§13.1.26τὴν δὲ τῶν Ἰλιέων πόλιν τῶν νῦν τέως μὲν κώμην εἶναί φασι τὸ ἱερὸν ἔχουσαν τῆς Ἀθηνᾶς μικρὸν καὶ εὐτελές, Ἀλέξανδρον δὲ ἀναβάντα μετὰ τὴν ἐπὶ Γρανίκῳ νίκην ἀναθήμασί τε κοσμῆσαι τὸ ἱερὸν καὶ προσαγορεῦσαι πόλιν καὶ οἰκοδομίαις ἀναλαβεῖν προστάξαι τοῖς ἐπιμεληταῖς ἐλευθέραν τε κρῖναι καὶ ἄφορον·
現在のイリオン人たちの都市について言えば、以前はアテナの小さく簡素な神殿を持つ村にすぎなかったと人々は言っているが、アレクサンドロスがグラニコス川での勝利の後に上ってきて、その神殿を奉納物で飾り、都市と呼び、管理者たちに建設によって復興するよう命じ、自由で免税の都市と決定した。
ὕστερον δὲ μετὰ τὴν κατάλυσιν τῶν Περσῶν ἐπιστολὴν καταπέμψαι φιλάνθρωπον, ὑπισχνούμενον πόλιν τε ποιῆσαι μεγάλην καὶ ἱερὸν ἐπισημότατον καὶ ἀγῶνα ἀποδείξειν ἱερόν.
後にペルシア帝国の滅亡の後、彼は好意的な書簡を送り、大都市にすること、きわめて高名な神殿を築くこと、そして聖なる競技会を挙行することを約束した。
μετὰ δὲ τὴν ἐκείνου τελευτὴν Λυσίμαχος μάλιστα τῆς πόλεως ἐπεμελήθη καὶ νεὼν κατεσκεύασε καὶ τεῖχος περιεβάλετο ὅσον τετταράκοντα σταδίων, συνῴκισέ τε εἰς αὐτὴν τὰς κύκλῳ πόλεις ἀρχαίας ἤδη κεκακωμένας, ὅτε καὶ Ἀλεξανδρείας ἤδη ἐπεμελήθη, συνῳκισμένης μὲν ἤδη ὑπʼ Ἀντιγόνου καὶ προσηγορευμένης Ἀντιγονείας, μεταβαλούσης δὲ τοὔνομα·
彼の死後、リュシマコスがこの都市を最も手厚く世話し、神殿を建設し、約四十スタディオンに及ぶ城壁を巡らせ、周囲の、すでに荒廃していた古代の諸都市をこの都市へ統合させた。 その際、彼はすでにアンティゴノスによって統合・創建されてアンティゴネイアと呼ばれていたものの、その名を変えたアレクサンドリアの世話もした。
ἔδοξε γὰρ εὐσεβὲς εἶναι τοὺς Ἀλέξανδρον διαδεξαμένους ἐκείνου πρότερον κτίζειν ἐπωνύμους πόλεις, εἶθʼ ἑαυτῶν·
というのも、アレクサンドロスの後継者たちにとって、彼(アレクサンドロス)の名を冠した都市をまず創建し、その後に自分たちの名を冠することが敬虔なことと思われたからである。
καὶ δὴ καὶ συνέμεινε καὶ αὔξησιν ἔσχε, νῦν δὲ καὶ Ῥωμαίων ἀποικίαν δέδεκται καὶ ἔστι τῶν ἐλλογίμων πόλεων.
そして実際、この都市は存続して発展を遂げ、現在ではローマの植民市をも受け入れており、著名な都市の一つとなっている。
§13.1.27καὶ τὸ Ἴλιον δʼ ὃ νῦν ἔστι κωμόπολίς τις ἦν, ὅτε πρῶτον Ῥωμαῖοι τῆς Ἀσίας ἐπέβησαν καὶ ἐξέβαλον Ἀντίοχον τὸν μέγαν ἐκ τῆς ἐντὸς τοῦ Ταύρου.
