Humanitext Reader

ストラボン · 地理誌 §13.1.52-13.1.53

スケプシスの歴史とアエネイアス伝承の異同

421 / 577 箇所 · ギリシア語

要旨

スケプシスの起源、立地の移転、および政治体制の変遷を概説し、アエネイアスの運命に関するデメトリオスの見解と一般的な放浪伝説を比較しながらホメロスの記述との食い違いを論じる。

§13.1.52ἔστι δʼ ἡ μὲν Παλαίσκηψις ἐπάνω Κεβρῆνος κατὰ τὸ μετεωρότατον τῆς Ἴδης ἐγγὺς Πολίχνας·
他方、パライスケプシスは、ケブレンの上方、イダ山の最も高所の近く、ポリクナの近郊に位置している。
ἐκαλεῖτο δὲ τότε Σκῆψις, εἴτʼ ἄλλως εἴτʼ ἀπὸ τοῦ περίσκεπτον εἶναι τὸν τόπον, εἰ δεῖ τὰ παρὰ τοῖς βαρβάροις ἐν τῷ τότε ὀνόματα ταῖς Ἑλληνικαῖς ἐτυμολογεῖσθαι φωναῖς·
そして当時はスケプシスと呼ばれていたが、それが別の理由によるものか、あるいはその場所が「見晴らしが良い」ことによるのかは、もし当時の異民族のもとでの名称をギリシア語の言葉によって語源解釈せねばならないとするならば、の話である。
ὕστερον δὲ κατωτέρω σταδίοις ἑξήκοντα εἰς τὴν νῦν Σκῆψιν μετῳκίσθησαν ὑπὸ Σκαμανδρίου τε τοῦ Ἕκτορος καὶ Ἀσκανίου τοῦ Αἰνείου παιδός·
しかし後に、六十スタディオン下方にある現在のスケプシスへと、ヘクトルの[息子]スカマンドリオスとアエネイアスの息子アスカニオスによって移住させられた。
καὶ δύο γένη ταῦτα βασιλεῦσαι πολὺν χρόνον ἐν τῇ Σκήψει λέγεται·
そして、これら二つの家系が、スケプシスにおいて長い間王として支配したと言われている。
μετὰ ταῦτα δʼ εἰς ὀλιγαρχίαν μετέστησαν, εἶτα Μιλήσιοι συνεπολιτεύθησαν αὐτοῖς καὶ δημοκρατικῶς ᾤκουν·
その後、彼らは寡頭制へと移行し、次いでミレトス人が彼らと市民共同体を形成して、民主制のもとで暮らした。
οἱ δʼ ἀπὸ τοῦ γένους οὐδὲν ἧττον ἐκαλοῦντο βασιλεῖς, ἔχοντές τινας τιμάς·
しかし、その家系の血を引く者たちは、何らかの特権を保持しながら、それにもかかわらずやはり「王」と呼ばれ続けた。
εἶτʼ εἰς τὴν Ἀλεξάνδρειαν συνεπόλισε τοὺς Σκηψίους Ἀντίγονος, εἶτʼ ἀπέλυσε Λυσίμαχος, καὶ ἐπανῆλθον εἰς τὴν οἰκείαν.
その後、アンティゴノスがスケプシス市民をアレクサンドリアへ合同移住させたが、後にリュシマコスが解放し、彼らは祖国へと帰還した。
§13.1.53οἴεται δʼ ὁ Σκήψιος καὶ βασίλειον τοῦ Αἰνείου γεγονέναι τὴν Σκῆψιν, μέσην οὖσαν τῆς τε ὑπὸ τῷ Αἰνείᾳ καὶ Λυρνησσοῦ, εἰς ἣν φυγεῖν εἴρηται διωκόμενος ὑπὸ τοῦ Ἀχιλλέως·
またスケプシス人(デメトリオス)は、スケプシスがアエネイアスの王宮でもあったと考えている。 それは、アエネイアスの支配下にあった地域と、彼がアキレウスに追われて逃げたと語られているリュルネッソスの中間に位置しているからである。
φησὶ γοῦν ὁ Ἀχιλλεύς " ἢ οὐ μέμνῃ, ὅτε πέρ σε βοῶν ἄπο μοῦνον ἐόντα σεῦα κατʼ Ἰδαίων ὀρέων ταχέεσσι πόδεσσι, κεῖθεν δʼ ἐς Λυρνησσὸν ὑπέκφυγες·
現にアキレウスはこう言っている。 "それともお前は覚えていないのか、お前が牛の群れから離れて一人でいた時、わたしがお前をイダの山々から素早い足で追い立て、そこからお前がリュルネッソスへと逃げ延びたことを。
αὐτὰρ ἐγὼ τὴν πέρσα, μεθορμηθείς.
しかしわたしは、襲いかかってそこを滅ぼしたのだ。
" οὐχ ὁμολογεῖ δὲ τῷ περὶ τῶν ἀρχηγετῶν τῆς Σκήψεως λόγῳ τῷ λεχθέντι νῦν τὰ περὶ τοῦ Αἰνείου θρυλούμενα.
"しかし、アエネイアスについて世間で噂されている様々な話は、今述べたスケプシスの創設者たちに関する話とは一致しない。
περιγενέσθαι γὰρ δὴ τοῦτόν φασιν ἐκ τοῦ πολέμου διὰ τὴν πρὸς Πρίαμον δυσμένειαν·
というのも、彼(アエネイアス)はプリアモスに対する敵意のゆえに、戦争から生き残ったと言われているからである。
" ἀεὶ γὰρ Πριάμῳ ἐπεμήνιε δίῳ, οὕνεκʼ ἄρʼ ἐσθλὸν ἐόντα μετʼ ἀνδράσιν οὔ τι τίεσκε, " τοὺς δὲ συνάρχοντας Ἀντηνορίδας καὶ αὐτὸν τὸν Ἀντήνορα διὰ τὴν Μενελάου παρʼ αὐτῷ ξενίαν.
"なぜなら彼は、常に高貴なプリアモスに対して怒りを抱いていた。 自分は男たちの中で優れた者であるのに、プリアモスが全く重んじなかったからである。 "また、共同統治者たちであるアンテノールの息子たちとアンテノール自身は、メネラオスを我が家にもてなしたために[生き残ったと言われている]。
