§13.1.22Ἄβυδος δὲ Μιλησίων ἐστὶ κτίσμα ἐπιτρέψαντος Γύγου τοῦ Λυδῶν βασιλέως·
アビュドスはミレトス人の創建であり、リュディアの王ギュゲスがこれを許した。
ἦν γὰρ ἐπʼ ἐκείνῳ τὰ χωρία καὶ ἡ Τρῳὰς ἅπασα, ὀνομάζεται δὲ καὶ ἀκρωτήριόν τι πρὸς Δαρδάνῳ Γύγας·
なぜなら、これら一帯の場所とトロイア地方全土は彼の支配下にあったからである。 ダルダノスの近くには、ギュゲスと名付けられた岬もある。
ἐπίκειται δὲ τῷ στόματι τῆς Προποντίδος καὶ τοῦ Ἑλλησπόντου, διέχει δὲ τὸ ἴσον Λαμψάκου καὶ Ἰλίου, σταδίους περὶ ἑβδομήκοντα καὶ ἑκατόν.
アビュドスはプロポンティスとヘレスポントスの入り口に位置し、ランプサコスとイリオンからほぼ等距離、すなわち約百七十スタディオン離れている。
ἐνταῦθα δʼ ἔστι τὸ ἑπταστάδιον ὅπερ ἔζευξε Ξέρξης, τὸ διορίζον τὴν Εὐρώπην καὶ τὴν Ἀσίαν.
ここにはクセルクセスが架橋した、ヨーロッパとアジアを分かつ七スタディオンの海峡(幅)がある。
καλεῖται δʼ ἡ ἄκρα τῆς Εὐρώπης Χερρόνησος διὰ τὸ σχῆμα, ἡ ποιοῦσα τὰ στενὰ τὰ κατὰ τὸ ζεῦγμα·
ヨーロッパ側の岬はその形状のためにヘルソネソス(半島)と呼ばれ、架橋の地点で狭い海峡を形成している。
ἀντίκειται δὲ τὸ ζεῦγμα τῇ Ἀβύδῳ.
そして架橋はアビュドスの向かいにある。
Σηστὸς δὲ ἀρίστη τῶν ἐν Χερρονήσῳ πόλεων·
セストスはヘルソネソスにある諸都市の中で最も優れた都市である。
διὰ δὲ τὴν γειτοσύνην ὑπὸ τῷ αὐτῷ ἡγεμόνι καὶ αὕτη ἐτέτακτο, οὔπω ταῖς ἠπείροις διοριζόντων τῶν τότε τὰς ἡγεμονίας.
その近さのために、この都市も同じ支配者の下に配されていたが、これは当時の人々が大陸によって支配権を画定していなかったからである。
ἡ μὲν οὖν Ἄβυδος καὶ ἡ Σηστὸς διέχουσιν ἀλλήλων τριάκοντά που σταδίους ἐκ λιμένος εἰς λιμένα, τὸ δὲ ζεῦγμά ἐστι μικρὸν ἀπὸ τῶν πόλεων παραλλάξαντι ἐξ Ἀβύδου μὲν ὡς ἐπὶ τὴν Προποντίδα, ἐκ δὲ Σηστοῦ εἰς τοὐναντίον·
さて、アビュドスとセストスは港から港まで互いにおよそ三十スタディオン離れている。 しかし架橋の場所はそれらの都市から少し離れており、アビュドスからはプロポンティスの方向へ、セストスからはその反対へずれたところにある。
ὀνομάζεται δὲ πρὸς τῇ Σηστῷ τόπος Ἀποβάθρα, καθʼ ὃν ἐζεύγνυτο ἡ σχεδία.
セストスの近くにはアポバトラと呼ばれる場所があり、そこに舟橋が架けられていた。
ἔστι δὲ ἡ Σηστὸς ἐνδοτέρω κατὰ τὴν Προποντίδα ὑπερδέξιος τοῦ ῥοῦ τοῦ ἐξ αὐτῆς·
セストスはプロポンティス側へより内側に位置し、そこから流れ出る潮流の上流にある。
διὸ καὶ εὐπετέστερον ἐκ τῆς Σηστοῦ διαίρουσι παραλεξάμενοι μικρὸν ἐπὶ τὸν τῆς Ἡροῦς πύργον, κἀκεῖθεν ἀφιέντες τὰ πλοῖα συμπράττοντος τοῦ ῥοῦ πρὸς τὴν περαίωσιν·
それゆえ、セストスから渡る人々は、ヘロの塔まで少し沿岸を進み、そこから船を出す方が容易であり、潮流が向こう岸への渡航を助けてくれる。
τοῖς δʼ ἐξ Ἀβύδου περαιουμένοις παραλεκτέον ἐστὶν εἰς τἀναντία ὀκτώ που σταδίους ἐπὶ πύργον τινὰ κατʼ ἀντικρὺ τῆς Σηστοῦ, ἔπειτα διαίρειν πλάγιον καὶ μὴ τελέως ἐναντίον ἔχουσι τὸν ῥοῦν.
これに対して、アビュドスから渡る人々は、潮流とは反対方向に、セストスの向かいにある塔まで八スタディオンほど沿岸を進み、それから斜めに渡るべきであり、さもなければ完全に潮流に逆らうことになってしまう。
ᾤκουν δὲ τὴν Ἄβυδον μετὰ τὰ Τρωικὰ Θρᾷκες, εἶτα Μιλήσιοι.
