Humanitext Reader

斯特拉波 · 地理学 §12.8.17-12.8.21

迈安德罗斯河流域的地震地貌与医学学派

第 403 段,共 577 段 · 希腊语

内容简介

斯特拉波阐述了包括凯鲁拉在内的迈安德罗斯河流域强烈的地震与火山地质特征,并记述了历史上的地震灾害及相关神话。他还提到了该地区的著名医学派别,并引用古诗歌讨论了已消失的弗里吉亚部落。

§12.8.17ὅριον δέ ἐστι τῆς Φρυγίας καὶ τῆς Καρίας τὰ Κάρουρα· κώμη δʼ ἐστὶν αὕτη πανδοχεῖα ἔχουσα καὶ ζεστῶν ὑδάτων ἐκβολάς, τὰς μὲν ἐν τῷ ποταμῷ Μαιάνδρῳ τὰς δʼ ὑπὲρ τοῦ χείλους.
凯鲁拉是弗里吉亚与卡里亚的边界;这是一座拥有旅店和温水出口的村庄,有些出口在迈安德罗斯川中,有些则在河岸上方。
καὶ δή ποτέ φασι πορνοβοσκὸν αὐλισθέντα ἐν τοῖς πανδοχείοις σὺν πολλῷ πλήθει γυναικῶν νύκτωρ γενομένου σεισμοῦ συναφανισθῆναι πάσαις.
确实,据说曾有一名男妓院老板带着许多女子在旅店中住宿,夜间发生地震,他与所有女子一同消失了。
σχεδὸν δέ τι καὶ πᾶσα εὔσειστός ἐστιν ἡ περὶ τὸν Μαίανδρον χώρα καὶ ὑπόνομος πυρί τε καὶ ὕδατι μέχρι τῆς μεσογαίας.
迈安德罗斯川周围的地区几乎全都是易发地震的,并且直到内陆深处都因火和水而在地下布满通道。
διατέτακε γὰρ ἀπὸ τῶν πεδίων ἀρξαμένη πᾶσα ἡ τοιαύτη κατασκευὴ τῆς χώρας εἰς τὰ Χαρώνια, τό τε ἐν Ἱεραπόλει καὶ τὸ ἐν Ἀχαράκοις τῆς Νυσαΐδος καὶ τὸ περὶ Μαγνησίαν καὶ Μυοῦντα· εὔθρυπτός τε γάρ ἐστιν ἡ γῆ καὶ ψαθυρὰ πλήρης τε ἁλμυρίδων καὶ εὐεκπύρωτός ἐστι·
因为该地区的这种构造,从平原开始,一直延伸到卡戎之穴,包括希拉波利斯的、尼沙领地阿卡拉卡(阿查拉卡)的以及马格内西亚和米乌斯附近的;因为土地极易粉碎且脆弱,充满了盐质,并且极易燃烧。
τάχα δὲ καὶ ὁ Μαίανδρος διὰ τοῦτο σκολιὸς ὅτι πολλὰς μεταπτώσεις λαμβάνει τὸ ῥεῖθρον, καὶ πολλὴν χοῦν κατάγων ἄλλοτʼ ἄλλῳ μέρει τῶν αἰγιαλῶν προστίθησι· τὸ δὲ πρὸς τὸ πέλαγος βιασάμενος ἐξωθεῖ.
也许迈安德罗斯川因此而弯曲,因为其流路经历了许多改变,它带来了大量的泥沙,时而堆积在海岸的这一部分,时而堆积在那一部分,而向着海洋逼近的部分则被强行推开。
καὶ δὴ καὶ τὴν Πριήνην ἐπὶ θαλάττῃ πρότερον οὖσαν μεσόγεων πεποίηκε τετταράκοντα σταδίων προσχώματι.
事实上,它还通过冲积,将原本位于海边的普里埃内变成了一个距离海岸四十斯塔迪翁的内陆城市。
§12.8.18καὶ ἡ Κατακεκαυμένη δέ, ἥπερ ὑπὸ Λυδῶν καὶ Μυσῶν κατέχεται, διὰ τοιαῦτά τινα τῆς προσηγορίας τετύχηκε ταύτης· ἥ τε Φιλαδέλφεια, ἡ πρὸς αὐτῇ πόλις, οὐδὲ τοὺς τοίχους ἔχει πιστούς, ἀλλὰ καθʼ ἡμέραν τρόπον τινὰ σαλεύονται καὶ διίστανται διατελοῦσι δὲ προσέχοντες τοῖς πάθεσι τῆς γῆς καὶ ἀρχιτεκτονοῦντες πρὸς αὐτά.
