§13.1.54ἐκ δὲ τῆς Σκήψεως οἵ τε Σωκρατικοὶ γεγόνασιν Ἔραστος καὶ Κορίσκος καὶ ὁ τοῦ Κορίσκου υἱὸς Νηλεύς, ἀνὴρ καὶ Ἀριστοτέλους ἠκροαμένος καὶ Θεοφράστου, διαδεδεγμένος δὲ τὴν βιβλιοθήκην τοῦ Θεοφράστου, ἐν ᾗ ἦν καὶ ἡ τοῦ Ἀριστοτέλους·
From Scepsis came the Socratic philosophers Erastus and Coriscus, and Neleus the son of Coriscus, a man who had also heard Aristotle and Theophrastus, and succeeded to the library of Theophrastus, in which was also that of Aristotle.
ὁ γοῦν Ἀριστοτέλης τὴν ἑαυτοῦ Θεοφράστῳ παρέδωκεν, ᾧπερ καὶ τὴν σχολὴν ἀπέλιπε, πρῶτος ὧν ἴσμεν συναγαγὼν βιβλία καὶ διδάξας τοὺς ἐν Αἰγύπτῳ βασιλέας βιβλιοθήκης σύνταξιν.
For Aristotle indeed delivered his own to Theophrastus, to whom he also left his school, being the first we know of to collect books and to teach the kings in Egypt the organization of a library.
Θεόφραστος δὲ Νηλεῖ παρέδωκεν· ὁ δʼ εἰς Σκῆψιν κομίσας τοῖς μετʼ αὐτὸν παρέδωκεν, ἰδιώταις ἀνθρώποις, οἳ κατάκλειστα εἶχον τὰ βιβλία οὐδʼ ἐπιμελῶς κείμενα·
Theophrastus delivered it to Neleus; and he, having conveyed it to Scepsis, delivered it to those after him, ordinary men, who kept the books locked up and not even carefully stored.
ἐπειδὴ δὲ ᾔσθοντο τὴν σπουδὴν τῶν Ἀτταλικῶν βασιλέων ὑφʼ οἷς ἦν ἡ πόλις, ζητούντων βιβλία εἰς τὴν κατασκευὴν τῆς ἐν Περγάμῳ βιβλιοθήκης, κατὰ γῆς ἔκρυψαν ἐν διώρυγί τινι·
But when they perceived the eagerness of the Attalid kings under whom the city was, who were searching for books for the construction of the library in Pergamum, they hid them under the ground in a certain trench.
ὑπὸ δὲ νοτίας καὶ σητῶν κακωθέντα ὀψέ ποτε ἀπέδοντο οἱ ἀπὸ τοῦ γένους Ἀπελλικῶντι τῷ Τηίῳ πολλῶν ἀργυρίων τά τε Ἀριστοτέλους καὶ τὰ τοῦ Θεοφράστου βιβλία·
Having been damaged by dampness and moths, long after, the descendants of the family sold the books of Aristotle and Theophrastus to Apellicon of Teos for a great deal of money.
ἦν δὲ ὁ Ἀπελλικῶν φιλόβιβλος μᾶλλον ἢ φιλόσοφος· διὸ καὶ ζητῶν ἐπανόρθωσιν τῶν διαβρωμάτων εἰς ἀντίγραφα καινὰ μετήνεγκε τὴν γραφὴν ἀναπληρῶν οὐκ εὖ, καὶ ἐξέδωκεν ἁμαρτάδων πλήρη τὰ βιβλία.
Now Apellicon was a lover of books rather than a philosopher; wherefore, seeking a restoration of the eaten parts, he transferred the writing into new copies, filling up [the gaps] not well, and published the books full of errors.
συνέβη δὲ τοῖς ἐκ τῶν περιπάτων τοῖς μὲν πάλαι τοῖς μετὰ Θεόφραστον οὐκ ἔχουσιν ὅλως τὰ βιβλία πλὴν ὀλίγων, καὶ μάλιστα τῶν ἐξωτερικῶν, μηδὲν ἔχειν φιλοσοφεῖν πραγματικῶς, ἀλλὰ θέσεις ληκυθίζειν· τοῖς δʼ ὕστερον, ἀφʼ οὗ τὰ βιβλία ταῦτα προῆλθεν, ἄμεινον μὲν ἐκείνων φιλοσοφεῖν καὶ ἀριστοτελίζειν, ἀναγκάζεσθαι μέντοι τὰ πολλὰ εἰκότα λέγειν διὰ τὸ πλῆθος τῶν ἁμαρτιῶν.
And it happened to the older Peripatetics after Theophrastus, because they did not possess the books at all except for a few, and especially the exoteric ones, that they had nothing to philosophize about systematically, but only to declaim on commonplaces; while to those of later times, from the time when these books came out, it was possible indeed to philosophize and Aristotelianize better than those, but they were forced to say what was for the most part only probable, because of the multitude of errors.
πολὺ δὲ εἰς τοῦτο καὶ ἡ Ῥώμη προσελάβετο· εὐθὺς γὰρ μετὰ τὴν Ἀπελλικῶντος τελευτὴν Σύλλας ἦρε τὴν Ἀπελλικῶντος βιβλιοθήκην ὁ τὰς Ἀθήνας ἑλών, δεῦρο δὲ κομισθεῖσαν Τυραννίων τε ὁ γραμματικὸς διεχειρίσατο φιλαριστοτέλης ὤν, θεραπεύσας τὸν ἐπὶ τῆς βιβλιοθήκης, καὶ βιβλιοπῶλαί τινες γραφεῦσι φαύλοις χρώμενοι καὶ οὐκ ἀντιβάλλοντες, ὅπερ καὶ ἐπὶ τῶν ἄλλων συμβαίνει τῶν εἰς πρᾶσιν γραφομένων βιβλίων καὶ ἐνθάδε καὶ ἐν Ἀλεξανδρείᾳ.