トロイア戦争の後、アビュドスにはトラキア人が、次いでミレトス人が住んだ。
τῶν δὲ πόλεων ἐμπρησθεισῶν ὑπὸ Δαρείου τοῦ Ξέρξου πατρὸς τῶν κατὰ τὴν Προποντίδα, ἐκοινώνησε καὶ ἡ Ἄβυδος τῆς αὐτῆς συμφορᾶς·
プロポンティス沿いの諸都市がクセルクセスの父ダレイオスによって放火された際、アビュドスも同様の災厄を共有した。
ἐνέπρησε δὲ πυθόμενος μετὰ τὴν ἀπὸ τῶν Σκυθῶν ἐπάνοδον τοὺς νομάδας παρασκευάζεσθαι διαβαίνειν ἐπʼ αὐτὸν κατὰ τιμωρίαν ὧν ἔπαθον, δεδιὼς μὴ αἱ πόλεις πορθμεῖα παράσχοιεν τῇ στρατιᾷ.
ダレイオスが放火した理由は、スキティアからの帰還の後、遊牧民たちが自分たちの受けた痛手の報復として彼に対して渡航してくる準備をしていると聞き、これらの都市がその軍勢に船を提供することを恐れたからであった。
συνέβη δὲ πρὸς ταῖς ἄλλαις μεταβολαῖς καὶ τῷ χρόνῳ καὶ τοῦτο αἴτιον τῆς συγχύσεως τῶν τόπων.
そして、他の諸々の変化や時の経過に加えて、このこともまた、これらの場所が混同される原因となった。
περὶ δὲ Σηστοῦ καὶ τῆς ὅλης Χερρονήσου προείπομεν ἐν τοῖς περὶ τῆς Θρᾴκης τόποις.
セストスおよびヘルソネソス全体については、すでにトラキアに関する箇所で述べた。
φησὶ δὲ τὴν Σηστὸν Θεόπομπος βραχεῖαν μὲν εὐερκῆ δέ, καὶ σκέλει διπλέθρῳ συνάπτειν πρὸς τὸν λιμένα, καὶ διὰ ταῦτʼ οὖν καὶ διὰ τὸν ῥοῦν κυρίαν εἶναι τῶν παρόδων.
テオポンポスは、セストスが小規模ながら守りの堅い都市であり、二プレトロンの防壁によって港と結ばれており、それゆえにまた潮流のゆえに、航路の要衝を握っていると述べている。
§13.1.23ὑπέρκειται δὲ τῆς τῶν Ἀβυδηνῶν χώρας ἐν τῇ Τρῳάδι τὰ Ἄστυρα, ἃ νῦν μὲν Ἀβυδηνῶν ἔστι, κατεσκαμμένη πόλις, πρότερον δὲ ἦν καθʼ αὑτά, χρυσεῖα ἔχοντα ἃ νῦν σπάνιά ἐστιν, ἐξαναλωμένα, καθάπερ τὰ ἐν τῷ Τμώλῳ τὰ περὶ τὸν Πακτωλόν.
アビュドス人の領域の上方、トロイア地方にはアステュラがあり、これは現在はアビュドス人のものであるが、破壊された都市である。 しかし以前は独立した都市であり、金鉱を有していたが、現在はパクトロス川周辺のトモロス山の金鉱と同様に、枯渇してごくわずかしか残っていない。
ἀπὸ Ἀβύδου δʼ ἐπὶ Αἴσηπον περὶ ἑπτακοσίους φασὶ σταδίους, εὐθυπλοίᾳ δὲ ἐλάττους.
アビュドスからアイセポス川までは約七百スタディオンと言われているが、直行航路ならこれより短い。
§13.1.24ἔξω δὲ Ἀβύδου τὰ περὶ τὸ Ἴλιον ἔστι, τά τε παράλια ἕως Λεκτοῦ καὶ τὰ ἐν τῷ Τρωικῷ πεδίῳ καὶ τὰ παρώρεια τῆς Ἴδης τὰ ὑπὸ τῷ Αἰνείᾳ.
アビュドスの外側には、イリオン周辺の地域、すなわちレクトンにいたる沿岸地方、トロイア平野の中の地域、そしてアイネイアスの支配下にあったイダ山の山麓地方がある。
διττῶς δὲ ταῦτʼ ὀνομάζει ὁ ποιητής, τοτὲ μὲν οὕτω λέγων
"
Δαρδανίων αὖτʼ ἦρχεν ἐὺς πάις Ἀγχίσαο,
"
Δαρδανίους καλῶν, τοτὲ δὲ Δαρδάνους
"
Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταί.
詩人はこれらを二通りに呼んでおり、ある時はこのように述べて、 "さらにダルダニア人を、アンキセスの優れた息子が率いた "ダルダニア人と呼び、またある時はダルダノイと呼んで、 "トロイア人とリュキア人、そして接近戦を戦うダルダノイよ。
"
εἰκὸς δʼ ἐνταῦθα ἱδρῦσθαι τὸ παλαιὸν τὴν λεγομένην ὑπὸ τοῦ ποιητοῦ Δαρδανίαν
"
Δάρδανον αὖ πρῶτον τέκετο νεφεληγερέτα Ζεύς,
κτίσσε δὲ Δαρδανίην.
"詩人によって語られるダルダニアは、古くはこの場所に位置していたと考えうる。 "雲を集めるゼウスは、まずダルダノスを生み、彼がダルダニアを築いた。
"
νῦν μὲν γὰρ οὐδʼ ἴχνος πόλεως σώζεται αὐτόθι.
"なぜなら、現在そこには都市の跡すら残っていないからである。