現在あるイリオンもまた、ローマ人が初めてアジアに足を踏み入れ、タウロス山脈の内側から大アンティオコスを追い出した時には、ある種の大村落にすぎなかった。
φησὶ γοῦν Δημήτριος ὁ Σκήψιος, μειράκιον ἐπιδημήσας εἰς τὴν πόλιν κατʼ ἐκείνους τοὺς καιρούς, οὕτως ὠλιγωρημένην ἰδεῖν τὴν κατοικίαν ὥστε μηδὲ κεραμωτὰς ἔχειν τὰς στέγας·
実際、スケプシスのデメトリオスは、当時若者としてその都市に滞在したが、その居住地が非常に軽んじられているのを目にしたので、屋根に瓦さえ葺かれていなかったと述べている。
Ἡγησιάναξ δὲ τοὺς Γαλάτας περαιωθέντας ἐκ τῆς Εὐρώπης ἀναβῆναι μὲν εἰς τὴν πόλιν δεομένους ἐρύματος, παρὰ χρῆμα δʼ ἐκλιπεῖν διὰ τὸ ἀτείχιστον·
またヘゲシアナクスによれば、ヨーロッパから渡ってきたガラティア人たちが、拠点を求めてその都市に上ってきたものの、城壁がないためにただちに立ち去ったという。
ὕστερον δʼ ἐπανόρθωσιν ἔσχε πολλήν.
しかしその後、この都市は多大な復興を遂げた。
εἶτʼ ἐκάκωσαν αὐτὴν πάλιν οἱ μετὰ Φιμβρίου Ῥωμαῖοι λαβόντες ἐκ πολιορκίας ἐν τῷ Μιθριδατικῷ πολέμῳ.
その後、ミトリダテス戦争において、フィンブリア率いるローマ人たちが包囲攻撃によって占領し、再びその都市を荒廃させた。
συνεπέμφθη δὲ ὁ Φιμβρίας ὑπάτῳ Ὀυαλερίῳ Φλάκκῳ ταμίας προχειρισθέντι ἐπὶ τὸν Μιθριδάτην·
このフィンブリアは、ミトリダテスに対抗するために選出された執政官ウァレリウス・フラックスに財務官として同伴して派遣されたのであるが、ビテュニアにおいて反乱を起こして執政官を殺害し、自ら軍の指揮権を握った。
καταστασιάσας δὲ καὶ ἀνελὼν τὸν ὕπατον κατὰ Βιθυνίαν αὐτὸς κατεστάθη κύριος τῆς στρατιᾶς, καὶ προελθὼν εἰς Ἴλιον, οὐ δεχομένων αὐτὸν τῶν Ἰλιέων ὡς λῃστήν, βίαν τε προσφέρει καὶ δεκαταίους αἱρεῖ·
そしてイリオンに進軍したが、イリオン人たちが彼を略奪者として受け入れなかったため、武力を行使し、十日目に占領した。
καυχωμένου δʼ ὅτι ἣν Ἀγαμέμνων πόλιν δεκάτῳ ἔτει μόλις εἷλε τὸν χιλιόναυν στόλον ἔχων καὶ τὴν σύμπασαν Ἑλλάδα συστρατεύουσαν, ταύτην αὐτὸς δεκάτῃ ἡμέρᾳ χειρώσαιτο, εἶπέ τις τῶν Ἰλιέων
οὐ γὰρ ἦν Ἕκτωρ ὁ ὑπερμαχῶν τῆς πόλεως.
アガメムノンが千艘の艦隊を率い、全ギリシアを従軍させて、十念目にしてようやく落とした都市を、自分は十日目に征服したと彼が自慢した時、イリオン人の一人が言った。 「都市のために戦ってくれるヘクトルがいなかったからだ。
τοῦτον μὲν οὖν ἐπελθὼν Σύλλας κατέλυσε, καὶ τὸν Μιθριδάτην κατὰ συμβάσεις εἰς τὴν οἰκείαν ἀπέπεμψε, τοὺς δʼ Ἰλιέας παρεμυθήσατο πολλοῖς ἐπανορθώμασι.
」さて、スッラがやって来てこの者を滅ぼし、ミトリダテスを協定に基づいて本国へ送り返し、イリオン人たちには多くの復興策をもって慰撫した。
καθʼ ἡμᾶς μέντοι Καῖσαρ ὁ θεὸς πολὺ πλέον αὐτῶν προὐνόησε ζηλώσας ἅμα καὶ Ἀλέξανδρον·
しかし、我々の時代になって、神君カエサルは、アレクサンドロスへの敬慕もあって、彼らのためにそれよりもはるかに手厚い配慮をした。
ἐκεῖνος γὰρ κατὰ συγγενείας ἀνανέωσιν ὥρμησε προνοεῖν αὐτῶν, ἅμα καὶ φιλόμηρος ὤν·
というのも、アレクサンドロスは血縁関係の更新に基づいて彼らを配慮することに努め、同時にホメロス愛好家でもあったからである。
φέρεται γοῦν τις διόρθωσις τῆς Ὁμήρου ποιήσεως, ἡ ἐκ τοῦ νάρθηκος λεγομένη, τοῦ Ἀλεξάνδρου μετὰ τῶν περὶ Καλλισθένη καὶ Ἀνάξαρχον ἐπελθόντος καὶ σημειωσαμένου τινά, ἔπειτα καταθέντος εἰς νάρθηκα ὃν ηὗρεν ἐν τῇ Περσικῇ γάζῃ πολυτελῶς κατεσκευασμένον.
