§13.1.44συμπίπτει δʼ εἰς αὐτὸν ὁ Ἄνδιρος ἀπὸ τῆς Καρησηνῆς, ὀρεινῆς τινος πολλαῖς κώμαις συνοικουμένης καὶ γεωργουμένης καλῶς, παρακειμένης τῇ Δαρδανικῇ μέχρι τῶν περὶ Ζέλειαν καὶ Πιτύειαν τόπων·
そして、アンディロス川がカレセネ地方からこの川[スカマンドロス川]へと合流している。 カレセネは多くの村々が営まれ、よく耕作された山がちの地方であり、ゼレイアやピテュエイアの周辺地域にいたるまでダーダニア地方に隣接している。
ὠνομάσθαι δὲ τὴν χώραν φασὶν ἀπὸ τοῦ Καρήσου ποταμοῦ, ὃν ὠνόμακεν ὁ ποιητής
"
Ῥῆσός θʼ Ἑπτάπορός τε Κάρησός τε Ῥοδίος τε·
この地方の名はカレソス川に由来すると言われており、この川について詩人は次のように呼んでいる。 "Ῥῆσός θʼ Ἑπτάπορος... [レソス、ヘプタポロス、カレソス、そしてロディオス。
"
τὴν δὲ πόλιν κατεσπάσθαι τὴν ὁμώνυμον τῷ ποταμῷ.
] "そして、川と同名の都市は破壊された。
πάλιν δʼ οὕτως φησίν
ὁ μὲν Ῥῆσος ποταμὸς νῦν καλεῖται Ῥοείτης, εἰ μὴ ἄρα ὁ εἰς τὸν Γράνικον ἐμβάλλων Ῥῆσός ἐστιν.
さらに、彼は次のようにも述べている。 レソス川は現在はロイテスと呼ばれているが、あるいは、グラニコス川に流入するレソス川がそれであるかもしれない。
Ἑπτάπορος δέ, ὃν καὶ Πολύπορον λέγουσιν, ἑπτάκις διαβαινόμενος ἐκ τῶν περὶ τὴν καλὴν πεύκην χωρίων ἐπὶ Μελαινὰς κώμην ἰοῦσι καὶ τὸ Ἀσκληπίειον, ἵδρυμα Λυσιμάχου.
ヘプタポロス川は、ポリポロスとも呼ばれており、美しい松の周辺の地域から、メライナイ村やリュシマコスの建立したアスクレピオス神殿へと向かう人々が七回渡る川である。
περὶ δὲ τῆς καλῆς πεύκης Ἄτταλος ὁ πρῶτος βασιλεύσας οὕτως γράφει·
美しい松について、最初に王となったアッタロスは次のように書いている。
τὴν μὲν περίμετρον εἶναί φησι ποδῶν τεττάρων καὶ εἴκοσι, τὸ δὲ ὕψος ἀπὸ μὲν ῥίζης ἀνιέναι ἐπὶ ἑξήκοντα καὶ ἑπτὰ πόδας, εἶτʼ εἰς τρία σχιζομένην ἴσον ἀλλήλων διέχοντα, εἶτα πάλιν συναγομένην εἰς μίαν κορυφήν, ἀποτελοῦσαν τὸ πᾶν ὕψος δυεῖν πλέθρων καὶ πεντεκαίδεκα πηχῶν·
その周囲は24フィートあり、高さは根元から67フィートまで伸び、そこから三つに等間隔に分かれ、それから再び一つの頂点へと集まり、全体の高さは2プレトロンと15ペキュス(キュビット)に達するという。
Ἀδραμυττίου δὲ διέχει πρὸς ἄρκτον ἑκατὸν καὶ ὀγδοήκοντα σταδίους.
また、アドラミュッティオンから北へ180スタディオン離れている。
Κάρησος δʼ ἀπὸ Μαλοῦντος ῥεῖ, τόπου τινὸς κειμένου μεταξὺ Παλαισκήψεως καὶ Ἀχαιίου τῆς Τενεδίων περαίας·
カレソス川はマルースから流れており、そこはパライスケプシスと、テネドス人の対岸であるアカイイオンとの間に位置する場所である。
ἐμβάλλει δὲ εἰς τὸν Αἴσηπον.
