Humanitext Reader

ストラボン · 地理誌 §13.1.47-13.1.49

アレクサンドリアへの統合とスミンテウスの伝承

419 / 577 箇所 · ギリシア語

要旨

アカイイオン周辺の小都市がアレクサンドリアへと統合された歴史を説明し、クリュサのスミンテウス・アポロン神殿にまつわるネズミの起源伝承や、レクトン岬以南の地理的状況を記述する。

§13.1.47ἦν δὲ τῷ Ἀχαιίῳ συνεχὴς ἥ τε Λάρισα καὶ Κολωναί, τῆς αίας οὖσαι πρότερον, καὶ ἡ νῦν Χρῦσα, ἐφʼ ὕψους τινὸς πετρώδους ὑπὲρ τῆς θαλάττης ἱδρυμένη, καὶ ἡ Ἁμαξιτὸς ἡ τῷ Λεκτῷ ὑποκειμένη συνεχής· νῦν δʼ ἡ Ἀλεξάνδρεια συνεχής ἐστι τῷ Ἀχαιίῳ· τὰ δὲ πολίσματα ἐκεῖνα συνῳκισμένα τυγχάνει, καθάπερ καὶ ἄλλα πλείω τῶν φρουρίων, εἰς τὴν Ἀλεξάνδρειαν, ὧν καὶ Κεβρήνη καὶ Νεανδρία ἐστὶ καὶ τὴν χώραν ἔχουσιν ἐκεῖνοι· ὁ δὲ τόπος ἐν ᾧ νῦν κεῖται ἡ Ἀλεξάνδρεια Σιγία ἐκαλεῖτο. §13.1.48ἐν δὲ τῇ Χρύσῃ ταύτῃ καὶ τὸ τοῦ Σμινθέως Ἀπόλλωνός ἐστιν ἱερόν, καὶ τὸ σύμβολον τὸ τὴν ἐτυμότητα τοῦ ὀνόματος σῶζον, ὁ μῦς, ὑπόκειται τῷ ποδὶ τοῦ ξοάνου· Σκόπα δʼ ἐστὶν ἔργα τοῦ Παρίου· συνοικειοῦσι δὲ καὶ τὴν ἱστορίαν εἴτε μῦθον τούτῳ τῷ τόπῳ τὴν περὶ τῶν μυῶν. τοῖς γὰρ ἐκ τῆς Κρήτης ἀφιγμένοις Τεύκροις (οὓς πρῶτος παρέδωκε Καλλῖνος ὁ τῆς ἐλεγείας ποιητής, ἠκολούθησαν δὲ πολλοί) χρησμὸς ἦν, αὐτόθι ποιήσασθαι τὴν μονὴν ὅπου ἂν οἱ γηγενεῖς αὐτοῖς ἐπιθῶνται· συμβῆναι δὲ τοῦτʼ αὐτοῖς φασι περὶ Ἁμαξιτόν· νύκτωρ γὰρ πολὺ πλῆθος ἀρουραίων μυῶν ἐξανθῆσαν διαφαγεῖν ὅσα σκύτινα τῶν τε ὅπλων καὶ τῶν χρηστηρίων· τοὺς δὲ αὐτόθι μεῖναι· τούτους δὲ καὶ τὴν Ἴδην ἀπὸ τῆς ἐν Κρήτῃ προσονομάσαι. Ἡρακλείδης δʼ ὁ Ποντικὸς πληθύοντάς φησι τοὺς μύας περὶ τὸ ἱερὸν νομισθῆναί τε ἱεροὺς καὶ τὸ ξόανον οὕτω κατασκευασθῆναι βεβηκὸς ἐπὶ τῷ μυΐ. ἄλλοι δʼ ἐκ τῆς Ἀττικῆς ἀφῖχθαί τινα Τεῦκρόν φασιν ἐκ δήμου Τρώων, ὃς νῦν οἱ Ξυπετεῶνες λέγεται, Τεύκρους δὲ μηδένας ἐλθεῖν ἐκ τῆς Κρήτης. τῆς δὲ πρὸς τοὺς Ἀττικοὺς ἐπιπλοκῆς τῶν Τρώων τιθέασι σημεῖον καὶ τὸ παρʼ ἀμφοτέροις Ἐριχθόνιόν τινα γενέσθαι τῶν ἀρχηγετῶν. λέγουσι μὲν οὖν οὕτως οἱ νεώτεροι, τοῖς δʼ Ὁμήρου μᾶλλον ἔπεσι συμφωνεῖ τὰ ἐν τῷ Θήβης πεδίῳ καὶ τῇ αὐτόθι Χρύσῃ ἱδρυμένῃ ποτὲ δεικνύμενα ἴχνη, περὶ ὧν αὐτίκα ἐροῦμεν. πολλαχοῦ δʼ ἐστὶ τὸ τοῦ Σμινθέως ὄνομα· καὶ γὰρ περὶ αὐτὴν τὴν Ἁμαξιτὸν χωρὶς τοῦ κατὰ τὸ ἱερὸν Σμινθίου δύο τόποι καλοῦνται Σμίνθια· καὶ ἄλλοι δʼ ἐν τῇ πλησίον Λαρισαίᾳ· καὶ ἐν τῇ Παριανῇ δʼ ἔστι χωρίον τὰ Σμίνθια καλούμενον, καὶ ἐν Ῥόδῳ καὶ ἐν Λίνδῳ, καὶ ἄλλοθι δὲ πολλαχοῦ· καλοῦσι δὲ νῦν τὸ ἱερὸν Σμίνθιον. χωρὶς γοῦν καὶ τὸ Ἁλήσιον πεδίον οὐ μέγα ἐντὸς τοῦ Λεκτοῦ καὶ τὸ Τραγασαῖον ἁλοπήγιον αὐτόματον τοῖς ἐτησίαις πηγνύμενον