Humanitext Reader

ストラボン · 地理誌 §12.4.1-12.4.5

ビテュニアの地理的境界とカルケドン等の主要都市

393 / 577 箇所 · ギリシア語

要旨

ビテュニアの地理的境界と、カルケドン、ニコメイデイア、プルシアス(キオス)、プルサなどの主要都市の起源や関連する神話・歴史を記述する。また、近隣部族との境界画定の困難さと、アスカニアの地名に関する解釈を論じる。

§12.4.1τὴν δὲ Βιθυνίαν ἀπὸ μὲν τῆς ἀνατολῆς ὁρίζουσι Παφλαγόνες τε καὶ Μαριανδυνοὶ καὶ τῶν Ἐπικτήτων τινές, ἀπὸ δὲ τῶν ἄρκτων ἡ Ποντικὴ θάλαττα ἡ ἀπὸ τῶν ἐκβολῶν τοῦ Σαγγαρίου μέχρι τοῦ στόματος τοῦ κατὰ Βυζάντιον καὶ Χαλκηδόνα, ἀπὸ δὲ δύσεως ἡ Προποντίς, πρὸς νότον δʼ ἥ τε Μυσία καὶ ἡ ἐπίκτητος καλουμένη Φρυγία, ἡ δʼ αὐτὴ καὶ Ἑλλησποντιακὴ Φρυγία καλουμένη.
ビテュニアについては、東からはパフラゴニア人とマリアンデュノイ人およびエピクテトスの人々の一部が境界を定め、北からはサンガリオス川の河口からビュザンティオンとカルケドンの辺りの海口に及ぶポントス海が、西からはプロポンティスが、南にはミュシアと、エピクテトスと呼ばれるプリュギア(これはヘッレスポントス・プリュギアとも呼ばれる)が境界を定めている。
§12.4.2ταύτης δʼ ἐπὶ μὲν τῷ στόματι τοῦ Πόντου Χαλκηδὼν ἵδρυται, Μεγαρέων κτίσμα, καὶ κώμη Χρυσόπολις καὶ τὸ ἱερὸν τὸ Χαλκηδόνιον, ἔχει δʼ ἡ χώρα μικρὸν ὑπὲρ τῆς θαλάττης κρήνην Ἀζαριτίαν, τρέφουσαν κροκοδείλους μικρούς·
この地(ビテュニア)の、ポントス(海)の海口には、メガラ人の植民都市であるカルケドンが、またクリュソポリスという村とカルケドン神殿が建てられている。 その地域は海から少し上がったところに、小さなワニを育むアザリティアという泉を有している。
ἔπειτʼ ἐκδέχεται τὴν τῶν Χαλκηδονίων ᾐόνα ὁ Ἀστακηνὸς καλούμενος κόλπος, μέρος ὢν τῆς Προποντίδος, ἐν ᾧ ἡ Νικομήδεια ἔκτισται ἐπώνυμος ἑνὸς τῶν Βιθυνικῶν βασιλέων τοῦ κτίσαντος αὐτήν·
次に、カルケドン人の海岸に続いて、プロポンティスの一部であるアスタコスと呼ばれる湾が広がり、その中には、それを創建したビテュニアの王たちの一人にちなんで名付けられたニコメイデイアが建設されている。
πολλοὶ δʼ ὁμωνύμως ὠνομάσθησαν, καθάπερ Πτολεμαῖοι διὰ τὴν τοῦ πρώτου δόξαν.
多くの王が、最初の王の名声のためにプトレマイオスたちと同様に、同じ名で呼ばれた。
ἦν δʼ ἐν αὐτῷ τῷ κόλπῳ καὶ Ἀστακὸς πόλις, Μεγαρέων κτίσμα καὶ Ἀθηναίων καὶ μετὰ ταῦτα Δοιδαλσοῦ, ἀφʼ ἧς καὶ ὁ κόλπος ὠνομάσθη·
この湾自体には、アスタコスという都市(メガラ人とアテナイ人、そののちはドイダルソスの植民都市であり、湾の名前もこれに由来する)もあった。
κατεσκάφη δʼ ὑπὸ Λυσιμάχου·
これはリュシマコスによって破壊された。
τοὺς δʼ οἰκήτορας μετήγαγεν εἰς Νικομήδειαν ὁ κτίσας αὐτήν.
その創建者は住民たちをニコメイデイアへと移住させた。
§12.4.3τῷ δʼ Ἀστακηνῷ κόλπος ἄλλος συνεχής ἐστιν, εἰσέχων μᾶλλον πρὸς ἀνίσχοντα ἥλιον, ἐν ᾧ Προυσιὰς ἔστιν ἡ Κίος πρότερον ὀνομασθεῖσα·
アスタコス湾に隣接して、より東へと深く入り込んだ別の湾があり、その中には、かつてキオスと呼ばれたプルシアスがある。
κατέσκαψε δὲ τὴν Κίον Φίλιππος, ὁ Δημητρίου μὲν υἱὸς Περσέως δὲ πατήρ, ἔδωκε δὲ Προυσίᾳ τῷ Ζήλα, συγκατασκάψαντι καὶ ταύτην καὶ Μύρλειαν ἀστυγείτονα πόλιν, πλησίον δὲ καὶ Προύσης οὖσαν·