そしてカレソス川はアイセポス川へと流入する。
Ῥοδίος δὲ ἀπὸ Κλεανδρίας καὶ Γόρδου, ἃ διέχει τῆς καλῆς πεύκης ἑξήκοντα σταδίους·
ロディオス川はクランドリアとゴルドゥスから流れており、そこは美しい松から60スタディオン離れている。
ἐμβάλλει δʼ εἰς τὸν Αἴνιον.
そしてアイニオス川へと流入する。
§13.1.45τοῦ δʼ αὐλῶνος τοῦ περὶ τὸν Αἴσηπον ἐν ἀριστερᾷ τῆς ῥύσεως αὐτοῦ πρῶτον ἔστι Πολίχνα τειχῆρες χωρίον, εἶθʼ ἡ Παλαίσκηψις, εἶτʼ Ἀλαζόνιον.
アイセポス川周辺の谷のうち、その流れの左側には、まず城壁に囲まれた土地であるポリクナがあり、次にパライスケプシス、そしてアラゾニオンがある。
τοῦτʼ ἤδη πεπλασμένον πρὸς τὴν τῶν Ἁλιζώνων ὑπόθεσιν, περὶ ὧν εἰρήκαμεν.
この最後のは、我々がすでに述べたハリゾネス(アリゾネス)の仮説に合わせて、すでに捏造されたものである。
εἶτα Κάρησος ἐρήμη καὶ ἡ Καρησηνὴ καὶ ὁμώνυμος ποταμός, ποιῶν καὶ αὐτὸς αὐλῶνα ἀξιόλογον, ἐλάττω δὲ τοῦ περὶ τὸν Αἴσηπον.
次に、廃墟となったカレソスと、カレセネ地方、および同名の川があり、これもまた、アイセポス川周辺の谷よりは小さいが、注目に値する谷を形成している。
τὰ δʼ ἑξῆς ἤδη τὰ τῆς Ζελείας ἐστὶ πεδία καὶ ὀροπέδια καλῶς γεωργούμενα·
それに続くのは、すでによく耕作されたゼレイアの平野や台地である。
ἐν δεξιᾷ δὲ τοῦ Αἰσήπου μεταξὺ Πολίχνας τε καὶ Παλαισκήψεως ἡ Νέα κώμη καὶ Ἀργυρία.
一方、アイセポス川の右側、ポリクナとパライスケプシスの間には、ネア・コメ(新村)とアルギュリア(銀鉱地)がある。
καὶ τοῦτο πάλιν πλάσμα πρὸς τὴν αὐτὴν ὑπόθεσιν, ὅπως σωθείη τὸ
"
ὅθεν ἀργύρου ἐστὶ γενέθλη.
そしてこれもまた、同じ仮説に合わせ、「銀の生まれ出ずる地」という詩行を救い出すために捏造されたものである。
"
ἡ οὖν Ἀλύβη ποῦ ἢ Ἀλόπη ἢ ὅπως βούλονται παρονομάζειν;
では、アリュベ、あるいはアロペ、あるいは彼らが名前を歪めて呼びたいと思う地は、いったいどこにあるというのか。
ἐχρῆν γὰρ καὶ τοῦτο πλάσαι παρατριψαμένους τὸ μέτωπον, καὶ μὴ χωλὸν ἐᾶν καὶ ἕτοιμον πρὸς ἔλεγχον ἅπαξ ἤδη ἀποτετολμηκότας.
一度あえてそのような大胆な試みをした以上、彼らは額の皮膚をこすり落としてこれをも捏造すべきであり、不完全なままにして暴露されやすい状態にしておくべきではなかった。
ταῦτα μὲν οὖν ἔνστασιν ἔχει τοιαύτην, τἆλλα δὲ ὑπολαμβάνομεν, ἢ τά γε πλεῖστα, δεῖν προσέχειν ὡς ἀνδρὶ ἐμπείρῳ καὶ ἐντοπίῳ, φροντίσαντί τε τοσοῦτον περὶ τούτων ὥστε τριάκοντα βίβλους συγγράψαι στίχων ἐξήγησιν μικρῷ πλειόνων ἑξήκοντα, τοῦ καταλόγου τῶν Τρώων.
