Humanitext Reader

斯特拉波 · 地理学 §13.1.47-13.1.49

并入亚历山大里亚与斯敏透斯的传说

第 419 段,共 577 段 · 希腊语

内容简介

斯特拉波解释了阿开伊翁附近的小城镇并入亚历山大里亚的历史,叙述了与克律萨的斯敏透斯·阿波罗神庙相关的关于老鼠的起源传说,并描述了莱克同岬角以南的地理状况。

§13.1.47ἦν δὲ τῷ Ἀχαιίῳ συνεχὴς ἥ τε Λάρισα καὶ Κολωναί, τῆς αίας οὖσαι πρότερον, καὶ ἡ νῦν Χρῦσα, ἐφʼ ὕψους τινὸς πετρώδους ὑπὲρ τῆς θαλάττης ἱδρυμένη, καὶ ἡ Ἁμαξιτὸς ἡ τῷ Λεκτῷ ὑποκειμένη συνεχής· νῦν δʼ ἡ Ἀλεξάνδρεια συνεχής ἐστι τῷ Ἀχαιίῳ·
拉里萨和科洛奈与阿开伊翁相接,它们以前属于特涅多斯人的领地,现在的克律萨也与之相接(建在海上方岩石嶙峋的高地),紧接着是位于莱克同底下的阿马克西托斯;但现在,亚历山大里亚与阿开伊翁相接。
τὰ δὲ πολίσματα ἐκεῖνα συνῳκισμένα τυγχάνει, καθάπερ καὶ ἄλλα πλείω τῶν φρουρίων, εἰς τὴν Ἀλεξάνδρειαν, ὧν καὶ Κεβρήνη καὶ Νεανδρία ἐστὶ καὶ τὴν χώραν ἔχουσιν ἐκεῖνοι·
那些小城镇,就像其他许多堡垒一样,刚好被并入到亚历山大里亚,其中包括克布雷内和内安德里亚,它们的领地现在也由亚历山大里亚人占有。
ὁ δὲ τόπος ἐν ᾧ νῦν κεῖται ἡ Ἀλεξάνδρεια Σιγία ἐκαλεῖτο.
亚历山大里亚现在所在的地点以前被称为西吉亚。
§13.1.48ἐν δὲ τῇ Χρύσῃ ταύτῃ καὶ τὸ τοῦ Σμινθέως Ἀπόλλωνός ἐστιν ἱερόν, καὶ τὸ σύμβολον τὸ τὴν ἐτυμότητα τοῦ ὀνόματος σῶζον, ὁ μῦς, ὑπόκειται τῷ ποδὶ τοῦ ξοάνου· Σκόπα δʼ ἐστὶν ἔργα τοῦ Παρίου·
在这座克律萨,还有斯敏透斯·阿波罗的神庙,而保存该名称词源的象征——老鼠,则置于木雕神像的脚下;这是帕罗斯人斯科帕斯的作品。
συνοικειοῦσι δὲ καὶ τὴν ἱστορίαν εἴτε μῦθον τούτῳ τῷ τόπῳ τὴν περὶ τῶν μυῶν.
人们还将关于老鼠的历史或神话与这一地点联系起来。
τοῖς γὰρ ἐκ τῆς Κρήτης ἀφιγμένοις Τεύκροις (οὓς πρῶτος παρέδωκε Καλλῖνος ὁ τῆς ἐλεγείας ποιητής, ἠκολούθησαν δὲ πολλοί) χρησμὸς ἦν, αὐτόθι ποιήσασθαι τὴν μονὴν ὅπου ἂν οἱ γηγενεῖς αὐτοῖς ἐπιθῶνται·
因为对于从克里特岛抵达的特乌克罗斯人(最早记载他们的是哀歌诗人卡里诺斯,随后有许多人附和),有一个神谕说,在“地生者”袭击他们的地方建立定居点。
συμβῆναι δὲ τοῦτʼ αὐτοῖς φασι περὶ Ἁμαξιτόν· νύκτωρ γὰρ πολὺ πλῆθος ἀρουραίων μυῶν ἐξανθῆσαν διαφαγεῖν ὅσα σκύτινα τῶν τε ὅπλων καὶ τῶν χρηστηρίων·
据说,这件事情发生在阿马克西托斯附近;因为在夜间,大量的田鼠涌现,啃噬了他们武器和工具上所有皮革制成的部分。
τοὺς δὲ αὐτόθι μεῖναι· τούτους δὲ καὶ τὴν Ἴδην ἀπὸ τῆς ἐν Κρήτῃ προσονομάσαι.
于是他们留在了那里,并根据克里特岛的伊达山为这里的伊达山命名。
Ἡρακλείδης δʼ ὁ Ποντικὸς πληθύοντάς φησι τοὺς μύας περὶ τὸ ἱερὸν νομισθῆναί τε ἱεροὺς καὶ τὸ ξόανον οὕτω κατασκευασθῆναι βεβηκὸς ἐπὶ τῷ μυΐ.
而蓬托斯的赫拉克莱德斯说,由于神庙周围聚集了大量的老鼠,它们被视为神圣之物,因此木雕神像也被制作成踩在老鼠身上的样子。
ἄλλοι δʼ ἐκ τῆς Ἀττικῆς ἀφῖχθαί τινα Τεῦκρόν φασιν ἐκ δήμου Τρώων, ὃς νῦν οἱ Ξυπετεῶνες λέγεται, Τεύκρους δὲ μηδένας ἐλθεῖν ἐκ τῆς Κρήτης.
