§13.1.1μέχρι μὲν δεῦρο ἀφωρίσθω τὰ περὶ τῆς Φρυγίας ἐπανιόντες δὲ πάλιν ἐπὶ τὴν Προποντίδα καὶ τὴν ἐφεξῆς τῷ Αἰσήπῳ παραλίαν τὴν αὐτὴν τῆς περιοδείας τάξιν ἀποδώσομεν.
关于弗里吉亚的记述到此为止;我们再次回到普罗蓬蒂斯以及紧邻艾塞波斯河的沿岸地区,并按照同样的顺序进行周游记述。
ἔστι δὲ Τρῳὰς πρώτη τῆς παραλίας ταύτης, ἧς τὸ πολυθρύλητον καίπερ ἐν ἐρειπίοις καὶ ἐν ἐρημίᾳ λειπομένης ὅμως πολυλογίαν οὐ τὴν τυχοῦσαν παρέχει τῇ γραφῇ.
特罗阿斯(特罗伊地区)是这一沿岸的第一部分,尽管它已被遗弃在废墟与荒凉之中,但它那广为流传的名声依然为我们的著作提供了非同寻常的详尽篇幅。
πρὸς τοῦτο δὲ συγγνώμης δεῖ καὶ παρακλήσεως, ὅπως τὴν αἰτίαν τοῦ μήκους μὴ ἡμῖν μᾶλλον ἀνάπτωσιν οἱ ἐντυγχάνοντες ἢ τοῖς σφόδρα ποθοῦσι τὴν τῶν ἐνδόξων καὶ παλαιῶν γνῶσιν·
对此,我们需要读者的宽容与恳求,以便读者不至于将篇幅冗长的原因归咎于我们,而更归咎于那些强烈渴望了解辉煌而古老事物之知识的人。
προσλαμβάνει δὲ τῷ μήκει καὶ τὸ πλῆθος τῶν ἐποικησάντων τὴν χώραν Ἑλλήνων τε καὶ βαρβάρων, καὶ οἱ συγγραφεῖς οὐχὶ τὰ αὐτὰ γράφοντες περὶ τῶν αὐτῶν οὐδὲ σαφῶς πάντα· ὧν ἐν τοῖς πρώτοις ἐστὶν Ὅμηρος εἰκάζειν περὶ τῶν πλείστων παρέχων.
此外,曾在这片土地上定居的希腊人和蛮族的数量之多,以及历史学家们对相同的事物没有做出相同的记载,也未能将一切交代清楚,这些都增加了篇幅;其中最主要的便是荷马,他对绝大多数事物都留下了推测的余地。
δεῖ δὲ καὶ τὰ τούτου διαιτᾶν καὶ τὰ τῶν ἄλλων ὑπογράψαντας πρότερον ἐν κεφαλαίῳ τὴν τῶν τόπων φύσιν.
然而,我们必须在首先简要勾勒出各地的自然特征之后,再对荷马及其他人的记述进行评判。
§13.1.2ἀπὸ δὴ τῆς Κυζικηνῆς καὶ τῶν περὶ Αἴσηπον τόπων καὶ Γράνικον μέχρι Ἀβύδου καὶ Σηστοῦ τὴν τῆς Προποντίδος παραλίαν εἶναι συμβαίνει, ἀπὸ δὲ Ἀβύδου μέχρι Λεκτοῦ τὰ περὶ Ἴλιον καὶ Τένεδον καὶ Ἀλεξάνδρειαν τὴν Τρῳάδα· πάντων δὴ τούτων ὑπέρκειται ἡ Ἴδη τὸ ὄρος μέχρι Λεκτοῦ καθήκουσα· ἀπὸ Λεκτοῦ δὲ μέχρι Καΐκου ποταμοῦ καὶ τῶν Κανῶν λεγομένων ἔστι τὰ περὶ Ἄσσον καὶ Ἀδραμύττιον καὶ Ἀταρνέα καὶ Πιτάνην καὶ τὸν Ἐλαϊτικὸν κόλπον· οἷς πᾶσιν ἀντιπαρήκει ἡ τῶν Λεσβίων νῆσος· εἶθʼ ἑξῆς τὰ περὶ Κύμην μέχρι Ἕρμου καὶ Φωκαίας, ἥπερ ἀρχὴ μὲν τῆς Ἰωνίας ἐστὶ πέρας δὲ τῆς Αἰολίδος.
事实上,普罗蓬蒂斯的海岸正好从基齐库斯领地以及艾塞波斯河和格拉尼科斯河周边地区延伸至阿拜多斯和塞斯托斯;从阿拜多斯到莱克通则是特罗阿斯,即伊利翁、特内多斯和亚历山大里亚的周边地区;在所有这些地方的上方,伊达山耸立其上,一直向下延伸到莱克通;从莱克通到凯科斯河以及被称为卡奈的地方,是阿索斯、阿德拉米蒂翁、阿塔尔内乌斯、皮塔内以及埃莱亚湾的周边地区;莱斯博斯人的岛屿与所有这些地方并排延伸;接着是基美周边直到赫尔莫斯河和福卡亚的地区,福卡亚是伊奥尼亚的起点,也是艾奥里斯的终点。
τοιούτων δὲ τῶν τόπων ὄντων ὁ μὲν ποιητὴς ἀπὸ τῶν περὶ Αἴσηπον τόπων καὶ τῶν περὶ τὴν νῦν Κυζικηνὴν χώραν ὑπαγορεύει μάλιστα τοὺς Τρῶας ἄρξαι μέχρι τοῦ Καΐκου ποταμοῦ διῃρημένους κατὰ δυναστείας εἰς ὀκτὼ μερίδας ἢ καὶ ἐννέα· τὸ δὲ τῶν ἄλλων ἐπικούρων πλῆθος ἐν τοῖς συμμάχοις διαριθμεῖται.