πρὸς Ἁμαξιτῷ. ἐπὶ δὲ τῷ Λεκτῷ βωμὸς τῶν δώδεκα θεῶν δείκνυται, καλοῦσι δʼ Ἀγαμέμνονος ἵδρυμα· ἐν ἐπόψει δὲ τῷ Ἰλίῳ ἐστὶ τὰ χωρία ταῦτα, ὡς ἐν διακοσίοις σταδίοις ἢ μικρῷ πλείοσιν· ὡς δʼ αὕτως καὶ τὰ περὶ Ἄβυδον ἐκ θατέρου μέρους, μικρὸν δʼ ὅμως ἐγγυτέρω ἡ Ἄβυδος. §13.1.49κάμψαντι δὲ τὸ Λεκτὸν ἐλλογιμώταται πόλεις τῶν Αἰολέων καὶ ὁ Ἀδραμυττηνὸς κόλπος ἐκδέχεται, ἐν ᾧ τοὺς πλείους τῶν Λελέγων κατοικίζων ὁ ποιητὴς φαίνεται καὶ τοὺς Κίλικας διττοὺς ὄντας. ἐνταῦθα δὲ καὶ ὁ τῶν Μιτυληναίων ἐστὶν αἰγιαλός, κώμας τινὰς ἔχων τῶν κατὰ τὴν ἤπειρον τῶν Μιτυληναίων. τὸν δὲ αὐτὸν κόλπον καὶ Ἰδαῖον λέγουσιν· ἡ γὰρ ἀπὸ τοῦ Λεκτοῦ ῥάχις ἀνατείνουσα πρὸς τὴν Ἴδην ὑπέρκειται τῶν πρώτων τοῦ κόλπου μερῶν, ἐν οἷς πρῶτον τοὺς Λέλεγας ἱδρυμένους ὁ ποιητὴς πεποίηκεν.
ラリサとコロナイは、以前はテネドスの領地に属していたが、アカイイオンに隣接しており、また海上の岩がちの高地に建てられた現在のクリュサ、およびレクトンの下に位置してこれに隣接するハマクシトスも同様であった。しかし現在は、アレクサンドリアがアカイイオンに隣接している。これらの中小都市は、他のいくつかの砦と同様に、アレクサンドリアに併合されており、その中にはケブレネやネアンドリアも含まれ、彼らがその領地を所有している。アレクサンドリアが現在位置している場所は、以前はシギアと呼ばれていた。このクリュサにはスミンテウス・アポロンの神殿もあり、その名の語源を保存する象徴であるネズミが、木彫神像の足元に置かれている。これらはパロス出身のスコパスの作品である。人々はまた、ネズミに関する歴史、あるいは神話をこの場所と結びつけている。というのも、クレタから到着したテウクロス人たち(彼らについて最初に伝えたのは哀歌詩人カリノスであり、多くの者がこれに続いた)には、「地から生まれた者たち」が彼らを襲う場所に定住地を設けるべし、という神託があったからである。そして、このことがハマクシトスの周辺で彼らに起こったと人々は言う。夜の間に、おびたいしい数の野ネズミが群れをなして現れ、武器や道具の革でできた部分をすべて食い荒らしたのである。そこで彼らはその場に留まり、クレタにある山にちなんで、ここのイダ山を名付けたという。一方、ポントスのヘラクレイデスは、神殿の周囲にネズミが群がっていたため、それらが神聖なものとみなされ、木彫神像もこのようにネズミを踏みつけて立っている姿で制作されたのだと言っている。他の人々は、アッティカの、現在はクシュペテオネスと呼ばれているトローエス区から、あるテウクロスがやって来たのであり、クレタからはテウクロス人は一人も来なかったと主張している。彼らはまた、トロイア人とアッティカ人との結びつきを示す証拠として、双方においてエリクトニオスという人物が始祖の一人であったという事実を挙げている。後世の著述家たちはこのように言っているが、ホメロスの詩句とよりよく一致するのは、テーベー平原と、かつてそこに建てられていたクリュサに示されている痕跡であり、これについてはすぐに述べることにする。また、スミンテウスという名は多くの場所に存在する。実際、ハマクシトス自体の周辺でも、神殿のあるスミンティオンのほかに、二つの場所がスミンティアと呼ばれている。また、隣接するラリサ地方にも他の場所があり、パリアネ地方にもスミンティアと呼ばれる場所があり、ロドスやリンドス、その他多くの場所にもある。人々は現在、その神殿をスミンティオンと呼んでいる。ともかく、これらとは別に、レクトンの内側にはそれほど大きくないハレシオン平原があり、ハマクシトスの近くには、エテシア風によって自然に塩が固まるトラガサイオン塩田がある。そしてレクトンには十二神 of 祭壇が示されており、人々はこれをアガメムノンが建てたものと呼んでいる。これらの場所はイリオンから見渡せる位置にあり、その距離は約二百スタディオンか、あるいはそれよりわずかに遠い程度である。反対側の、アビュドス周辺の地域も同様であるが、それでもアビュドスの方が少し近い。レクトンを回ると、アイオリス人の最も著名な都市とアドラミュッティオン湾が迎えてくれるが、この湾は、詩人がレレゲス人の大部分と、二つのグループに分かれていたキリキア人たちを居住させた場所であると思われる。ここにはまた、ミティレネ人たちの海岸があり、大陸にあるミティレネ人たちの村をいくつか含んでいる。人々はこの湾をイダ湾とも呼んでいる。レクトンからイダ山へと伸びる山稜が、湾 of 入り口にあたる部分の上方にそびえており、詩人はそこにレレゲス人たちが最初に定住したと描写しているからである。

