Humanitext Reader

ストラボン · 地理誌 §12.3.40-12.3.42

ハリュス川以西のポントスと内陸パフラゴニア

392 / 577 箇所 · ギリシア語

要旨

ハリュス川以西のポントス属州(オルガッスス山周辺、アムニアス川流域での歴史的戦闘、過酷なサンダラケ鉱山)を叙述し、パフラゴニア内陸部の諸領域と歴代の支配者を説明した上で、ビテュニアおよび南方の記述計画へ移行する。

§12.3.40λοιπὴ δʼ ἐστὶν ἡ ἐκτὸς Ἅλυος χώρα τῆς Ποντικῆς ἐπαρχίας ἡ περὶ τὸν Ὄλγασσυν, συναφὴς τῇ Σινωπίδι.
ハリュス川の向こう側にあるポントス属州の残りの部分は、オルガッスス山の周辺の地域であり、シノペ人の地域と接している。
ἔστι δʼ ὁ Ὄλγασσυς ὄρος σφόδρα ὑψηλὸν καὶ δύσβατον·
オルガッスス山は極めて高く、登るのが困難な山である。
καὶ ἱερὰ τοῦ ὄρους τούτου πανταχοῦ καθιδρυμένα ἔχουσιν οἱ Παφλαγόνες.
パフラゴニア人たちはこの山の神殿をいたるところに建立している。
περίκειται δʼ ἱκανῶς χώρα ἀγαθὴ ἥ τε Βλαηνὴ καὶ ἡ Δομανῖτις, διʼ ἧς Ἀμνίας ῥεῖ ποταμός.
その周囲には、アムニアス川が流れるブラエネやドマニティスといった、十分に豊かな土地が広がっている。
ἐνταῦθα Μιθριδάτης ὁ Εὐπάτωρ τὰς Νικομήδους τοῦ Βιθυνοῦ δυνάμεις ἄρδην ἠφάνισεν, οὐκ αὐτὸς παρατυχὼν ἀλλὰ διὰ τῶν στρατηγῶν·
この地で、ミトリダテス・エウパトルは、自らはその場に居合わせなかったものの将軍たちを通じて、ビテュニアのニコメデスの軍勢を跡形もなく壊滅させた。
καὶ ὁ μὲν φεύγων μετʼ ὀλίγων εἰς τὴν οἰκείαν ἐσώθη κἀκεῖθεν εἰς Ἰταλίαν ἔπλευσεν, ὁ δʼ ἠκολούθησε καὶ τήν τε Βιθυνίαν εἷλεν ἐξ ἐφόδου καὶ τὴν Ἀσίαν κατέσχε μέχρι Καρίας καὶ Λυκίας.
そして、前者はわずかな供を連れて逃亡して本国へと逃れ、そこからイタリアへと船で渡ったが、後者はこれを追撃してビテュニアを急襲によって占領し、カリアとリュキアに至るまでのアジアを支配下に置いた。
κἀνταῦθα δʼ ἀπεδείχθη πόλις ἡ Πομπηιούπολις·
そしてこの地にも、ポンペイオポリスという都市が建設された。
ἐν δὲ τῇ πόλει ταύτῃ τὸ σανδαρακουργεῖον οὐ πολὺ ἄπωθεν Πιμωλίσων, φρουρίου βασιλικοῦ κατεσκαμμένου, ἀφʼ οὗ ἡ χώρα ἡ ἑκατέρωθεν τοῦ ποταμοῦ καλεῖται Πιμωλισηνή.
この都市の中に、あるいはそこから遠くない場所に、かつての王の砦で現在は破壊されているピモリサがあり、これにちなんで川の両側の地域はピモリセネと呼ばれているが、その近くにサンダラケ鉱山がある。
τὸ δὲ σανδαρακουργεῖον ὄρος κοῖλόν ἐστιν ἐκ τῆς μεταλλείας, ὑπεληλυθότων αὐτὸ τῶν ἐργαζομένων διώρυξι μεγάλαις·
そのサンダラケ鉱山のある山は、採掘のために内部が空洞になっており、労働者たちが大きな坑道を掘ってその下に侵入している。
εἰργάζοντο δὲ δημοσιῶναι μεταλλευταῖς χρώμενοι τοῖς ἀπὸ κακουργίας ἀγοραζομένοις ἀνδραπόδοις·
これを経営していたのは徴税請負人たちであり、彼らは犯罪によって奴隷として買い取られた者たちを鉱夫として用いていた。
πρὸς γὰρ τῷ ἐπιπόνῳ τοῦ ἔργου καὶ θανάσιμον καὶ δύσοιστον εἶναι τὸν ἀέρα φασὶ τὸν ἐν τοῖς μετάλλοις διὰ τὴν βαρύτητα τῆς τῶν βώλων ὀδμῆς, ὥστε ὠκύμορα εἶναι τὰ σώματα.
というのも、労働の過酷さに加えて、坑内の空気は鉱石の放つ重苦しい臭気のために命に関わり、耐え難いものであると言われており、そのため労働者たちの命は短かったからである。
καὶ δὴ καὶ ἐκλείπεσθαι συμβαίνει πολλάκις τὴν μεταλλείαν διὰ τὸ ἀλυσιτελές, πλειόνων μὲν ἢ διακοσίων ὄντων τῶν ἐργαζομένων, συνεχῶς δὲ νόσοις καὶ φθοραῖς δαπανωμένων.