在这些地方呈现如此布局的情况下,诗人特别暗示特罗伊人在艾塞波斯周边地区及现在的基齐库斯领地直到凯科斯河之间进行统治,他们根据王朝被划分为八个或九个部分;而其他辅助军队的多数则被列在同盟军中。
§13.1.3οἱ δʼ ὕστερον τοὺς ὅρους οὐ τοὺς αὐτοὺς λέγουσι καὶ τοῖς ὀνόμασι χρῶνται διηλλαγμένως, διαιρέσεις νέμοντες πλείους.
然而,后世的作者们并没有说明相同的边界,并且对名称的使用也各不相同,划分了更多的区域。
μάλιστα δὲ αἱ τῶν Ἑλλήνων ἀποικίαι παρεσχήκασι λόγον· ἧττον μὲν ἡ Ἰωνική (πλείονι γὰρ διέστηκε τῆς Τρῳάδος), ἡ δὲ τῶν Αἰολέων παντάπασι· καθʼ ὅλην γὰρ ἐσκεδάσθη ἀπὸ τῆς Κυζικηνῆς μέχρι τοῦ Καΐκου καὶ ἐπέλαβεν ἔτι πλέον, τὴν μεταξὺ τοῦ Καΐκου καὶ τοῦ Ἕρμου ποταμοῦ.
尤其是希腊人的殖民活动引起了广泛讨论;伊奥尼亚人的殖民较少引起讨论(因为它距离特罗阿斯较远),但艾奥里斯人的殖民则完全如此;因为它散布在从基齐库斯领地直到凯科斯河的整个地区,甚至占领了更多地方,即凯科斯河和赫尔莫斯河之间的地区。
τέτταρσι γὰρ δὴ γενεαῖς πρεσβυτέραν φασὶ τὴν Αἰολικὴν ἀποικίαν τῆς Ἰωνικῆς, διατριβὰς δὲ λαβεῖν καὶ χρόνους μακροτέρους.
确实,人们说艾奥里斯人的殖民比伊奥尼亚人的殖民早了四个世代,并且经历了更长的耽搁和更多的时间。
Ὀρέστην μὲν γὰρ ἄρξαι τοῦ στόλου, τούτου δʼ ἐν Ἀρκαδίᾳ τελευτήσαντος τὸν βίον διαδέξασθαι τὸν υἱὸν αὐτοῦ Πενθίλον, καὶ προελθεῖν μέχρι Θρᾴκης ἑξήκοντα ἔτεσι τῶν Τρωικῶν ὕστερον, ὑπʼ αὐτὴν τὴν τῶν Ἡρακλειδῶν εἰς Πελοπόννησον κάθοδον· εἶτʼ Ἀρχέλαον υἱὸν ἐκείνου περαιῶσαι τὸν Αἰολικὸν στόλον εἰς τὴν νῦν Κυζικηνὴν τὴν περὶ τὸ Δασκύλιον· Γρᾶν δὲ τὸν υἱὸν τούτου τὸν νεώτατον προελθόντα μέχρι τοῦ Γρανίκου ποταμοῦ καὶ παρεσκευασμένον ἄμεινον περαιῶσαι τὸ πλέον τῆς στρατιᾶς εἰς Λέσβον καὶ κατασχεῖν αὐτήν· Κλεύην δὲ τὸν Δώρου καὶ Μαλαόν, καὶ αὐτοὺς ἀπογόνους ὄντας Ἀγαμέμνονος, συναγαγεῖν μὲν τὴν στρατιὰν κατὰ τὸν αὐτὸν χρόνον καθʼ ὃν καὶ Πενθίλος, ἀλλὰ τὸν μὲν τοῦ Πενθίλου στόλον φθῆναι περαιωθέντα ἐκ τῆς Θρᾴκης εἰς τὴν Ἀσίαν, τούτους δὲ περὶ τὴν Λοκρίδα καὶ τὸ Φρίκιον ὄρος διατρῖψαι πολὺν χρόνον, ὕστερον δὲ διαβάντας κτίσαι τὴν Κύμην τὴν Φρικωνίδα κληθεῖσαν ἀπὸ τοῦ Λοκρικοῦ ὄρους.
因为据传奥雷斯特斯发起了这次远征,但他在阿卡迪亚去世后,其子奔希洛斯接替了他,并在特洛伊战争六十年后,恰在赫拉克勒斯后裔返回伯罗奔尼撒之时,推进到了色雷斯;随后,其子阿克劳斯将艾奥里斯远征军运送到了现在达斯基利翁周边的基齐库斯领地;而他最小的儿子格拉斯推进到了格拉尼科斯河,并在做了更充分的准备后,将大部分军队运送到莱斯博斯岛并占领了该岛;至于多罗斯之子克莱乌伊斯和马拉乌斯,他们自己也是阿伽门农的后代,在奔希洛斯的同一时期集结了军队,但奔希洛斯的远征军一足先登从色雷斯渡海到了亚洲,而这些人则在洛克里斯和弗里基翁山附近耽搁了很长时间,后来他们渡海过去,建立了因洛克里斯山而得名的“弗里科尼斯”的基美。