キオスを破壊したのは、デメトリオスの息子でペルセウスの父であるフィリッポスであった。 彼は、この都市と隣接する都市ミュルレイア(これはプルサの近くにもある)を共に破壊したゼーラスの子プルシアスにこれを与えた。
ἀναλαβὼν δʼ ἐκεῖνος ἐκ τῶν ἐρειπίων αὐτὰς ἐπωνόμασεν ἀφʼ ἑαυτοῦ μὲν Προυσιάδα πόλιν τὴν Κίον, τὴν δὲ Μύρλειαν Ἀπάμειαν ἀπὸ τῆς γυναικός.
プルシアスは廃墟からこれらを復興し、キオスを自らにちなんでプルシアス市と名付け、ミュルレイアを妻にちなんでアパメイアと呼んだ。
οὗτος δʼ ἔστιν ὁ Προυσίας ὁ καὶ Ἀννίβαν δεξάμενος ἀναχωρήσαντα δεῦρο μετὰ τὴν Ἀντιόχου ἧτταν, καὶ τῆς ἐφʼ Ἑλλησπόντῳ Φρυγίας ἀναστὰς κατὰ συμβάσεις τοῖς Ἀτταλικοῖς, ἣν οἱ μὲν πρότερον ἐκάλουν μικρὰν Φρυγίαν, ἐκεῖνοι δʼ ἐπίκτητον ὠνόμασαν·
このプルシアスこそ、アンティオコスの敗北ののちにここに退いてきたハンニバルを受け入れ、アッタロス朝との条約に基づいてヘッレスポントス沿いのプリュギア(以前は小プリュギアと呼ばれ、彼らがエピクテトスと名付けた地域)から撤退した人物である。
ὑπέρκειται δὲ τῆς Προυσιάδος ὄρος ὃ καλοῦσιν Ἀργανθώνιον.
プルシアス(市)の上には、人々がアルガントニオスと呼ぶ山がそびえている。
ἐνταῦθα δὲ μυθεύουσι τὸν Ὕλαν ἕνα τῶν Ἡρακλέους ἑταίρων συμπλεύσαντα ἐπὶ τῆς Ἀργοῦς αὐτῷ ἐξιόντα δὲ ἐπὶ ὑδρείαν ὑπὸ νυμφῶν ἁρπαγῆναι·
当地では、ヘラクレスの仲間の一人で、アルゴー船に乗って彼と共に航海したヒュラスが、水を汲みに出かけたところをニンフたちにさらわれたという神話が語られている。
κίον δὲ καὶ τοῦτον Ἡρακλέους ἑταῖρον καὶ σύμπλουν ἐπανελθόντα ἐκ Κόλχων αὐτόθι καταμεῖναι καὶ κτίσαι τὴν πόλιν ἐπώνυμον αὐτοῦ.
また、同じくヘラクレスの仲間で航海の同伴者であったキオスが、コルキスから帰還したのちにそこにとどまり、自らにちなんで名付けられた都市を創建したとも言われる。
καὶ νῦν δʼ ἔτι ἑορτή τις ἄγεται παρὰ τοῖς Προυσιεῦσιν καὶ ὀρειβασία θιασευόντων καὶ καλούντων Ὕλαν, ὡς ἂν κατὰ ζήτησιν τὴν ἐκείνου πεποιημένων τὴν ἐπὶ τὰς ὕλας ἔξοδον.
現在でもなお、プルシアスの人々によって祭りが執り行われ、信者たちが山を歩き回り、ヒュラスの名を呼ぶ。 これは、ヒュラスの捜索のため、森(ヒュラスに引っ掛けた森 ὕλας)へと入っていったことを再現しているかのようである。
πολιτευσάμενοι δὲ πρὸς Ῥωμαίους οἱ Προυσιεῖς εὐνοϊκῶς ἐλευθερίας ἔτυχον.
プルシアス人はローマ人に対して好意的な外交関係を維持したため、自由を得た。
οἱ δʼ Ἀπαμεῖς ἀποικίαν ἐδέξαντο Ῥωμαίων.
一方、アパメイア人はローマ人の植民者を受け入れた。
Προῦσα δὲ ἐπὶ τῷ Ὀλύμπῳ ἵδρυται τῷ Μυσίῳ, πόλις εὐνομουμένη, τοῖς τε Φρυξὶν ὅμορος καὶ τοῖς Μυσοῖς, κτίσμα Προυσίου τοῦ πρὸς Κροῖσον πολεμήσαντος.
プルサは、ミュシアのオリンポス山の麓に位置する秩序の保たれた都市であり、プリュギア人とミュシア人の双方に隣接しており、クロイソスと戦ったプルシアスの創建によるものである。
§12.4.4διορίσαι δὲ τοὺς ὅρους χαλεπὸν τούς τε Βιθυνῶν καὶ Φρυγῶν καὶ Μυσῶν καὶ ἔτι Δολιόνων τῶν περὶ Κύζικον καὶ Μυγδόνων καὶ Τρώων·
ビテュニア人、プリュギア人、ミュシア人、さらにキュジコス周辺のドリオネス人、ミュグドネス人、トロイア人の境界を画定することは困難である。
καὶ διότι μὲν εἶναι δεῖ ἕκαστον φῦλον χωρὶς ὁμολογεῖται (καὶ ἐπί γε τῶν Φρυγῶν καὶ τῶν Μυσῶν καὶ παροιμιάζονται " χωρὶς τὰ Μυσῶν καὶ Φρυγῶν ὁρίσματα), " διορίσαι δὲ χαλεπόν.