Σοφοκλῆς γοῦν ἐν τῇ ἁλώσει τοῦ Ἰλίου παρδαλέαν φησὶ πρὸ τῆς θύρας τοῦ Ἀντήνορος προτεθῆναι σύμβολον τοῦ ἀπόρθητον ἐαθῆναι τὴν οἰκίαν.
現にソポクレスは『イリオンの陥落』において、アンテノールの家の前に豹の皮が掲げられ、その家が略奪されずに残されるべき印とされた、と語っている。
τὸν μὲν οὖν Ἀντήνορα καὶ τοὺς παῖδας μετὰ τῶν περιγενομένων Ἑνετῶν εἰς τὴν Θρᾴκην περισωθῆναι κἀκεῖθεν διαπεσεῖν εἰς τὴν λεγομένην κατὰ τὸν Ἀδρίαν Ἑνετικήν, τὸν δὲ Αἰνείαν μετʼ Ἀγχίσου τοῦ πατρὸς καὶ τοῦ παιδὸς Ἀσκανίου λαὸν ἀθροίσαντα πλεῦσαι·
そこで、アンテノールとその子供たちは、生き残ったヘネトイ人とともにトラキアへと無事に逃れ、そこからアドリア海沿岸のいわゆるヘネティ地方へと渡ったとされる。 一方、アエネイアスは父アンキセスと息子アスカニオスとともに民を集めて船出したとされる。
καὶ οἱ μὲν οἰκῆσαι περὶ τὸν Μακεδονικὸν Ὄλυμπον φασίν, οἱ δὲ περὶ Μαντίνειαν τῆς Ἀρκαδίας κτίσαι Καπύας, ἀπὸ Κάπυος θέμενον τοὔνομα τῷ πολίσματι, οἱ δʼ εἰς Αἴγεσταν κατᾶραι τῆς Σικελίας σὺν Ἐλύμῳ Τρωὶ καὶ Ἔρυκα καὶ Λιλύβαιον κατασχεῖν, καὶ ποταμοὺς περὶ Αἴγεσταν προσαγορεῦσαι Σκάμανδρον καὶ Σιμόεντα·
そして、ある人々は彼らがマケドニアのオリンポス山の周辺に住み着いたと言い、またある人々はアルカディアのマンティネイアの近くにカピュアイを創建し、カピュスにちなんでその小都市に名を与えたと言う。 またある人々は、トロイア人のエリュモスとともにシケリアのアイゲスタに上陸し、エリュクスとリリュバイオンを占領して、アイゲスタ周辺の川をスカマンドロスおよびシモエイスと名付けたと言う。
ἔνθεν δʼ εἰς τὴν Λατίνην ἐλθόντα μεῖναι κατά τι λόγιον τὸ κελεῦον μένειν ὅπου ἂν τὴν τράπεζαν καταφάγῃ·
さらにそこからラティウム地方に至り、テーブルを食べ尽くした場所に留まるようにと命じる神託に従って留まったと言う。
συμβῆναι δὲ τῆς Λατίνης περὶ τὸ Λαουίνιον τοῦτο, ἄρτου μεγάλου τεθέντος ἀντὶ τραπέζης κατὰ ἀπορίαν καὶ ἅμα ἀναλωθέντος τοῖς ἐπʼ αὐτῷ κρέασιν.
そしてラティウム地方のラウィニウムのあたりで、困窮のあまりテーブルの代わりに大きなパンが置かれ、その上の肉と一緒にそれも消費されたことで、このことが実現したのだという。
Ὅμηρος μέντοι συνηγορεῖν οὐδετέροις ἔοικεν, οὐδὲ τοῖς περὶ τῶν ἀρχηγετῶν τῆς Σκήψεως λεχθεῖσιν·
しかしながら、ホメロスはどちらの説にも賛同していないようであり、スケプシスの創設者たちについて語られたことにも賛同していない。
ἐμφαίνει γὰρ μεμενηκότα τὸν Αἰνείαν ἐν τῇ Τροίᾳ καὶ διαδεδεγμένον τὴν ἀρχὴν καὶ παραδεδωκότα παισὶ παίδων τὴν διαδοχὴν αὐτῆς, ἠφανισμένου τοῦ τῶν Πριαμιδῶν γένους·
なぜなら彼は、プリアモスの家系が滅び去った後、アエネイアスがトロイアに留まってその支配権を継承し、さらにその支配を子々孫々に伝えたことを示唆しているからである。
" ἤδη γὰρ Πριάμου γενεὴν ἤχθηρε Κρονίων.
"すでにクロノスの児はプリアモスの家系を憎まれた。
νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει καὶ παίδων παῖδες, τοί κεν μετόπισθε γένωνται.
今や、力強きアエネイアスが、そしてのちに生まれる子らの子らが、トロイアの人々を支配するであろう。
" οὕτω δʼ οὐδʼ ἡ τοῦ Σκαμανδρίου διαδοχὴ σώζοιτʼ ἄν.
"これによれば、スカマンドリオスによる継承も成り立たないことになる。
πολὺ δὲ μᾶλλον τοῖς ἑτέροις διαφωνεῖ τοῖς μέχρι καὶ Ἰταλίας αὐτοῦ τὴν πλάνην λέγουσι καὶ αὐτόθι ποιοῦσι τὴν καταστροφὴν τοῦ βίου.
さらにホメロスは、アエネイアスの放浪がイタリアにまで及んだとし、その地で彼の生涯の終焉を迎えたとするもう一方の人々の説とは、はるかに大きく食い違っている。
τινὲς δὲ γράφουσιν " Αἰνείαο γένος πάντεσσιν ἀνάξει, καὶ παῖδες παίδων, " τοὺς Ῥωμαίους λέγοντες.
しかし一部の人々は、 "アエネイアスの家系が万民を支配するであろう、さらに子らの子らが "と書き換えており、これをローマ人のこととしている。

