Humanitext Reader

斯特拉波 · 地理学 §12.4.1-12.4.5

比提尼亚的地理边界与迦克墩等主要城市

第 393 段,共 577 段 · 希腊语

内容简介

描述比提尼亚的地理边界,以及迦克墩、尼科墨德亚、普鲁西阿斯(基奥斯)和普鲁萨等主要城市的起源、神话与历史。同时讨论了与邻近部落划定边界的困难,并解释了‘阿斯卡尼亚’这一地名的重名现象。

§12.4.1τὴν δὲ Βιθυνίαν ἀπὸ μὲν τῆς ἀνατολῆς ὁρίζουσι Παφλαγόνες τε καὶ Μαριανδυνοὶ καὶ τῶν Ἐπικτήτων τινές, ἀπὸ δὲ τῶν ἄρκτων ἡ Ποντικὴ θάλαττα ἡ ἀπὸ τῶν ἐκβολῶν τοῦ Σαγγαρίου μέχρι τοῦ στόματος τοῦ κατὰ Βυζάντιον καὶ Χαλκηδόνα, ἀπὸ δὲ δύσεως ἡ Προποντίς, πρὸς νότον δʼ ἥ τε Μυσία καὶ ἡ ἐπίκτητος καλουμένη Φρυγία, ἡ δʼ αὐτὴ καὶ Ἑλλησποντιακὴ Φρυγία καλουμένη.
关于比提尼亚,东面由帕夫拉戈尼亚人、玛里安杜尼人以及埃皮克特托斯人的一部分划定界限;北面是自桑加里奥斯河口延伸至拜占庭和迦克墩附近海峡的波恩图斯海;西面是普罗蓬提斯海;南面则是米西亚以及被称为埃皮克特托斯的弗里吉亚(它也被称为赫勒斯滂弗里吉亚)。
§12.4.2ταύτης δʼ ἐπὶ μὲν τῷ στόματι τοῦ Πόντου Χαλκηδὼν ἵδρυται, Μεγαρέων κτίσμα, καὶ κώμη Χρυσόπολις καὶ τὸ ἱερὸν τὸ Χαλκηδόνιον, ἔχει δʼ ἡ χώρα μικρὸν ὑπὲρ τῆς θαλάττης κρήνην Ἀζαριτίαν, τρέφουσαν κροκοδείλους μικρούς·
在此地的波恩图斯海口,坐落着迦克墩(麦加拉人的殖民地)、克律索波利斯村以及迦克墩神庙;该地区在海面稍上方有一处名为阿扎里蒂亚的泉水,里面生存着小鳄鱼。
ἔπειτʼ ἐκδέχεται τὴν τῶν Χαλκηδονίων ᾐόνα ὁ Ἀστακηνὸς καλούμενος κόλπος, μέρος ὢν τῆς Προποντίδος, ἐν ᾧ ἡ Νικομήδεια ἔκτισται ἐπώνυμος ἑνὸς τῶν Βιθυνικῶν βασιλέων τοῦ κτίσαντος αὐτήν· πολλοὶ δʼ ὁμωνύμως ὠνομάσθησαν, καθάπερ Πτολεμαῖοι διὰ τὴν τοῦ πρώτου δόξαν.
接着,紧邻迦克墩人海岸的是被称为阿斯塔科斯的港湾(它是普罗蓬提斯海的一部分),其中建有尼科墨德亚,以创建它的比提尼亚国王之一的名字命名;他们中有许多人用了相同的名字,就像普托利迈斯人(托勒密王朝的君主)因第一代的名望而同名一样。
ἦν δʼ ἐν αὐτῷ τῷ κόλπῳ καὶ Ἀστακὸς πόλις, Μεγαρέων κτίσμα καὶ Ἀθηναίων καὶ μετὰ ταῦτα Δοιδαλσοῦ, ἀφʼ ἧς καὶ ὁ κόλπος ὠνομάσθη· κατεσκάφη δʼ ὑπὸ Λυσιμάχου· τοὺς δʼ οἰκήτορας μετήγαγεν εἰς Νικομήδειαν ὁ κτίσας αὐτήν.
在这同一港湾中,曾有阿斯塔科斯城,它是麦加拉人和雅典人、以及后来的多伊达尔索斯的殖民地,该湾也因此城得名;它被利西马科斯摧毁,而其创建者将居民迁至尼科墨德亚。
§12.4.3τῷ δʼ Ἀστακηνῷ κόλπος ἄλλος συνεχής ἐστιν, εἰσέχων μᾶλλον πρὸς ἀνίσχοντα ἥλιον, ἐν ᾧ Προυσιὰς ἔστιν ἡ Κίος πρότερον ὀνομασθεῖσα·