此外,由吕底亚人和妙西亚人占领的“焦土区”(卡塔刻考墨涅)也因类似的原因获得了这一名称;而其近旁的城市费拉德尔菲亚甚至连城墙都不牢固,每天都在某种程度上动摇并开裂;但居民们依然继续居住,关注土地的震动,并针对它们来进行建筑设计。
καὶ τῶν ἄλλων δὲ πόλεων Ἀπάμεια μὲν καὶ πρὸ τῆς Μιθριδάτου στρατείας ἐσείσθη πολλάκις, καὶ ἔδωκεν ἐπελθὼν ὁ βασιλεὺς ἑκατὸν τάλαντα εἰς ἐπανόρθωσιν, ὁρῶν ἀνατετραμμένην τὴν πόλιν.
在其他城市中,阿帕梅亚甚至在米特里达梯远征之前就多次遭受地震,国王到来时,看到城市已被摧毁,便赐予了一百塔兰同用于重建。
λέγεται δὲ καὶ ἐπʼ Ἀλεξάνδρου παραπλήσια συμβῆναι· διόπερ εἰκός ἐστι καὶ τὸν Ποσειδῶ τιμᾶσθαι παρʼ αὐτοῖς καίπερ μεσογαίοις οὖσι, καὶ ἀπὸ Κελαινοῦ τοῦ Ποσειδῶνος ἐκ Κελαινοῦς, μιᾶς τῶν Δαναΐδων, γενομένου κεκλῆσθαι τὴν πόλιν ἐπώνυμον, ἢ διὰ τῶν λίθων τὴν ἀπὸ τῶν ἐκπυρώσεων μελανίαν.
据说在亚历山大时代也发生过类似的事情;因此,尽管他们居住在内陆,但他们崇拜波塞冬,并且该城得名于凯莱诺斯——他是波塞冬与达那俄斯之女之一凯莱诺所生之子,或者得名于因火山爆发而呈现黑色的石头,这些都是合乎情理的。
καὶ τὰ περὶ Σίπυλον δὲ καὶ τὴν ἀνατροπὴν αὐτοῦ μῦθον οὐ δεῖ τίθεσθαι· καὶ γὰρ νῦν τὴν Μαγνησίαν τὴν ὑπʼ αὐτῷ κατέβαλον σεισμοί, ἡνίκα καὶ Σάρδεις καὶ τῶν ἄλλων τὰς ἐπιφανεστάτας κατὰ πολλὰ μέρη διελυμήναντο· ἐπηνώρθωσε δʼ ὁ ἡγεμὼν χρήματα ἐπιδούς, καθάπερ καὶ πρότερον ἐπὶ τῆς γενομένης συμφορᾶς Τραλλιανοῖς (ἡνίκα τὸ γυμνάσιον καὶ ἄλλα μέρη συνέπεσεν) ὁ πατὴρ αὐτοῦ καὶ τούτοις καὶ Λαοδικεῦσιν.
关于西皮洛斯及其被摧毁的故事,不应被视为神话;因为在最近,位于其下方的马格内西亚就被地震震塌了,当时地震还严重破坏了萨迪斯和许多其他最著名城市的大部分地区;但元首赐予资金修复了它,正如他的父亲早先在特拉勒斯人遭遇灾难时(当时体育馆和其他部分倒塌了)对他们以及拉奥迪基亚人所做的那样。
§12.8.19ἀκούειν δʼ ἔστι καὶ τῶν παλαιῶν συγγραφέων οἷά φησιν ὁ τὰ Λύδια συγγράψας Ξάνθος, διηγούμενος οἷαι μεταβολαὶ κατέσχον πολλάκις τὴν χώραν ταύτην, ὧν ἐμνήσθημέν που καὶ ἐν τοῖς πρόσθεν.
¦p.814 人们也可以倾听古代历史学家的记载,正如撰写了《吕底亚志》的克桑托斯所说,他叙述了这一地区多次遭受了怎样的变化,我们之前在某个地方也提到过这些。
καὶ δὴ καὶ τὰ περὶ τὸν Τυφῶνα πάθη ἐνταῦθα μυθεύουσι καὶ τοὺς Ἀρίμους, καὶ τὴν Κατακεκαυμένην ταύτην εἶναί φασιν· οὐκ ὀκνοῦσι δὲ καὶ τὰ μεταξὺ Μαιάνδρου καὶ Λυδῶν ἅπανθʼ ὑπονοεῖν τοιαῦτα καὶ διὰ τὸ πλῆθος τῶν λιμνῶν καὶ ποταμῶν καὶ τοὺς πολλαχοῦ κευθμῶνας τῆς γῆς.