それぞれの部族が別々に存在すべきであるということは合意されており(プリュギア人とミュシア人については「ミュシア人とプリュギア人の境界は別々である」と諺にも言われている)、しかしそれを確定することは困難である。
αἴτιον δὲ τὸ τοὺς ἐπήλυδας βαρβάρους καὶ στρατιώτας ὄντας μὴ βεβαίως κατέχειν τὴν κρατηθεῖσαν, ἀλλὰ πλανήτας εἶναι τὸ πλέον ἐκβάλλοντας καὶ ἐκβαλλομένους.
その理由は、移住してきたバルバロイや兵士たちが、征服した土地を確固として保有せず、むしろ追放し追放されながら、大部分において放浪していたことにある。
ἅπαντα δὲ τὰ ἔθνη ταῦτα Θρᾴκιά τις εἰκάζοι ἂν διὰ τὸ τὴν περαίαν νέμεσθαι τούτους καὶ διὰ τὸ μὴ πολὺ ἐξαλλάττειν ἀλλήλων ἑκατέρους.
これらの民族はすべて、対岸を占有していること、またお互いにあまり異なっていないことから、トラキア系であると推測されるかもしれない。
§12.4.5ὅμως δʼ ἐφʼ ὅσον εἰκάζειν οἷόν τε, τῆς μὲν Βιθυνίας μέσην ἄν τις θείη καὶ τῆς ἐκβολῆς τοῦ Αἰσήπου τὴν Μυσίαν, ἁπτομένην τῆς θαλάττης καὶ διήκουσαν μέχρι τοῦ Ὀλύμπου σχεδόν παντός·
それでも、推測しうる限りにおいて言えば、ビテュニアとアイセポス川の河口との中間にはミュシアを位置づけることができ、それは海に接し、ほぼオリンポス山の全体にまで及んでいる。
κύκλῳ δὲ τὴν Ἐπίκτητον κειμένην ἐν τῇ μεσογαία, θαλάττης οὐδαμοῦ ἁπτομένην διατείνουσαν δὲ μέχρι τῶν ἑῴων μερῶν τῆς Ἀσκανίας λίμνης τε καὶ χώρας·
その周囲には、内陸に位置するエピクテトスがあり、海にはまったく接していないが、アスカニア湖およびその地域の東部にまで広がっている。
ὁμωνύμως γὰρ τῇ λίμνῃ καὶ ἡ χώρα ἐλέγετο, καὶ ἦν αὐτῆς τὸ μὲν Φρύγιον τὸ δὲ Μύσιον ἀπωτέρω δὲ τῆς Τροίας τὸ Φρύγιον.
というのも、その地域も湖と同名で呼ばれており、その一部はプリュギアに、一部はミュシアに属し、トロイアからより遠い方がプリュギア(の部分)であったからである。
καὶ δὴ καὶ οὕτω δεκτέον τὸ παρὰ τῷ ποιητῇ ὅταν φῇ " Φόρκυς δʼ αὖ Φρύγας ἦγε καὶ Ἀσκάνιος θεοειδής, τῆλʼ ἐξ Ἀσκανίης, " τῆς Φρυγιακῆς, ὡς οὔσης ἐγγυτέρω ἄλλης Ἀσκανίας Μυσιακῆς τῆς πρὸς τῇ νῦν Νικαίᾳ, ἧς μέμνηται ὅταν φῇ " Πάλμυν τʼ Ἀσκάνιόν τε Μόρυν θʼ, υἷʼ Ἱπποτίωνος, Μυσῶν ἀγχεμάχων ἡγήτορα, οἵ ῥʼ ἐξ Ἀσκανίης ἐριβώλακος ἦλθον ἀμοιβοί.
そして実に、詩人(ホメロス)が「フォルキュスと神のごときアスカニオスがプリュギア人を率いた、遠きアスカニアから」と言うとき、これはプリュギアのアスカニアと解釈すべきである。 なぜなら、現在のニカイアの近くにあるミュシアの別のアスカニア(これがより近くにあった)が存在するからであり、彼が「パルμυスとアスカニオス、そしてヒッポティオンの息子モリュスを、肉薄して戦うミュシア人の指導者として(率いた)。 彼らは実り豊かなアスカニアから交代要員としてやって来た」と言うときに言及しているのがこれである。
" οὐ θαυμαστὸν δʼ εἰ τῶν Φρυγῶν εἰπών τινα ἡγεμόνα Ἀσκάνιον καὶ ἐξ Ἀσκανίας ἥκοντα, καὶ Μυσῶν τινα λέγει ἡγεμόνα Ἀσκάνιον καὶ ἐξ Ἀσκανίας ἥκοντα·
詩人がプリュギアの指導者の一人をアスカニオスと呼び、アスカニアから来たと言い、さらにミュシアの指導者の一人もアスカニオスと呼び、アスカニアから来たと言うとしても、驚くには当たらない。
πολλὴ γὰρ ἡ ὁμωνυμία παρʼ αὐτῷ καὶ ἡ ἀπὸ τῶν ποταμῶν καὶ λιμνῶν καὶ χωρίων ἐπίκλησις.
というのも、彼の作品には多くの同名があり、川や湖や土地に由来する呼び名も多いからである。