And Rome also contributed much to this; for immediately after the death of Apellicon, Sulla, who had captured Athens, carried off the library of Apellicon, and when it was brought here, Tyrannion the grammarian, being a lover of Aristotle, managed it, having courted the one in charge of the library, and certain booksellers used bad scribes and did not collate, which also happens in the case of other books written for sale both here and in Alexandria.
περὶ μὲν οὖν τούτων ἀπόχρη.
Concerning these things, then, let it suffice.
§13.1.55ἐκ δὲ τῆς Σκήψεως καὶ ὁ Δημήτριος ἔστιν οὗ μεμνήμεθα πολλάκις, ὁ τὸν Τρωικὸν διάκοσμον ἐξηγησάμενος γραμματικός, κατὰ τὸν αὐτὸν χρόνον γεγονὼς Κράτητι καὶ Ἀριστάρχῳ·
And from Scepsis is also Demetrius, whom we mention often, the grammarian who explained "The Trojan Battle-order," having lived at the same time as Crates and Aristarchus.
καὶ μετὰ τοῦτον Μητρόδωρος, ἀνὴρ ἐκ τοῦ φιλοσόφου μεταβεβληκὼς ἐπὶ τὸν πολιτικὸν βίον καὶ ῥητορεύων τὸ πλέον ἐν τοῖς συγγράμμασιν·
And after him, Metrodorus, a man who had changed from the life of a philosopher to the political life, and wrote rhetorically for the most part in his treatises.
ἐχρήσατο δὲ φράσεώς τινι χαρακτῆρι καινῷ καὶ κατεπλήξατο πολλούς·
He used a certain novel style of phrasing and astonished many.
διὰ δὲ τὴν δόξαν ἐν Χαλκηδόνι γάμου λαμπροῦ πένης ὢν ἔτυχε καὶ ἐχρημάτιζε Χαλκηδόνιος·
On account of his reputation, although he was poor, he obtained a brilliant marriage in Chalcedon and made his fortune as a Chalcedonian.
Μιθριδάτην δὲ θεραπεύσας τὸν Εὐπάτορα συναπῆρεν εἰς τὸν Πόντον ἐκείνῳ μετὰ τῆς γυναικὸς καὶ ἐτιμήθη διαφερόντως, ταχθεὶς ἐπὶ τῆς δικαιοδοσίας, ἀφʼ ἧς οὐκ ἦν τῷ κριθέντι ἀναβολὴ τῆς δίκης ἐπὶ τὸν βασιλέα.
And having courted Mithridates Eupator, he set sail with him to Pontus together with his wife, and was honored exceptionally, being appointed over the jurisdiction from which there was no appeal of the case to the king for the person judged.
οὐ μέντοι διηυτύχησεν, ἀλλʼ ἐμπεσὼν εἰς ἔχθραν ἀδικωτέρων ἀνθρώπων ἀπέστη τοῦ βασιλέως κατὰ τὴν πρὸς Τιγράνην τὸν Ἀρμένιον πρεσβείαν·
He did not, however, continue to be fortunate, but having fallen into enmity with more unjust men, he revolted from the king during the embassy to Tigranes the Armenian.
ὁ δʼ ἄκοντα ἀνέπεμψεν αὐτὸν τῷ Εὐπάτορι, φεύγοντι ἤδη τὴν προγονικήν, κατὰ δὲ τὴν ὁδὸν κατέστρεψε τὸν βίον εἴθʼ ὑπὸ τοῦ βασιλέως εἴθʼ ὑπὸ νόσου· λέγεται γὰρ ἀμφότερα.
But Tigranes sent him back, against his will, to Eupator, who was already fleeing from his ancestral domain, and on the way he ended his life, either by the hand of the king or by disease; for both are said.
περὶ μὲν τῶν Σκηψίων ταῦτα.
Concerning the Scepsians, then, let this suffice.
§13.1.56μετὰ δὲ Σκῆψιν Ἄνδειρα καὶ Πιονίαι καὶ ἡ Γαργαρίς.
And after Scepsis are Andeira, Pioniae, and Gargaris.
ἔστι δὲ λίθος περὶ τὰ Ἄνδειρα, ὃς καιόμενος σίδηρος γίνεται· εἶτα μετὰ γῆς τινος καμινευθεὶς ἀποστάζει ψευδάργυρον, ἣ προσλαβοῦσα χαλκὸν τὸ καλούμενον γίνεται κρᾶμα, ὅ τινες ὀρείχαλκον καλοῦσι·
There is a stone near Andeira which, when burnt, becomes iron; then, when smelted in a furnace with a certain earth, it distills pseudo-silver, which, when copper is added, becomes the so-called mixture, which some call oreichalcos.
γίνεται δὲ ψευδάργυρος καὶ περὶ τὸν Τμῶλον.
And pseudo-silver is also produced near Tmolus.
ταῦτα δʼ ἐστὶ τὰ χωρία, ἃ οἱ Λέλεγες κατεῖχον· ὡς δʼ αὕτως καὶ τὰ περὶ Ἄσσον.
These are the places which the Leleges held; and likewise also those around Assus.