これらのことにはそのような異論がある。 しかし、その他のこと、あるいはその大部分については、トロイア勢の目録のわずか60行強の詩行の解釈のために30巻もの著書を著すほど、これらのことについて深く考究した、経験豊かで地元の人物であるデメトリオスに耳を傾けるべきであると、我々は考えている。
φησὶ δʼ οὖν τὴν Παλαίσκηψιν τῆς μὲν Νέας διέχειν πεντήκοντα σταδίους, τοῦ δὲ ποταμοῦ τοῦ Αἰσήπου τριάκοντα·
いずれにせよ、彼はパライスケプシスがネア・コメから50スタディオン、アイセポス川から30スタディオン離れていると述べている。
ἀπὸ δὲ τῆς Παλαισκήψεως ταύτης διατεῖναι τὴν ὁμωνυμίαν καὶ εἰς ἄλλους πλείους τόπους.
また、このパライスケプシスという名前の同一性は、他の多くの場所にも及んでいるという。
ἐπάνιμεν δὲ ἐπὶ τὴν παραλίαν ὅθενπερ ἀπελίπομεν.
さて、我々は立ち去った海岸へと戻ることにしよう。
§13.1.46ἔστι δὴ μετὰ τὴν Σιγειάδα ἄκραν καὶ τὸ Ἀχίλλειον ἡ Τενεδίων περαία τὸ Ἀχαίιον καὶ αὐτὴ ἡ Τένεδος, οὐ πλείους τῶν τετταράκοντα σταδίων διέχουσα τῆς ἠπείρου·
シゲイオンの岬とアキレイオンの先には、テネドス人の対岸であるアカイイオン、そしてテネドス島自体がある。 この島は本土から40スタディオンも離れていない。
ἔχει δὲ τὴν περίμετρον ὅσον ὀγδοήκοντα σταδίων καὶ πόλιν Αἰολίδα καὶ λιμένας δύο καὶ ἱερὸν τοῦ Σμινθέως Ἀπόλλωνος, καθάπερ καὶ ὁ ποιητὴς μαρτυρεῖ
"
Τενέδοιό τε ἶφι ἀνάσσεις,
Σμινθεῦ.
周囲はおよそ80スタディオンであり、アイオリス人の都市と二つの港、そしてスミンテウス・アポロンの神殿があり、詩人も次のように証言している。 "そしてテネドスを力強く支配される、スミンテウスよ。
"
περίκειται δʼ αὐτῇ νησία πλείω, καὶ δὴ καὶ δύο ἃ καλοῦσι Καλύδνας, κειμένας κατὰ τὸν ἐπὶ Λεκτὸν πλοῦν·
"その周囲にはいくつかの小島が取り囲んでおり、特にレクトンへの航路の途中に位置するカリュドナイと呼ばれる二つの島がある。
καὶ αὐτὴν δὲ τὴν Τένεδον Κάλυδναν τινὲς εἶπον, ἄλλοι δὲ Λεύκοφρυν.
また、テネドス自体をカリュドナと呼ぶ者もいれば、レウコプリュスと呼ぶ者もいる。
μυθεύουσι δʼ ἐν αὐτῇ τὰ περὶ τὸν Τέννη ἀφʼ οὗ καὶ τοὔνομα τῇ νήσῳ, καὶ τὰ περὶ τὸν Κύκνον, Θρᾷκα τὸ γένος, πατέρα δʼ, ὥς τινες, τοῦ Τέννου, βασιλέα δὲ Κολωνῶν.
この島では、島名の由来となったテンネスに関する神話や、トラキア生まれで、一説にはテンネスの父であり、コロナイの王であったクュクノスに関する神話が語られている。