語釈・文法注

  1. §13.1.52εἰ δεῖ τὰ παρὰ τοῖς βαρβάροις ἐν τῷ τότε ὀνόματα ταῖς Ἑλληνικαῖς ἐτυμολογεῖσθαι φωναῖς — 「εἰ δεῖ...」は条件を表す接続詞 εἰ と非人称動詞 δεῖ を用いた構文で、ここでは「もし〜すべきであるとすれば」という一般論、あるいはストラボンの懐疑的な保留のニュアンスを含んでいる。異民族の固有名詞をギリシア語の単語(この場合は「見晴らしが良い」を意味する περίσκεπτος)に強引に関連付けて語源解釈(ἐτυμολογεῖσθαι)することへの不確実性を示唆している。
  2. §13.1.53τοὺς δὲ συνάρχοντας Ἀντηνορίδας καὶ αὐτὸν τὸν Ἀντήνορα — この対格句は、前文の「περιγενέσθαι... φασιν」(〜は生き残ったと言われている)という対格不定詞構文に並列されている。つまり、「τοὺς δὲ συνάρχοντας ... [περιγενέσθαι φασιν]」(共同統治者であるアンテノールの息子たちと彼自身も〜生き残ったと言われている)と、動詞および不定詞が省略された形で統率されている。
  3. §13.1.53Ὅμηρος μέντοι συνηγορεῖν οὐδετέροις ἔοικεν — 与格代名詞 οὐδετέροις(どちらの側にも〜ない)は、アエネイアスの運命に関してそれまでに提示された2つの主要な説、すなわち、(1) スケプシスの創設者(アスカニオスら)をアエネイアスと結びつける伝承、および (2) イタリアや他の海外地域へ彼が流浪して没したとする伝承のいずれの「陣営」にもホメロスが賛同していないことを指している。

この箇所を引用する

ストラボン, 地理誌 §13.1.52-13.1.53. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:13.1.52-13.1.53

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。