§12.8.17ὅριον δέ ἐστι τῆς Φρυγίας καὶ τῆς Καρίας τὰ Κάρουρα·
カルールラはフリュギアとカリアの境界である。
κώμη δʼ ἐστὶν αὕτη πανδοχεῖα ἔχουσα καὶ ζεστῶν ὑδάτων ἐκβολάς, τὰς μὲν ἐν τῷ ποταμῷ Μαιάνδρῳ τὰς δʼ ὑπὲρ τοῦ χείλους.
ここは、旅籠があり、マイアンドロス川の中やその岸の上に温水の湧出口がある村である。
καὶ δή ποτέ φασι πορνοβοσκὸν αὐλισθέντα ἐν τοῖς πανδοχείοις σὺν πολλῷ πλήθει γυναικῶν νύκτωρ γενομένου σεισμοῦ συναφανισθῆναι πάσαις.
そして、かつてある女衒が、多くの女たちとともに旅籠に宿をとっていたところ、夜間に地震が起きて、女たち全員とともに姿を消したと言われている。
σχεδὸν δέ τι καὶ πᾶσα εὔσειστός ἐστιν ἡ περὶ τὸν Μαίανδρον χώρα καὶ ὑπόνομος πυρί τε καὶ ὕδατι μέχρι τῆς μεσογαίας.
マイアンドロス川の周辺の地域は、ほぼ全域が地震が多く、内陸部に至るまで火と水によって地下に空洞が通っている。
διατέτακε γὰρ ἀπὸ τῶν πεδίων ἀρξαμένη πᾶσα ἡ τοιαύτη κατασκευὴ τῆς χώρας εἰς τὰ Χαρώνια, τό τε ἐν Ἱεραπόλει καὶ τὸ ἐν Ἀχαράκοις τῆς Νυσαΐδος καὶ τὸ περὶ Μαγνησίαν καὶ Μυοῦντα·
なぜなら、土地のこのような構造はすべて、平原から始まってハロンの洞穴群へと延びており、それはヒエラポリスにあるもの、ニュサ領のアカラカにあるもの、そしてマグネシアやミュウスの周辺にあるものである。
εὔθρυπτός τε γάρ ἐστιν ἡ γῆ καὶ ψαθυρὰ πλήρης τε ἁλμυρίδων καὶ εὐεκπύρωτός ἐστι·
土地は崩れやすく、もろく、塩分に富み、極めて燃えやすいためである。
τάχα δὲ καὶ ὁ Μαίανδρος διὰ τοῦτο σκολιὸς ὅτι πολλὰς μεταπτώσεις λαμβάνει τὸ ῥεῖθρον, καὶ πολλὴν χοῦν κατάγων ἄλλοτʼ ἄλλῳ μέρει τῶν αἰγιαλῶν προστίθησι· τὸ δὲ πρὸς τὸ πέλαγος βιασάμενος ἐξωθεῖ.
おそらく、マイアンドロス川が曲がりくねっているのもこのためであり、その流路は多くの変動を被り、多くの堆積土を運んできては、時には海岸のこちら側に、時にはあちら側に付け加え、一方で海に迫る部分は力づくで押し出している。
καὶ δὴ καὶ τὴν Πριήνην ἐπὶ θαλάττῃ πρότερον οὖσαν μεσόγεων πεποίηκε τετταράκοντα σταδίων προσχώματι.
実際、かつては海沿いにあったプリエネを、堆積土によって四十スタディオンも内陸の都市にしてしまった。
§12.8.18καὶ ἡ Κατακεκαυμένη δέ, ἥπερ ὑπὸ Λυδῶν καὶ Μυσῶν κατέχεται, διὰ τοιαῦτά τινα τῆς προσηγορίας τετύχηκε ταύτης·
また、リュディア人とミュシア人によって占められている「カタケカウメネ(燃え殻地方)」も、このような理由によってその名称を得ている。
ἥ τε Φιλαδέλφεια, ἡ πρὸς αὐτῇ πόλις, οὐδὲ τοὺς τοίχους ἔχει πιστούς, ἀλλὰ καθʼ ἡμέραν τρόπον τινὰ σαλεύονται καὶ διίστανται διατελοῦσι δὲ προσέχοντες τοῖς πάθεσι τῆς γῆς καὶ ἀρχιτεκτονοῦντες πρὸς αὐτά.