語釈・文法注

  1. §13.1.47τῆς αίας — 写本の τῆς αίας は破損があり、諸説ある。τῆς Λαρισαίας(ラリサの地)、τῆς Τενεδίων περαίας(テネドス人の対岸の領土)などの復元が提案されるが、文脈上はかつて独立していた、あるいはテネドスなど近隣勢力に属していた周辺領土を指す。
  2. §13.1.48Σκόπα — パロス島出身の彫刻家スコパス(Skopas)の属格形(Σκόπας, -α)。アッティカ・コイネーにおける男性第1変化名詞の属格語尾 -α を採用している。主節の述語 ἔργα(複数中性)に対して単数属格で修飾しており、「スコパスの作品である」という意味。
  3. §13.1.48τοῖς γὰρ ἐκ τῆς Κρήτης ἀφιγμένοις Τεύκροις — 所有の与格。後続する χρησμὸς ἦν(神託があった)に係り、「クレータ島からやって来たテウクロス人たちには……神託があった」という文脈を形成する。
  4. §13.1.48ὅπου ἂν οἱ γηγενεῖς αὐτοῖς ἐπιθῶνται — 関係代名詞に ἄν を伴い、接続法現在 ἐπιθῶνται(ἐπιτίθημι「襲う」の3人称複数)を用いた一般化・不特定の関係節。ここでは未来の状況を想定した「大地の子供たち(あるいは土着の者たち)が彼らを襲うであろう場所ならどこにでも」を意味する。
  5. §13.1.49κάμψαντι δὲ τὸ Λεκτὸν — 与格の分詞 κάμψαντι(κάμπτω「回る」の行為者の与格、ここでは「レクトン岬を回る人にとって」)による場所・方向の表現。「レクトン岬を回ると……が迎え入れる(ἐκδέχεται)」という、地理的記述でよく見られる「旅人の与格(dative of the local viewpoint)」。

この箇所を引用する

ストラボン, 地理誌 §13.1.47-13.1.49. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:13.1.47-13.1.49

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。