実際、ホメロス詩の「小箱の校訂本」と呼ばれる校訂版が伝わっているが、これはアレクサンドロスがカリステネスやアナクサルコスらとともに目を通し、いくつかの箇所に注記を施し、その後、ペルシアの財宝の中から見つけた、豪華に作られた小箱に納めたものである。
κατά τε δὴ τὸν τοῦ ποιητοῦ ζῆλον καὶ κατὰ τὴν συγγένειαν τὴν ἀπὸ τῶν Αἰακιδῶν τῶν ἐν Μολοττοῖς βασιλευσάντων, παρʼ οἷς καὶ τὴν Ἀνδρομάχην ἱστοροῦσι βασιλεῦσαι τὴν Ἕκτορος γενομένην γυναῖκα, ἐφιλοφρονεῖτο πρὸς τοὺς Ἰλιέας ὁ Ἀλέξανδρος·
このように、詩人への思慕と、モロッソイ人たちの間で王位についたアイアキデス一族からの血縁――彼らのもとでは、かつてヘクトルの妻であったアンドロマケが女王として君臨したと伝えられているが――に基づいて、アレクサンドロスはイリオン人たちに好意を示したのである。
ὁ δὲ Καῖσαρ καὶ φιλαλέξανδρος ὢν καὶ τῆς πρὸς τοὺς Ἰλιέας συγγενείας γνωριμώτερα ἔχων τεκμήρια, ἐπερρώσθη πρὸς τὴν εὐεργεσίαν νεανικῶς·
一方、カエサルは、アレクサンドロス崇拝者であり、またイリオン人との血縁のより明確な証拠を持っていたため、若々しい情熱をもってその恩恵を施すことに励んだ。
γνωριμώτερα δέ, πρῶτον μὲν ὅτι Ῥωμαῖος, οἱ δὲ Ῥωμαῖοι τὸν Αἰνείαν ἀρχηγέτην ἡγοῦνται, ἔπειτα ὅτι Ἰούλιος ἀπὸ Ἰούλου τινὸς τῶν προγόνων·
そのより明確な証拠とは、第一に、彼がローマ人であり、ローマ人はアイネイアスを始祖とみなしていること、第二に、彼が先祖の一人であるユルスに由来するユリウス氏族の者であることである。
ἐκεῖνος δʼ ἀπὸ Ἰούλου τὴν προσωνυμίαν ἔσχε ταύτην, τῶν ἀπογόνων εἷς ὢν τῶν ἀπὸ Αἰνείου.
そしてその先祖は、アイネイアスの子孫の一人として、ユルスからその名を得たのである。
χώραν τε δὴ προσένειμεν αὐτοῖς καὶ τὴν ἐλευθερίαν καὶ τὴν ἀλειτουργησίαν αὐτοῖς συνεφύλαξε καὶ μέχρι νῦν συμμένουσιν ἐν τούτοις.
こうして、彼は彼らに土地を分け与え、自由と公共義務の免除を保障し、彼らは現在に至るまでそれらを保持し続けている。
ὅτι δʼ οὐκ ἐνταῦθα ἵδρυται τὸ παλαιὸν Ἴλιον καθʼ Ὅμηρον σκοποῦσιν, ἐκ τῶν τοιῶνδε τεκμαίρονται.
しかし、古代のイリオンが現在ある場所には築かれていなかったということは、ホメロスの記述に照らして考察する人々にとって、次のような証拠から推測される。
πρότερον δὲ ὑπογραπτέον τοὺς τόπους ἀπὸ τῆς παραλίας ἀρξαμένους ἀφʼ ἧσπερ ἐλίπομεν.
しかしその前に、我々が離れたあの海岸から始めて、諸地域を大まかに描き出しておく必要がある。