§13.1.44συμπίπτει δʼ εἰς αὐτὸν ὁ Ἄνδιρος ἀπὸ τῆς Καρησηνῆς, ὀρεινῆς τινος πολλαῖς κώμαις συνοικουμένης καὶ γεωργουμένης καλῶς, παρακειμένης τῇ Δαρδανικῇ μέχρι τῶν περὶ Ζέλειαν καὶ Πιτύειαν τόπων·
安迪罗斯河从卡雷塞内流入此河。 卡雷塞内是一个山地地区,分布着许多村庄,土地肥沃,耕作良好,与达尔达尼亚接壤,一直延伸到泽雷亚和皮堤厄亚周围的地区。
ὠνομάσθαι δὲ τὴν χώραν φασὶν ἀπὸ τοῦ Καρήσου ποταμοῦ, ὃν ὠνόμακεν ὁ ποιητής
"
Ῥῆσός θʼ Ἑπτάπορός τε Κάρησός τε Ῥοδίος τε· "
τὴν δὲ πόλιν κατεσπάσθαι τὴν ὁμώνυμον τῷ ποταμῷ.
据说,该地区得名于卡雷索斯河,诗人曾提及此河: “雷索斯、赫普塔波罗斯、卡雷索斯与罗迪奥斯;” 而与该河同名的城市已被摧毁。
πάλιν δʼ οὕτως φησίν
ὁ μὲν Ῥῆσος ποταμὸς νῦν καλεῖται Ῥοείτης, εἰ μὴ ἄρα ὁ εἰς τὸν Γράνικον ἐμβάλλων Ῥῆσός ἐστιν.
他又如此说道:雷索斯河现在被称为罗伊特斯,除非那条注入格拉尼科斯河的河流才是雷索斯河。
Ἑπτάπορος δέ, ὃν καὶ Πολύπορον λέγουσιν, ἑπτάκις διαβαινόμενος ἐκ τῶν περὶ τὴν καλὴν πεύκην χωρίων ἐπὶ Μελαινὰς κώμην ἰοῦσι καὶ τὸ Ἀσκληπίειον, ἵδρυμα Λυσιμάχου.
赫普塔波罗斯河,人们也称其为多普罗斯,在从美丽的松树周围地区前往梅莱奈村和由利西马科斯建立的阿斯克勒庇俄斯神庙时,需要渡过七次。
περὶ δὲ τῆς καλῆς πεύκης Ἄτταλος ὁ πρῶτος βασιλεύσας οὕτως γράφει· τὴν μὲν περίμετρον εἶναί φησι ποδῶν τεττάρων καὶ εἴκοσι, τὸ δὲ ὕψος ἀπὸ μὲν ῥίζης ἀνιέναι ἐπὶ ἑξήκοντα καὶ ἑπτὰ πόδας, εἶτʼ εἰς τρία σχιζομένην ἴσον ἀλλήλων διέχοντα, εἶτα πάλιν συναγομένην εἰς μίαν κορυφήν, ἀποτελοῦσαν τὸ πᾶν ὕψος δυεῖν πλέθρων καὶ πεντεκαίδεκα πηχῶν· Ἀδραμυττίου δὲ διέχει πρὸς ἄρκτον ἑκατὸν καὶ ὀγδοήκοντα σταδίους.
关于那棵美丽的松树,第一位称王的人阿塔罗斯这样写道:他说其周长为二十四英尺,高度自根部向上延伸至六十七英尺,然后分叉为三支,彼此等距,接着又汇合为单一的树顶,使总高度达到二普勒特戎又十五肘;它位于阿德拉米蒂翁以北一百八十斯塔德处。
Κάρησος δʼ ἀπὸ Μαλοῦντος ῥεῖ, τόπου τινὸς κειμένου μεταξὺ Παλαισκήψεως καὶ Ἀχαιίου τῆς Τενεδίων περαίας· ἐμβάλλει δὲ εἰς τὸν Αἴσηπον.
