§13.1.13ἐκαλεῖτο δʼ ἡ χώρα αὕτη Ἀδράστεια καὶ Ἀδραστείας πεδίον, κατὰ ἔθος τι οὕτω λεγόντων τὸ αὐτὸ χωρίον διττῶς, ὡς καὶ Θήβην καὶ Θήβης πεδίον, καὶ Μυγδονίαν καὶ Μυγδονίας πεδίον.
该地区曾被称为阿德拉斯泰亚和阿德拉斯泰亚平原,这是由于习惯将同一地方以两种方式称呼,正如人们称忒拜和忒拜平原、以及米格多尼亚和米格多尼亚平原一样。
φησὶ δὲ Καλλισθένης ἀπὸ Ἀδράστου βασιλέως, ὃς πρῶτος Νεμέσεως ἱερὸν ἱδρύσατο, καλεῖσθαι Ἀδράστειαν.
卡里斯特内斯说,阿德拉斯泰亚是得名于阿德拉斯托斯国王,他是第一个建立复仇女神(涅墨西斯)神庙的人。
ἡ μὲν οὖν πόλις μεταξὺ Πριάπου καὶ Παρίου, ἔχουσα ὑποκείμενον πεδίον ὁμώνυμον, ἐν ᾧ καὶ μαντεῖον ἦν Ἀπόλλωνος Ἀκταίου καὶ Ἀρτέμιδος κατὰ τὴν εἰς δὲ Πάριον μετηνέχθη πᾶσα ἡ κατασκευὴ καὶ λιθεία κατασπασθέντος τοῦ ἱεροῦ, καὶ ᾠκοδομήθη ἐν τῷ Παρίῳ βωμὸς, Ἑρμοκρέοντος ἔργον, πολλῆς μνήμης ἄξιον κατά τε μέγεθος καὶ κάλλος· τὸ δὲ μαντεῖον ἐξελείφθη, καθάπερ καὶ τὸ ἐν Ζελείᾳ.
那么,这座城市位于普里阿波斯和帕里翁之间,其下方有同名平原,平原上曾有阿波罗·阿克泰奥斯和阿尔特密斯的神托所,位于[]附近。 但在神庙被拆毁时,所有的陈设和石材都被运往帕里翁,并在帕里翁建造了一座祭坛,这是赫尔莫克勒翁的作品,因其规模和美观而大受瞩目;但神托所已被废弃,正如泽莱亚的神托所一样。
ἐνταῦθα μὲν οὖν οὐδὲν ἱερὸν Ἀδραστείας δείκνυται, οὐδὲ δὴ Νεμέσεως, περὶ δὲ Κύζικον ἔστιν Ἀδραστείας ἱερόν.
因此,这里既没有示出阿德拉斯泰亚的神庙,也没有示出复仇女神的神庙,但在库齐科斯周围却有一座阿德拉斯泰亚的神庙。
Ἀντίμαχος δʼ οὕτω φησίν
"
ἔστι δέ τις Νέμεσις μεγάλη θεὸς, ἣ τάδε πάντα
πρὸς μακάρων ἔλαχεν· βωμὸν δέ οἱ εἵσατο πρῶτος
Ἄδρηστος, ποταμοῖο παρὰ ῥόον Αἰσήποιο,
ἔνθα τετίμηταί τε καὶ Ἀδρήστεια καλεῖται.
安提马科斯这样说道: “有一位伟大的女神涅墨西斯,她从诸神那里分得了这一切;阿德拉斯托斯首先在艾塞波斯河畔为她筑起祭坛,她在那里受到尊崇,并被称为阿德拉斯泰亚。
" §13.1.14ἔστι δὲ καὶ τὸ Πάριον πόλις ἐπὶ θαλάττῃ, λιμένα ἔχουσα μείζω τῆς Πριάπου καὶ ηὐξημένη γε ἐκ ταύτης· θεραπεύοντες γὰρ οἱ Παριανοὶ τοὺς Ἀτταλικοὺς ὑφʼ οἷς ἐτέτακτο ἡ Πριαπηνή, πολλὴν αὐτῆς ἀπετέμοντο ἐπιτρεπόντων ἐκείνων.
” 帕里翁也是一座临海城市,拥有比普里阿波斯更大的港口,并且正是通过蚕食后者而得以扩大;因为帕里翁人向统治普里阿波斯领土的阿塔罗斯王朝国王们谄媚,在国王们的默许下,割占了该领土的很大一部分。
ἐνταῦθα μυθεύουσι τοὺς Ὀφιογενεῖς συγγένειάν τινα ἔχειν πρὸς τοὺς ὄφεις· φασὶ δʼ αὐτῶν τοὺς ἄρρενας τοῖς ἐχεοδήκτοις ἄκος εἶναι συνεχῶς ἐφαπτομένους ὥσπερ τοὺς ἐπῳδούς, πρῶτον μὲν τὸ πελίωμα εἰς ἑαυτοὺς μεταφέροντας, εἶτα καὶ τὴν φλεγμονὴν παύοντας καὶ τὸν πόνον.
