替えたが、補完が不適切であったため、間違いだらけの本を出版することになった。
συνέβη δὲ τοῖς ἐκ τῶν περιπάτων τοῖς μὲν πάλαι τοῖς μετὰ Θεόφραστον οὐκ ἔχουσιν ὅλως τὰ βιβλία πλὴν ὀλίγων, καὶ μάλιστα τῶν ἐξωτερικῶν, μηδὲν ἔχειν φιλοσοφεῖν πραγματικῶς, ἀλλὰ θέσεις ληκυθίζειν·
このことはペリパトス派の人々に次のような結果をもたらした。 すなわち、テオプラストス以後の昔の人々は、ごく一部、特に外教的な書物を除いては、その著作を全く持っていなかったため、何一つ実質的な哲学をすることができず、ただ一般論を仰々しく語るのみであった。
τοῖς δʼ ὕστερον, ἀφʼ οὗ τὰ βιβλία ταῦτα προῆλθεν, ἄμεινον μὲν ἐκείνων φιλοσοφεῖν καὶ ἀριστοτελίζειν, ἀναγκάζεσθαι μέντοι τὰ πολλὰ εἰκότα λέγειν διὰ τὸ πλῆθος τῶν ἁμαρτιῶν.
一方で、後代の人々は、これらの書物が世に出てから後は、昔の人々よりも良く哲学し、アリストテレスの学説に従うことができるようになったものの、間違いが多いために、多くの場合もっともらしい推測を述べることを余儀なくされた。
πολὺ δὲ εἰς τοῦτο καὶ ἡ Ῥώμη προσελάβετο·
このことには、ローマも大いに寄与した。
εὐθὺς γὰρ μετὰ τὴν Ἀπελλικῶντος τελευτὴν Σύλλας ἦρε τὴν Ἀπελλικῶντος βιβλιοθήκην ὁ τὰς Ἀθήνας ἑλών, δεῦρο δὲ κομισθεῖσαν Τυραννίων τε ὁ γραμματικὸς διεχειρίσατο φιλαριστοτέλης ὤν, θεραπεύσας τὸν ἐπὶ τῆς βιβλιοθήκης, καὶ βιβλιοπῶλαί τινες γραφεῦσι φαύλοις χρώμενοι καὶ οὐκ ἀντιβάλλοντες, ὅπερ καὶ ἐπὶ τῶν ἄλλων συμβαίνει τῶν εἰς πρᾶσιν γραφομένων βιβλίων καὶ ἐνθάδε καὶ ἐν Ἀλεξανδρείᾳ.
というのも、アペリコンの死後直ちに、アテナイを攻略したスッラがアペリコンの図書館を持ち去り、こちらに運ばれた後、アリストテレス愛好者であった文法家ティラニオンが、図書館の管理者を懐柔してこれを整理し、また一部の本屋が質の低い写字生を使い、かつ校正も行わなかったからである。 これは、こちらでもアレクサンドリアでも、販売用に書き写される他の書物についても起こることである。
περὶ μὲν οὖν τούτων ἀπόχρη.
さて、これらについてはこれだけで十分であろう。
§13.1.55ἐκ δὲ τῆς Σκήψεως καὶ ὁ Δημήτριος ἔστιν οὗ μεμνήμεθα πολλάκις, ὁ τὸν Τρωικὸν διάκοσμον ἐξηγησάμενος γραμματικός, κατὰ τὸν αὐτὸν χρόνον γεγονὼς Κράτητι καὶ Ἀριστάρχῳ·
またスケプシスからは、我々がしばしば言及するデメトリオスも出ている。 彼は『トロイアの戦列』を解説した文法家であり、クラテスやアリスタルコスと同時代の人であった。
καὶ μετὰ τοῦτον Μητρόδωρος, ἀνὴρ ἐκ τοῦ φιλοσόφου μεταβεβληκὼς ἐπὶ τὸν πολιτικὸν βίον καὶ ῥητορεύων τὸ πλέον ἐν τοῖς συγγράμμασιν·
彼の後にはメトロドロスがいた。 彼は哲学者の生活から政治的な生活へと転身した人物であり、その著作の大部分においては雄弁を振るった。
ἐχρήσατο δὲ φράσεώς τινι χαρακτῆρι καινῷ καὶ κατεπλήξατο πολλούς·
彼は斬新な文体の特徴を用い、多くの人々を驚嘆させた。
διὰ δὲ τὴν δόξαν ἐν Χαλκηδόνι γάμου λαμπροῦ πένης ὢν ἔτυχε καὶ ἐχρημάτιζε Χαλκηδόνιος·
その名声のおかげで、彼は貧しかったにもかかわらず、カルケドンで輝かしい結婚をし、カルケドン市民として富を得た。
Μιθριδάτην δὲ θεραπεύσας τὸν Εὐπάτορα συναπῆρεν εἰς τὸν Πόντον ἐκείνῳ μετὰ τῆς γυναικὸς καὶ ἐτιμήθη διαφερόντως, ταχθεὶς ἐπὶ τῆς δικαιοδοσίας, ἀφʼ ἧς οὐκ ἦν τῷ κριθέντι ἀναβολὴ τῆς δίκης ἐπὶ τὸν βασιλέα.
彼はウパトルというあだ名のミトリダテスを熱心に信奉し、妻とともに彼に従ってポントスへと赴き、格別の敬意をもって迎えられ、司法権を委ねられた。 その裁判においては、判決を不服として王に控訴することは認められていなかった。
οὐ μέντοι διηυτύχησεν, ἀλλʼ ἐμπεσὼν εἰς ἔχθραν ἀδικωτέρων ἀνθρώπων ἀπέστη τοῦ βασιλέως κατὰ τὴν πρὸς Τιγράνην τὸν Ἀρμένιον πρεσβείαν·
しかし、彼は最後まで幸福ではいられなかった。 より不当な人物たちとの敵対関係に陥り、アルメニアのティグラネスへの使節の任務の最中に王から離反した。
ὁ δʼ ἄκοντα ἀνέπεμψεν αὐτὸν τῷ Εὐπάτορι, φεύγοντι ἤδη τὴν προγονικήν, κατὰ δὲ τὴν ὁδὸν κατέστρεψε τὸν βίον εἴθʼ ὑπὸ τοῦ βασιλέως εἴθʼ ὑπὸ νόσου·
しかしティグラネスは、すでに祖先伝来の土地から逃亡しつつあったウパトルのもとへ、彼の意志に反して彼を連れ戻したが、道中で彼は生涯を終えた。 王に殺されたとも、病気によるものとも言われている。
λέγεται γὰρ ἀμφότερα.
というのも、双方の説が語られているからである。
περὶ μὲν τῶν Σκηψίων ταῦτα.
さて、スケプシス人についてはこれらで十分である。
§13.1.56μετὰ δὲ Σκῆψιν Ἄνδειρα καὶ Πιονίαι καὶ ἡ Γαργαρίς.
スケプシスの次には、アンデイラ、ピオニアイ、そしてガルガリスがある。
ἔστι δὲ λίθος περὶ τὰ Ἄνδειρα, ὃς καιόμενος σίδηρος γίνεται·
アンデイラ周辺には、熱すると鉄になる石がある。
εἶτα μετὰ γῆς τινος καμινευθεὶς ἀποστάζει ψευδάργυρον, ἣ προσλαβοῦσα χαλκὸν τὸ καλούμενον γίνεται κρᾶμα, ὅ τινες ὀρείχαλκον καλοῦσι·
その後、ある種の土とともに炉で溶かされると、亜鉛が滴り落ち、これに銅を加えるといわゆる「混合物」ができ、これをある人々はオレイカルコスと呼んでいる。
γίνεται δὲ ψευδάργυρος καὶ περὶ τὸν Τμῶλον.
亜鉛はツモロス周辺でも産出する。
ταῦτα δʼ ἐστὶ τὰ χωρία, ἃ οἱ Λέλεγες κατεῖχον· ὡς δʼ αὕτως καὶ τὰ περὶ Ἄσσον.
これらはレレゲス人が占有していた場所であり、アッソス周辺も同様である。