确实,他们还将关于提丰受难和阿里米人的神话定位在这一地区,并说这里就是“焦土区”;由于湖泊和河流众多,以及许多地方地下的深渊,他们毫不犹豫地推测迈安德罗斯川与吕底亚人之间的整个地区都具有这种性质。
ἡ δὲ μεταξὺ Λαοδικείας καὶ Ἀπαμείας λίμνη καὶ βορβορώδη καὶ ὑπονόμου τὴν ἀποφορὰν ἔχει πελαγία οὖσα· φασὶ δὲ καὶ δίκας εἶναι τῷ Μαιάνδρῳ μεταφέροντι τὰς χώρας ὅταν περικρουσθῶσιν οἱ ἀγκῶνες, ἁλόντος δὲ τὰς ζημίας ἐκ τῶν πορθμικῶν διαλύεσθαι τελῶν.
拉奥迪基亚与阿帕梅亚之间的湖泊,虽大如海,却既泥泞又散发着地下的恶臭;据说,当迈安德罗斯川因河弯被侵蚀而迁移土地时,人们还会对它提起诉讼,而当它被判有罪时,便要从渡船税中支付赔偿金。
§12.8.20μεταξὺ δὲ τῆς Λαοδικείας καὶ τῶν Καρούρων ἱερὸν ἔστι Μηνὸς Κάρου καλούμενον τιμώμενον ἀξιολόγως.
在拉奥迪基亚与凯鲁拉之间,有一座被称为“门·卡鲁之神庙”的圣殿,备受崇敬。
συνέστη δὲ καθʼ ἡμᾶς διδασκαλεῖον Ἡροφιλείων ἰατρῶν μέγα ὑπὸ Ζεύξιδος, καὶ μετὰ ταῦτα Ἀλεξάνδρου τοῦ Φιλαλήθους, καθάπερ ἐπὶ τῶν πατέρων τῶν ἡμετέρων ἐν Σμύρνῃ τὸ τῶν Ἐρασιστρατείων ὑπὸ Ἱκεσίου· νῦν δὲ οὐχ ὁμοίως ἔτι συμμένει.
在我们这个时代,由宙克西斯,以及后来的爱真者亚历山大在这里建立了一所巨大的赫罗菲拉斯派医生学校,正如在我们父亲的时代,希케西奥斯在士麦那建立了埃拉西斯特拉图斯派学校一样;但现在它已不再以同样的方式存在了。
§12.8.21λέγεται δέ τινα φῦλα Φρύγια οὐδαμοῦ δεικνύμενα, ὥσπερ οἱ Βερέκυντες.
据说有一些弗里吉亚部落如今已无处可见,例如贝雷昆特斯人。
καὶ Ἀλκμὰν λέγει " Φρύγιον ηὔλησε μέλος τὸ Κερβήσιον.
阿尔克曼也说: “克尔贝西俄斯用双簧管演奏了弗里吉亚的旋律。
" καὶ βόθυνός τις λέγεται Κερβήσιος ἔχων ὀλεθρίους ἀποφοράς· ἀλλʼ οὗτός γε δείκνυται, οἱ δʼ ἄνθρωποι οὐκέθʼ οὕτω λέγονται.
” 并且据说有一个被称为克尔贝西俄斯的深坑,会散发出致命的毒气;但这处坑洞确实存在,而那些人却不再这样被称呼了。
Αἰσχύλος δὲ συγχεῖ ἐν τῇ Νιόβῃ· φησὶ γὰρ ἐκείνη μνησθήσεσθαι τῶν περὶ Τάνταλον " οἷς ἐν Ἰδαίῳ πάγῳ Διὸς πατρῴου βωμός ἐστι " καὶ πάλιν " Σίπυλον Ἰδαίαν ἀνὰ χθόνα.
埃斯库罗斯在他的《尼俄伯》中把这些混淆了;因为她说她将想起坦塔洛斯的亲族: “他们在伊达的山丘上拥有祖先宙斯的祭坛” 接着又说: “遍历伊达之地的西皮洛斯。
" καὶ ὁ Τάνταλος λέγει " σπείρω δʼ ἄρουραν δώδεχʼ ἡμερῶν ὁδόν, Βερέκυντα χῶρον, ἔνθʼ Ἀδραστείας ἕδος Ἴδη τε μυκηθμοῖσι καὶ βρυχήμασι βρέμουσι μήλων, πᾶν τʼ ἐρέχθειον πέδον.
” 坦塔洛斯也说: “我耕种着十二日路程的农田,贝雷昆特斯的土地,那里是阿德剌斯忒亚的宝座,而伊达在羊群的鸣叫与咆哮声中回荡,整个埃里克特翁平原也是如此。
"