語釈・文法注

  1. 12.4.1τῶν Ἐπικτήτων τινές — 部分属格を伴う主格 `τινές`(「エピクテトスの人々のうちの一部」)。「エピクテトス(獲得された地)」は、もともと地域名だが、ここではそこに住む住民を指す。
  2. 12.4.2τοῦ κτίσαντος αὐτήν — 属格の名詞 `ἑνὸς`(「一人」)を修飾する定冠詞付きの分詞(アオリスト・能動態・単数属格)。先行する `τῶν Βιθυνικῶν βασιλέων` の一部としての `ἑνὸς` に係り、「それを創建した(一人の王)」を意味する。
  3. 12.4.3ὡς ἂν κατὰ ζήτησιν τὴν ἐκείνου πεποιημένων τὴν ἐπὶ τὰς ὕλας ἔξοδον — 接続詞 `ὡς ἄν`(〜であるかのように)に導かれる属格絶対構文。分詞 `πεποιημένων` の意味上の主語は「プルシアスの人々」であり、その直接目的語は `τὴν ἐπὶ τὰς ὕλας ἔξοδον`(森への進出)である。名詞 `ὕλας`(森)と人名 `Ὕλαν`(ヒュラス)の言葉遊びが背景にある。
  4. 12.4.4διότι μὲν εἶναι δεῖ ἕκαστον φῦλον χωρὶς ὁμολογεῖται — 非人称動詞の受動態 `ὁμολογεῖται`(「合意されている、認められている」)に、接続詞 `διότι`(「〜ということ」)で導かれる名詞節が主語としてかかっている。節内は `δεῖ` を伴う不定詞構文(「各部族が別々に存在すべきであること」)。
  5. 12.4.5ὡς οὔσης ἐγγυτέρω ἄλλης Ἀσκανίας Μυσιακῆς — 主観的な理由・根拠を示す接続詞 `ὡς` を伴う属格絶対構文。`ἄλλης Ἀσκανίας Μυσιακῆς` が意味上の主語、現在分詞 `οὔσης` が述語であり、全体として「(ミュシアの別のアスカニアがより近くに)存在するからとして、存在するという理由で」という意味を表す。

この箇所を引用する

ストラボン, 地理誌 §12.4.1-12.4.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:12.4.1-12.4.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。