そればかりか、労働者が二百人以上いるにもかかわらず、絶え間ない病気と死によって人員が消耗していくため、採算が合わずに鉱山での採掘がしばしば中断されることさえある。
τοσαῦτα καὶ περὶ τοῦ Πόντου εἰρήσθω.
ポントスについては、これくらいにしておこう。
§12.3.41μετὰ δὲ τὴν Πομπηιούπολιν ἡ λοιπὴ τῆς Παφλαγονίας ἐστὶ τῆς μεσογαίας μέχρι Βιθυνίας ἰοῦσι πρὸς δύσιν.
ポンペイオポリスに続いて、西のビテュニアへと向かう内陸のパフラゴニアの残りの部分がある。
ταύτης δὲ καίπερ ὀλίγης οὔσης μικρὸν μὲν πρὸ ἡμῶν ἦρχον πλείους, νῦν δʼ ἔχουσι Ῥωμαῖοι τοῦ γένους τῶν βασιλέων ἐκλιπόντος.
この地は狭いものであるにもかかわらず、われわれの少し前までは複数の支配者が治めていたが、現在は王の家系が絶えたため、ローマ人が領有している。
ὀνομάζουσι δʼ οὖν τὴν ὅμορον τῇ Βιθυνίᾳ Τιμωνῖτιν καὶ τὴν Γεζατόριγος καὶ Μαρμωλῖτίν τε καὶ Σανισηνὴν καὶ Ποταμίαν·
さて、人々はビテュニアに隣接する地域を、ティモニティス、ゲザトリゴスの領地、マルモリティス、サニセネ、ポタミアと呼んでいる。
ἦν δέ τις καὶ Κιμιατηνή, ἐν ᾗ τὰ Κιμίατα, φρούριον ἐρυμνόν, ὑποκείμενον τῇ τοῦ Ὀλγάσσυος ὀρεινῇ, ᾧ χρησάμενος ὁρμητηρίῳ Μιθριδάτης ὁ κτίστης προσαγορευθεὶς κατέστη τοῦ Πόντου κύριος, καὶ οἱ ἀπʼ αὐτοῦ τὴν διαδοχὴν ἐφύλαξαν μέχρι τοῦ Εὐπάτορος.
またキミアテネという地もあり、そこにはオルガッスス山の山岳地帯の麓に位置する険しい砦キミアタがあった。 建国者と呼ばれたミトリダテスは、ここを拠点として用いてポントスの支配者となり、その子孫たちがエウパトルに至るまでその王位を維持した。
ὕστατος δὲ τῆς Παφλαγονίας ἦρξε Δηιόταρος, Κάστορος υἱὸς ὁ προσαγορευθεὶς φιλάδελφος, τὸ Μορζέου βασίλειον ἔχων τὰ Γάγγρα πολισμάτιον ἅμα καὶ φρούριον.
パフラゴニアの最後の支配者は、フィラデルポスと呼ばれたカストルの息子デイオタロスであり、彼はモルゼオスの王宮があった場所であり、小都市であると同時に要塞でもあるガングラを領有していた。
§12.3.42Εὔδοξος δʼ ὀρυκτοὺς ἰχθῦς ἐν Παφλαγονίᾳ λέγων ἐν ξηροῖς τόποις οὐ διορίζει τὸν τόπον, ἐν ὑγροῖς δὲ περὶ τὴν Ἀσκανίαν λίμνην φησὶ τὴν ὑπὸ Κίῳ, λέγων οὐδὲν σαφές.
エウドクソスは、パフラゴニアの乾燥した土地で「掘り出される魚」について語っているが、その具体的な場所を特定しておらず、湿った土地についてはキオス近郊のアスカニア湖の周辺であると述べているが、何も明確なことは言っていない。
ἐπεὶ δὲ καὶ τὴν ὅμορον τῷ Πόντῳ Παφλαγονίαν ἐκτιθέμεθα, τοῖς δὲ Παφλαγόσιν ὁμοροῦσιν οἱ Βιθυνοὶ πρὸς δύσιν, πειρασόμεθα καὶ τὰ τούτων ἐπελθεῖν·
われわれはポントスに隣接するパフラゴニアについて記述してきたが、パフラゴニア人の西側にはビテュニア人が隣接しているので、彼らの地域についても言及することを試みよう。
ἔπειτα λαβόντες ἀρχὴν ἄλλην ἔκ τε τούτων καὶ τῶν Παφλαγόνων τὰ ἑξῆς τούτων τὰ πρὸς νότον μέχρι τοῦ Ταύρου συνυφανοῦμεν τὰ παράλληλα τῷ Πόντῳ καὶ τῇ Καππαδοκίᾳ·
それから、これらおよびパフラゴニア人とは別の出発点を定めて、これらに続く南側の、タウロス山に至る地域を、ポントスやカッパドキアと並行するように織り合わせて記述していくことにする。
τοιαύτην γάρ τινα ὑπογράφει τάξιν καὶ μερισμὸν ἡ τῶν τόπων φύσις.
なぜなら、土地の自然な形状が、そのような順序と区分を指し示しているからである。