另一些人则说,某个特乌克罗斯是从阿提卡(来自特罗埃斯德姆,现在被称为克苏佩特奥内斯)来到这里的,并没有特乌克罗斯人来自克里特岛。
τῆς δὲ πρὸς τοὺς Ἀττικοὺς ἐπιπλοκῆς τῶν Τρώων τιθέασι σημεῖον καὶ τὸ παρʼ ἀμφοτέροις Ἐριχθόνιόν τινα γενέσθαι τῶν ἀρχηγετῶν.
作为特洛伊人与阿提卡人之间联系的证据,他们还指出,在两边都有一位名叫埃里克托尼奥斯的人是其始祖之一。
λέγουσι μὲν οὖν οὕτως οἱ νεώτεροι, τοῖς δʼ Ὁμήρου μᾶλλον ἔπεσι συμφωνεῖ τὰ ἐν τῷ Θήβης πεδίῳ καὶ τῇ αὐτόθι Χρύσῃ ἱδρυμένῃ ποτὲ δεικνύμενα ἴχνη, περὶ ὧν αὐτίκα ἐροῦμεν.
尽管后代学者这样说,但与荷马的诗句更相吻合的,是在底比平原和曾经建在那里的克律萨所展现的遗迹,我们马上就会谈到这些。
πολλαχοῦ δʼ ἐστὶ τὸ τοῦ Σμινθέως ὄνομα·
斯敏透斯这个名字在许多地方都有。
καὶ γὰρ περὶ αὐτὴν τὴν Ἁμαξιτὸν χωρὶς τοῦ κατὰ τὸ ἱερὸν Σμινθίου δύο τόποι καλοῦνται Σμίνθια· καὶ ἄλλοι δʼ ἐν τῇ πλησίον Λαρισαίᾳ· καὶ ἐν τῇ Παριανῇ δʼ ἔστι χωρίον τὰ Σμίνθια καλούμενον, καὶ ἐν Ῥόδῳ καὶ ἐν Λίνδῳ, καὶ ἄλλοθι δὲ πολλαχοῦ·
因为在阿马克西托斯本身的周围,除了神庙所在的斯敏透翁之外,还有两处地方被称为斯敏蒂亚;邻近的拉里萨地区也有其他地方被称为此名;在帕里乌姆地区也有一处名为斯敏蒂亚的地方,在罗得岛、林多斯以及其他许多地方也有。
καλοῦσι δὲ νῦν τὸ ἱερὸν Σμίνθιον.
现在他们将该神庙称为斯敏透翁。
χωρὶς γοῦν καὶ τὸ Ἁλήσιον πεδίον οὐ μέγα ἐντὸς τοῦ Λεκτοῦ καὶ τὸ Τραγασαῖον ἁλοπήγιον αὐτόματον τοῖς ἐτησίαις πηγνύμενον πρὸς Ἁμαξιτῷ.
无论如何,除此之外,在莱克同内部还有一处不大的哈莱西翁平原,而在阿马克西托斯附近有特拉加赛翁天然盐田,它在季风的作用下自然结晶。
ἐπὶ δὲ τῷ Λεκτῷ βωμὸς τῶν δώδεκα θεῶν δείκνυται, καλοῦσι δʼ Ἀγαμέμνονος ἵδρυμα·
在莱克同岬角上,展示着十二神祭坛,人们称其为阿伽门门所建。
ἐν ἐπόψει δὲ τῷ Ἰλίῳ ἐστὶ τὰ χωρία ταῦτα, ὡς ἐν διακοσίοις σταδίοις ἢ μικρῷ πλείοσιν·
这些地方都在伊利翁的视野之内,距离大约两百斯塔德或稍多一点。
ὡς δʼ αὕτως καὶ τὰ περὶ Ἄβυδον ἐκ θατέρου μέρους, μικρὸν δʼ ὅμως ἐγγυτέρω ἡ Ἄβυδος.
同样,在另一侧的阿拜多斯周围地区也是如此,不过阿拜多斯还是要稍微近一些。
§13.1.49κάμψαντι δὲ τὸ Λεκτὸν ἐλλογιμώταται πόλεις τῶν Αἰολέων καὶ ὁ Ἀδραμυττηνὸς κόλπος ἐκδέχεται, ἐν ᾧ τοὺς πλείους τῶν Λελέγων κατοικίζων ὁ ποιητὴς φαίνεται καὶ τοὺς Κίλικας διττοὺς ὄντας.
绕过莱克同,埃奥利斯人最著名的城市和阿德拉米蒂翁湾便呈现在眼前,诗人似乎把大部分莱莱格斯人和分为两支的基利基亚人安置在这个海湾。
ἐνταῦθα δὲ καὶ ὁ τῶν Μιτυληναίων ἐστὶν αἰγιαλός, κώμας τινὰς ἔχων τῶν κατὰ τὴν ἤπειρον τῶν Μιτυληναίων.
这里也是米蒂利尼人的海岸,拥有一些位于大陆上的米蒂利尼人的村庄。
τὸν δὲ αὐτὸν κόλπον καὶ Ἰδαῖον λέγουσιν· ἡ γὰρ ἀπὸ τοῦ Λεκτοῦ ῥάχις ἀνατείνουσα πρὸς τὴν Ἴδην ὑπέρκειται τῶν πρώτων τοῦ κόλπου μερῶν, ἐν οἷς πρῶτον τοὺς Λέλεγας ἱδρυμένους ὁ ποιητὴς πεποίηκεν.
人们也将这个海湾称为伊达湾;因为从莱克同延伸到伊达山的脊线位于海湾前部上方,诗人曾描写莱莱格斯人首先安顿在此处。