語釈・文法注

  1. 13.1.54πρῶτος ὧν ἴσμεν συναγαγὼν βιβλία — 関係代名詞 ὧν は、先行詞である属格の復数指示代名詞(ἐκείνων)が省略された形。本来、関係節内の動詞 ἴσμεν の直接目的語として対格(οὓς)となるべきところ、省略された先行詞の格に合わせて属格へと牽引(attraction)されている。
  2. 13.1.54μηδὲν ἔχειν φιλοσοφεῖν πραγματικῶς — 動詞 ἔχειν に不定詞(φιλοσοφεῖν)が随伴して「〜することができる(posse)」という可能の意味を表す構文。否定辞 μηδέν と相まって「何一つ実質的に哲学することができない」となる。
  3. 13.1.55ἀφʼ ἧς οὐκ ἦν τῷ κριθέντι ἀναβολὴ τῆς δίκης ἐπὶ τὸν βασιλέα — 関係句 ἀφʼ ἧς(それから)の先行詞は直前の δικαιοδοσίας(司法権)。τῷ κριθέντι(判決を下された者)は行為の与格または所有の与格。全体で「判決を受けた者が、訴訟を王のもとへと引き延ばす(すなわち上訴する)ことはできなかった」という、一審完結の即決裁判権を意味する。

この箇所を引用する

ストラボン, 地理誌 §13.1.54-13.1.56. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:13.1.54-13.1.56

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。