卡雷索斯河发源于马卢斯,那是一个介于帕莱斯凯普西斯与阿开伊翁之间的地点;它注入埃塞波斯河。
Ῥοδίος δὲ ἀπὸ Κλεανδρίας καὶ Γόρδου, ἃ διέχει τῆς καλῆς πεύκης ἑξήκοντα σταδίους· ἐμβάλλει δʼ εἰς τὸν Αἴνιον.
罗迪奥斯河发源于克莱安德里亚和戈尔杜斯,这两地距离美丽的松树六十斯塔德;它注入艾尼奥斯河。
§13.1.45τοῦ δʼ αὐλῶνος τοῦ περὶ τὸν Αἴσηπον ἐν ἀριστερᾷ τῆς ῥύσεως αὐτοῦ πρῶτον ἔστι Πολίχνα τειχῆρες χωρίον, εἶθʼ ἡ Παλαίσκηψις, εἶτʼ Ἀλαζόνιον.
在埃塞波斯河周围的河谷中,在其流向的左侧,首先是波利克纳,一座筑有城墙的地点,然后是帕莱斯凯普西斯,接着是阿拉佐尼翁。
τοῦτʼ ἤδη πεπλασμένον πρὸς τὴν τῶν Ἁλιζώνων ὑπόθεσιν, περὶ ὧν εἰρήκαμεν.
这最后一个地名,已经是为迎合我们曾提到过得哈利佐内斯人的假说而捏造出来的。
εἶτα Κάρησος ἐρήμη καὶ ἡ Καρησηνὴ καὶ ὁμώνυμος ποταμός, ποιῶν καὶ αὐτὸς αὐλῶνα ἀξιόλογον, ἐλάττω δὲ τοῦ περὶ τὸν Αἴσηπον.
然后是荒废的卡雷索斯、卡雷塞内地区以及同名河流,该河本身也形成了一个显著的河谷,但比埃塞波斯河周围的河谷要小。
τὰ δʼ ἑξῆς ἤδη τὰ τῆς Ζελείας ἐστὶ πεδία καὶ ὀροπέδια καλῶς γεωργούμενα· ἐν δεξιᾷ δὲ τοῦ Αἰσήπου μεταξὺ Πολίχνας τε καὶ Παλαισκήψεως ἡ Νέα κώμη καὶ Ἀργυρία.
接下来的地方已经是泽雷亚平原和高原,耕作良好;而在埃塞波斯河的右侧,介于波利克纳与帕莱斯凯普西斯之间的是内亚·科梅和阿耳古里亚。
καὶ τοῦτο πάλιν πλάσμα πρὸς τὴν αὐτὴν ὑπόθεσιν, ὅπως σωθείη τὸ
"
ὅθεν ἀργύρου ἐστὶ γενέθλη.
而这同样也是为了迎合相同的假说而作的捏造,以便保留这一诗句: “那里是银的诞生之地。
"
ἡ οὖν Ἀλύβη ποῦ ἢ Ἀλόπη ἢ ὅπως βούλονται παρονομάζειν;
” 那么,阿吕贝,或者阿洛佩,或者任何他们想通过改变名称来称呼的地方,究竟在哪里呢?
ἐχρῆν γὰρ καὶ τοῦτο πλάσαι παρατριψαμένους τὸ μέτωπον, καὶ μὴ χωλὸν ἐᾶν καὶ ἕτοιμον πρὸς ἔλεγχον ἅπαξ ἤδη ἀποτετολμηκότας.
因为一旦已经敢于尝试,他们本该厚着脸皮把这也捏造出来,而不该让它残缺不全、易被识破。
ταῦτα μὲν οὖν ἔνστασιν ἔχει τοιαύτην, τἆλλα δὲ ὑπολαμβάνομεν, ἢ τά γε πλεῖστα, δεῖν προσέχειν ὡς ἀνδρὶ ἐμπείρῳ καὶ ἐντοπίῳ, φροντίσαντί τε τοσοῦτον περὶ τούτων ὥστε τριάκοντα βίβλους συγγράψαι στίχων ἐξήγησιν μικρῷ πλειόνων ἑξήκοντα, τοῦ καταλόγου τῶν Τρώων.