词汇与语法注释

  1. §13.1.47τῆς αίας — 手抄本中的 τῆς αίας 存在破损。学者们提出了诸如 τῆς Λαρισαίας(拉里萨领地)或 τῆς Τενεδίων περαίας(特涅多斯人对岸领地)等复原方案。无论何种情况,它都是指该地区在合并之前的领地。
  2. §13.1.48Σκόπα — 雕塑家斯科帕斯(Σκόπας)的单数属格形式(Σκόπα),采用了阿提卡-通用希腊语(Koine)中第一变格法阳性名词的属格词尾 -α。它修饰中性复数主语 ἔργα,意为“斯科帕斯的作品”。
  3. §13.1.48τοῖς γὰρ ἐκ τῆς Κρήτης ἀφιγμένοις Τεύκροις — 领有与格。它与后文的 χρησμὸς ἦν(有神谕给……)相呼应,意为“对于从克里特岛抵达的特乌克罗斯人……有神谕”。
  4. §13.1.48ὅπου ἂν οἱ γηγενεῖς αὐτοῖς ἐπιθῶνται — 带有 ἄν 和虚拟式现在时 ἐπιθῶνται(ἐπιτίθημι“袭击”的第三人称复数)的泛指关系从句。此处设想未来的情况,意为“无论地生者在何处袭击他们”。
  5. §13.1.49κάμψαντι δὲ τὸ Λεκτὸν — 使用与格分词 κάμψαντι(源自 κάμπτω“绕过”)的观察者与格(旅人与格),常用于地理学描述。字面意思是“对于绕过莱克同岬角的人,城市接待了他”。

引用这一段

斯特拉波, 地理学 §13.1.47-13.1.49. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:13.1.47-13.1.49

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。