そのすぐ近くにある都市フィラデルフィアも、壁さえも信頼できず、毎日ある意味で揺れ動き、亀裂が入っている。 しかし彼らは、土地の変動に注意を払い、それに適応した建築を行うことで、住み続けている。
καὶ τῶν ἄλλων δὲ πόλεων Ἀπάμεια μὲν καὶ πρὸ τῆς Μιθριδάτου στρατείας ἐσείσθη πολλάκις, καὶ ἔδωκεν ἐπελθὼν ὁ βασιλεὺς ἑκατὸν τάλαντα εἰς ἐπανόρθωσιν, ὁρῶν ἀνατετραμμένην τὴν πόλιν.
また、他の都市のなかでもアパメイアは、ミトリダテスの遠征の前にも何度も地震に襲われており、王はそこを訪れた際、都市が崩壊しているのを見て、復興のために百タラントンを与えた。
λέγεται δὲ καὶ ἐπʼ Ἀλεξάνδρου παραπλήσια συμβῆναι· διόπερ εἰκός ἐστι καὶ τὸν Ποσειδῶ τιμᾶσθαι παρʼ αὐτοῖς καίπερ μεσογαίοις οὖσι, καὶ ἀπὸ Κελαινοῦ τοῦ Ποσειδῶνος ἐκ Κελαινοῦς, μιᾶς τῶν Δαναΐδων, γενομένου κεκλῆσθαι τὴν πόλιν ἐπώνυμον, ἢ διὰ τῶν λίθων τὴν ἀπὸ τῶν ἐκπυρώσεων μελανίαν.
アレクサンドロスの時代にも同様のことが起きたと言われており、そのため彼らの間で、内陸に位置しているにもかかわらずポセイドンが崇拝されていることや、ダナオスの娘たちの一人であるケライノから生まれた、ポセイドンの息子ケライノスにちなんで都市が名付けられたこと、あるいは、その石が火山噴火によって黒くなっていることに由来することは、もっともなことである。
καὶ τὰ περὶ Σίπυλον δὲ καὶ τὴν ἀνατροπὴν αὐτοῦ μῦθον οὐ δεῖ τίθεσθαι·
また、シピュロスとその崩壊に関する物語も、神話とみなすべきではない。
καὶ γὰρ νῦν τὴν Μαγνησίαν τὴν ὑπʼ αὐτῷ κατέβαλον σεισμοί, ἡνίκα καὶ Σάρδεις καὶ τῶν ἄλλων τὰς ἐπιφανεστάτας κατὰ πολλὰ μέρη διελυμήναντο·
なぜなら現在でも、その麓にあるマグネシアを地震が破壊し、その際、サルディスや他の最も有名な都市の多くの部分をも甚だしく損なったからである。
ἐπηνώρθωσε δʼ ὁ ἡγεμὼν χρήματα ἐπιδούς, καθάπερ καὶ πρότερον ἐπὶ τῆς γενομένης συμφορᾶς Τραλλιανοῖς (ἡνίκα τὸ γυμνάσιον καὶ ἄλλα μέρη συνέπεσεν) ὁ πατὴρ αὐτοῦ καὶ τούτοις καὶ Λαοδικεῦσιν.
しかし、支配者が資金を提供してこれを復興させた。 それはかつてトラレスで災害が起きた際(体育場やその他の部分が崩壊したとき)、彼の父が彼らやラオディケイアの人々に対して行ったのと同様である。
¦p.814 また、古代の歴史家たちの記述を聞くこともできる。
§12.8.19ἀκούειν δʼ ἔστι καὶ τῶν παλαιῶν συγγραφέων οἷά φησιν ὁ τὰ Λύδια συγγράψας Ξάνθος, διηγούμενος οἷαι μεταβολαὶ κατέσχον πολλάκις τὴν χώραν ταύτην, ὧν ἐμνήσθημέν που καὶ ἐν τοῖς πρόσθεν.
たとえば『リュディア誌』を著したクサントスが、この地域を何度も襲ったどのような変化について語っているかは、我々も以前のどこかで言及したとおりである。
καὶ δὴ καὶ τὰ περὶ τὸν Τυφῶνα πάθη ἐνταῦθα μυθεύουσι καὶ τοὺς Ἀρίμους, καὶ τὴν Κατακεκαυμένην ταύτην εἶναί φασιν·
そして、テュポンに関する災厄やアリマの人々の神話もここに位置づけられており、彼らはこの地域が「カタケカウメネ(燃え殻地方)」であると言っている。
οὐκ ὀκνοῦσι δὲ καὶ τὰ μεταξὺ Μαιάνδρου καὶ Λυδῶν ἅπανθʼ ὑπονοεῖν τοιαῦτα καὶ διὰ τὸ πλῆθος τῶν λιμνῶν καὶ ποταμῶν καὶ τοὺς πολλαχοῦ κευθμῶνας τῆς γῆς.