这些事情确实存在这样的异议,但对于其他事情,或者至少是绝大多数事情,我们认为必须听取德米特里乌斯的意见,他是一位经验丰富的本地人,他在此事上倾注了如此多的心血,以至于为《特洛伊人名录》中仅六十多行的诗句撰写了三十卷的注释。
φησὶ δʼ οὖν τὴν Παλαίσκηψιν τῆς μὲν Νέας διέχειν πεντήκοντα σταδίους, τοῦ δὲ ποταμοῦ τοῦ Αἰσήπου τριάκοντα· ἀπὸ δὲ τῆς Παλαισκήψεως ταύτης διατεῖναι τὴν ὁμωνυμίαν καὶ εἰς ἄλλους πλείους τόπους.
总之,他说帕莱斯凯普西斯距离内亚·科梅五十斯塔德,距离埃塞波斯河三十斯塔德;并且帕莱斯凯普西斯这一名称的同名性也延伸到了其他许多地方。
ἐπάνιμεν δὲ ἐπὶ τὴν παραλίαν ὅθενπερ ἀπελίπομεν.
现在让我们回到我们所离开的海岸。
§13.1.46ἔστι δὴ μετὰ τὴν Σιγειάδα ἄκραν καὶ τὸ Ἀχίλλειον ἡ Τενεδίων περαία τὸ Ἀχαίιον καὶ αὐτὴ ἡ Τένεδος, οὐ πλείους τῶν τετταράκοντα σταδίων διέχουσα τῆς ἠπείρου· ἔχει δὲ τὴν περίμετρον ὅσον ὀγδοήκοντα σταδίων καὶ πόλιν Αἰολίδα καὶ λιμένας δύο καὶ ἱερὸν τοῦ Σμινθέως Ἀπόλλωνος, καθάπερ καὶ ὁ ποιητὴς μαρτυρεῖ
"
Τενέδοιό τε ἶφι ἀνάσσεις,
Σμινθεῦ.
在西盖翁海岬和阿基莱翁之后,是特涅多斯人对岸的阿开伊翁,以及特涅多斯岛本身,该岛距离大陆不超过四十斯塔德;其周长约为八十斯塔德,有一座埃奥利斯人的城市和两个港口,以及一座斯敏透斯·阿波罗的神庙,正如诗人也见证道: “你以力量统治着特涅多斯,斯敏透斯啊。
"
περίκειται δʼ αὐτῇ νησία πλείω, καὶ δὴ καὶ δύο ἃ καλοῦσι Καλύδνας, κειμένας κατὰ τὸν ἐπὶ Λεκτὸν πλοῦν· καὶ αὐτὴν δὲ τὴν Τένεδον Κάλυδναν τινὲς εἶπον, ἄλλοι δὲ Λεύκοφρυν.
” 其周围环绕着若干小岛,特别是被称为卡吕德奈的两座岛屿,位于通往莱克同的航路上;有些人将特涅多斯本身称为卡吕德纳,另一些人则称其为莱科普律斯。
μυθεύουσι δʼ ἐν αὐτῇ τὰ περὶ τὸν Τέννη ἀφʼ οὗ καὶ τοὔνομα τῇ νήσῳ, καὶ τὰ περὶ τὸν Κύκνον, Θρᾷκα τὸ γένος, πατέρα δʼ, ὥς τινες, τοῦ Τέννου, βασιλέα δὲ Κολωνῶν.
岛上流传着关于滕内斯的传说,以及关于色雷斯人库克诺斯的传说,有人说他是滕内斯的父亲,也是科洛奈的国王。