在此地,人们传说蛇族(奥皮奥格内斯)与蛇有某种亲缘关系;据说该族中的男性通过像驱蛇人那样持续触摸,可以治疗被毒蛇咬伤的人,他们首先将青紫的毒素转移到自己身上,然后消除炎症和疼痛。
μυθεύουσι δὲ τὸν ἀρχηγέτην τοῦ γένους ἥρωά τινα ἐξ ὄφεως μεταβαλεῖν· τάχα δὲ τῶν Ψύλλων τις ἦν τῶν Λιβυκῶν, εἰς δὲ τὸ γένος διέτεινεν ἡ δύναμις μέχρι ποσοῦ.
他们传说该族的始祖是一位英雄,是由蛇蜕变而成的;或许他是利比亚普西罗伊人的一员,其能力在一定程度上延续到了他的后代中。
κτίσμα δʼ ἐστὶ τὸ Πάριον Μιλησίων καὶ Ἐρυθραίων καὶ Παρίων.
帕里翁是米利都人、埃里特里亚人和帕罗斯人的联合殖民地。
§13.1.15Πιτύα δʼ ἐστὶν ἐν Πιτυοῦντι τῆς Παριανῆς ὑπερκείμενον ἔχουσα πιτυῶδες ὄρος· μεταξὺ δὲ κεῖται Παρίου καὶ Πριάπου κατὰ Λίνον χωρίον ἐπὶ θαλάττῃ, ὅπου οἱ Λινούσιοι κοχλίαι ἄριστοι τῶν πάντων ἁλίσκονται.
皮特亚位于帕里翁领地的皮特乌斯,其上方有一座长满松树的山;它位于帕里翁和普里阿波斯之间的海滨地带利努斯附近,那里捕捞的利努斯蜗牛是所有蜗牛中最好的。
§13.1.16ἐν δὲ τῷ παράπλῳ τῷ ἀπὸ Παρίου εἰς Πρίαπον ἥ τε παλαιὰ Προκόννησός ἐστι καὶ ἡ νῦν Προκόννησος, πόλιν ἔχουσα καὶ μέταλλον μέγα λευκοῦ λίθου σφόδρα ἐπαινούμενον· τὰ γοῦν κάλλιστα τῶν ταύτῃ πόλεων ἔργα, ἐν δὲ τοῖς πρῶτα τὰ ἐν Κυζίκῳ ταύτης ἐστὶ τῆς λίθου.
在从帕里翁到普里阿波斯的沿海航程中,有旧普罗孔内索斯和现在的普罗孔内索斯,后者拥有一座城市和一座享有盛誉的白色大理石大采石场;总之,该地区城市中最精美的建筑作品,尤其是库齐科斯的首要建筑,都是用这种石材建造的。
ἐντεῦθέν ἐστιν Ἀριστέας ὁ ποιητὴς τῶν Ἀριμασπείων καλουμένων ἐπῶν, ἀνὴρ γόης εἴ τις ἄλλος.
被誉为《阿里马斯皮亚》史诗作者的诗人阿里斯泰阿斯便来自这里,他是一个极其罕见的、如巫师般的人物。
§13.1.17τὸ δὲ Τηρείης ὄρος οἱ μὲν τὰ ἐν Πειρωσσῷ ὄρη φασὶν ἃ ἔχουσιν οἱ Κυζικηνοὶ τῇ Ζελείᾳ προσεχῆ, ἐν οἷς βασιλικὴ θήρα κατεσκεύαστο τοῖς Λυδοῖς, καὶ Πέρσαις ὕστερον· οἱ δʼ ἀπὸ τετταράκοντα σταδίων Λαμψάκου δεικνύουσι λόφον, ἐφʼ ᾧ μητρὸς θεῶν ἱερόν ἐστιν ἅγιον Τηρείης ἐπικαλούμενον.
至于特雷亚山,有人说是库齐科斯人拥有的、与泽莱亚相邻的佩罗索斯山脉,其中曾为吕底亚人、后为波斯人建有皇家猎场;但其他人则指出距离兰普萨科斯四十斯塔德处的一座山丘,其上有一座供奉“众神之母”的圣所,被称为特雷亚圣所。
§13.1.18καὶ ἡ Λάμψακος δʼ ἐπὶ θαλάττῃ πόλις ἐστὶν εὐλίμενος καὶ ἀξιόλογος, συμμένουσα καλῶς, ὥσπερ καὶ ἡ Ἄβυδος· διέχει δʼ αὐτῆς ὅσον ἑβδομήκοντα καὶ ἑκατὸν σταδίους· ἐκαλεῖτο δὲ πρότερον Πιτυοῦσσα, καθάπερ καὶ τὴν Χίον φασίν· ἐν δὲ τῇ περαίᾳ τῆς Χερρονήσου πολίχνιόν ἐστι Καλλίπολις· κεῖται δʼ ἐπʼ ἀκτῆς ἐκκειμένη πολὺ πρὸς τὴν Ἀσίαν κατὰ τὴν Λαμψακηνῶν πόλιν, ὥστε τὸ δίαρμα μὴ πλέον εἶναι τετταράκοντα σταδίων.
兰普萨科斯也是一座临海城市,港口优良且地位显著,与阿拜多斯一样保存完好;它距离阿拜多斯大约一百七十斯塔德;据说它以前被称为皮特乌萨,就像人们说基奥斯以前也这样叫一样;在赫ersonese(色雷斯切尔索内斯)的对岸有小镇卡利波利斯;它坐落在向亚洲方向突出很多的岬角上,正对兰普萨科斯人的城市,因此渡海距离不超过四十斯塔德。