さらに、マイアンドロス川とリュディア人の間の全地域が、湖や川の多さ、およびいたるところにある大地の空洞のために、そのような性質のものであると推測することをためらわない。
ἡ δὲ μεταξὺ Λαοδικείας καὶ Ἀπαμείας λίμνη καὶ βορβορώδη καὶ ὑπονόμου τὴν ἀποφορὰν ἔχει πελαγία οὖσα·
ラオディケイアとアパメイアの間にある湖は、海のように広いが、泥深く、地下を通る悪臭を放っている。
φασὶ δὲ καὶ δίκας εἶναι τῷ Μαιάνδρῳ μεταφέροντι τὰς χώρας ὅταν περικρουσθῶσιν οἱ ἀγκῶνες, ἁλόντος δὲ τὰς ζημίας ἐκ τῶν πορθμικῶν διαλύεσθαι τελῶν.
また、マイアンドロス川が蛇行して屈曲部が削り取られる際、土地を移転させることに対して訴訟が起こされ、敗訴した場合は、渡し船の通行税から賠償金が支払われると言われている。
§12.8.20μεταξὺ δὲ τῆς Λαοδικείας καὶ τῶν Καρούρων ἱερὸν ἔστι Μηνὸς Κάρου καλούμενον τιμώμενον ἀξιολόγως.
ラオディケイアとカルールラの間には、「メーン・カルーの神殿」と呼ばれる神殿があり、著しく崇拝されている。
συνέστη δὲ καθʼ ἡμᾶς διδασκαλεῖον Ἡροφιλείων ἰατρῶν μέγα ὑπὸ Ζεύξιδος, καὶ μετὰ ταῦτα Ἀλεξάνδρου τοῦ Φιλαλήθους, καθάπερ ἐπὶ τῶν πατέρων τῶν ἡμετέρων ἐν Σμύρνῃ τὸ τῶν Ἐρασιστρατείων ὑπὸ Ἱκεσίου·
我々の時代には、ゼウクシスによって、そしてその後には愛真者アレクサンドロスによって、ヘロフィロス派の医師たちの大きな学校がここに設立された。 これは、我々の父たちの時代に、スミュルナにおいてヒケシオスによって設立されたエラシストラトス派の学校と同様である。
νῦν δὲ οὐχ ὁμοίως ἔτι συμμένει.
しかし現在では、もはや同じようには存続していない。
§12.8.21λέγεται δέ τινα φῦλα Φρύγια οὐδαμοῦ δεικνύμενα, ὥσπερ οἱ Βερέκυντες.
また、ベレキュンテスのように、今ではどこにも見出されないフリュギアの部族がいると言われている。
καὶ Ἀλκμὰν λέγει
"
Φρύγιον ηὔλησε μέλος τὸ Κερβήσιον.
アルクマンもこう歌っている。 「ケルベシオスはフリュギアの旋律をアウロスで奏でた。
"
καὶ βόθυνός τις λέγεται Κερβήσιος ἔχων ὀλεθρίους ἀποφοράς·
」そして、死をもたらす息を吐き出す「ケルベシオスの穴」と呼ばれる穴があると言われている。
ἀλλʼ οὗτός γε δείκνυται, οἱ δʼ ἄνθρωποι οὐκέθʼ οὕτω λέγονται.
この穴は確かに見出されるが、その人々はもはやそのようには呼ばれていない。
Αἰσχύλος δὲ συγχεῖ ἐν τῇ Νιόβῃ·
アイスキュロスは『ニオベ』において混乱させている。
φησὶ γὰρ ἐκείνη μνησθήσεσθαι τῶν περὶ Τάνταλον
"
οἷς ἐν Ἰδαίῳ πάγῳ
Διὸς πατρῴου βωμός ἐστι
"
καὶ πάλιν
"
Σίπυλον Ἰδαίαν ἀνὰ χθόνα.
すなわち、彼女がタンタロスの身内の者たちを思い起こして言うには、「彼らはイダの丘に、祖先の神ゼウスの祭壇を持っている」そして再び、「イダの地全体にあるシピュロス。
"
καὶ ὁ Τάνταλος λέγει
"
σπείρω δʼ ἄρουραν δώδεχʼ ἡμερῶν ὁδόν,
Βερέκυντα χῶρον, ἔνθʼ Ἀδραστείας ἕδος
Ἴδη τε μυκηθμοῖσι καὶ βρυχήμασι
βρέμουσι μήλων, πᾶν τʼ ἐρέχθειον πέδον. "
」そして、タンタロスはこう言う。 「私は十二日の旅程の耕地を耕す、ベレキュンテスの地を。 そこにはアドラステイアの座があり、イダは羊たちの鳴き声と咆哮で鳴り響き、エレクテウスの平原の全体が鳴り響く。 」