词汇与语法注释

  1. 12.8.17πορνοβοσκὸν αὐλισθέντα — 属于“对格加不定式”(A.C.I.)结构 `πορνοβοσκὸν ... συναφανισθῆναι` 的一部分。`πορνοβοσκὸν` 是不定式的逻辑主语(对格),第一不定过去时被动分词 `αὐλισθέντα`(住宿,具中动意义)修饰它。主句动词 `φασί` 引导整个结构。
  2. 12.8.17τὸ δὲ πρὸς τὸ πέλαγος βιασάμενος ἐξωθεῖ — 中性名词短语 `τὸ πρὸς τὸ πέλαγος`(朝向海洋的部分,即河口)同时作为分词 `βιασάμενος` 和主动词 `ἐξωθεῖ` 的直接宾语。`βιασάμενος` 为中动分词,意为“强行开路”,修饰主语河流(`ὁ Μαίανδρος`)。
  3. 12.8.18ἀρχιτεκτονοῦντες πρὸς αὐτά — 主格分词 `ἀρχιτεκτονοῦντες` 与并列的 `προσέχοντες` 一同作为动词 `διατελοῦσι`(持续……)的补充/辅助分词。中性复数代名词 `αὐτά` 指代前文的 `τὰ πάθη τῆς γῆς`(大地的震动、灾害)。
  4. 12.8.18ἢ διὰ τῶν λίθων τὴν ἀπὸ τῶν ἐκπυρώσεων μελανίαν — 在宾格短语 `τὴν ... μελανίαν` 前省略了介词 `διά`,它与前文的 `διὰ τῶν λίθων`(由于石头……)相平行,通过 `ἢ` 引入了城市得名的另一个交替原因。应补足理解为“或者[由于]因火山活动导致的石头的黑色”。
  5. 12.8.19δίκας εἶναι τῷ Μαιάνδρῳ — 与格 `τῷ Μαιάνδρῳ` 与 `δίκας εἶναι` 连用,表示诉讼的对象(将河流拟人化作为被告的与格)或关系与格。它描绘了一种奇特的当地习俗,即因河流改道而失去土地的人们会对河流本身提起诉讼。

引用这一段

斯特拉波, 地理学 §12.8.17-12.8.21. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:12.8.17-12.8.21

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。