語釈・文法注

  1. §12.3.40ὁ μὲν φεύγων ... ὁ δʼ ἠκολούθησε — 対置関係を示す `ὁ μὲν` と `ὁ δʼ` の主語の同定。直前の文脈から、`ὁ μὲν` は大敗を喫して逃亡したビテュニアの王ニコメデス3世(あるいは4世)を指し、`ὁ δʼ` は追撃したミトリダテス・エウパトル(単数形)を指す。将軍たちの指揮による勝利であったが、追撃とそれに続くアジア全体の掌握という主体的行動の主格としてミトリダテス本人が `ὁ δʼ` で受けられている。
  2. §12.3.40δημοσιῶναι μεταλλευταῖς χρώμενοι τοῖς ἀπὸ κακουργίας ἀγοραζομένοις ἀνδραπόδοις — 動詞 `χράομαι`(用いる)が与格支配であるため、`μεταλλευταῖς`(鉱夫、炭鉱夫として)と `τοῖς ... ἀνδραπόδοις`(奴隷たち)の双方が与格になっている。`μεταλλευταῖς` は目的格補語として機能しており、「犯罪(罪科)によって買い取られた奴隷たちを、鉱夫(炭鉱労働者)として使用していた」と解釈される。
  3. §12.3.41τὸ Μορζέου βασίλειον ἔχων τὰ Γάγγρα πολισμάτιον ἅμα καὶ φρούριον — 名詞 `τὰ Γάγγρα`(ガングラ、複数中性名詞)は、先行する `τὸ Μορζέου βασίλειον`(モルゼオスの王宮/首都)と並列同格関係にある。`πολισμάτιον ἅμα καὶ φρούριον` はさらにそれに対する記述的な同格(「小都市にして要塞」)として機能している。

この箇所を引用する

ストラボン, 地理誌 §12.3.40-12.3.42. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:12.3.40-12.3.42

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。