与阿斯塔科斯湾相邻的是另一个海湾,它向着日出方向(东面)深入,其中坐落着普鲁西阿斯,即先前被称为基奥斯的地方。
κατέσκαψε δὲ τὴν Κίον Φίλιππος, ὁ Δημητρίου μὲν υἱὸς Περσέως δὲ πατήρ, ἔδωκε δὲ Προυσίᾳ τῷ Ζήλα, συγκατασκάψαντι καὶ ταύτην καὶ Μύρλειαν ἀστυγείτονα πόλιν, πλησίον δὲ καὶ Προύσης οὖσαν·
德米特里之子、斐利修斯(珀尔修斯)之父菲力浦摧毁了基奥斯,并将其赐给泽拉斯之子普鲁西阿斯,后者曾协助他一同摧毁了此城以及邻近的城市米尔雷亚(它也靠近普鲁萨)。
ἀναλαβὼν δʼ ἐκεῖνος ἐκ τῶν ἐρειπίων αὐτὰς ἐπωνόμασεν ἀφʼ ἑαυτοῦ μὲν Προυσιάδα πόλιν τὴν Κίον, τὴν δὲ Μύρλειαν Ἀπάμειαν ἀπὸ τῆς γυναικός.
普鲁西阿斯从废墟中重建了它们,将基奥斯以自己的名字命名为普鲁西阿斯城,而将米尔雷亚以妻子的名字命名为阿帕米亚。
οὗτος δʼ ἔστιν ὁ Προυσίας ὁ καὶ Ἀννίβαν δεξάμενος ἀναχωρήσαντα δεῦρο μετὰ τὴν Ἀντιόχου ἧτταν, καὶ τῆς ἐφʼ Ἑλλησπόντῳ Φρυγίας ἀναστὰς κατὰ συμβάσεις τοῖς Ἀτταλικοῖς, ἣν οἱ μὲν πρότερον ἐκάλουν μικρὰν Φρυγίαν, ἐκεῖνοι δʼ ἐπίκτητον ὠνόμασαν·
这位普鲁西阿斯就是曾在安条克战败后接纳撤退至此的汉尼拔的那位,并根据与阿塔罗斯王朝的协议,从赫勒斯滂弗里吉亚撤军,该地区先前被称为小弗里吉亚,而他们(阿塔罗斯人)将其命名为埃皮克特托斯。
ὑπέρκειται δὲ τῆς Προυσιάδος ὄρος ὃ καλοῦσιν Ἀργανθώνιον.
在普鲁西阿斯之上矗立着人们称为阿甘托尼奥斯的山。
ἐνταῦθα δὲ μυθεύουσι τὸν Ὕλαν ἕνα τῶν Ἡρακλέους ἑταίρων συμπλεύσαντα ἐπὶ τῆς Ἀργοῦς αὐτῷ ἐξιόντα δὲ ἐπὶ ὑδρείαν ὑπὸ νυμφῶν ἁρπαγῆναι· κίον δὲ καὶ τοῦτον Ἡρακλέους ἑταῖρον καὶ σύμπλουν ἐπανελθόντα ἐκ Κόλχων αὐτόθι καταμεῖναι καὶ κτίσαι τὴν πόλιν ἐπώνυμον αὐτοῦ.
在此地有神话传说,赫拉克勒斯的伙伴之一、曾与他一同乘坐阿尔戈号航行的赫拉斯,在出去打水时被宁芙(仙女)劫走;而赫拉克勒斯的另一位伙伴兼同航者基奥斯在从科尔基斯返回后留在此地,并创建了以其名字命名的城市。
καὶ νῦν δʼ ἔτι ἑορτή τις ἄγεται παρὰ τοῖς Προυσιεῦσιν καὶ ὀρειβασία θιασευόντων καὶ καλούντων Ὕλαν, ὡς ἂν κατὰ ζήτησιν τὴν ἐκείνου πεποιημένων τὴν ἐπὶ τὰς ὕλας ἔξοδον.
直到现在,普鲁西阿斯人仍举行一种节日,信徒们在山上漫游并呼唤赫拉斯的名字,仿佛是为了寻找他而向森林(hylas,与赫拉斯名字谐音)进发。
πολιτευσάμενοι δὲ πρὸς Ῥωμαίους οἱ Προυσιεῖς εὐνοϊκῶς ἐλευθερίας ἔτυχον. οἱ δʼ Ἀπαμεῖς ἀποικίαν ἐδέξαντο Ῥωμαίων.
由于对罗马人表现友好,普鲁西阿斯人获得了自由;而阿帕米亚人则接纳了罗马的殖民者。
Προῦσα δὲ ἐπὶ τῷ Ὀλύμπῳ ἵδρυται τῷ Μυσίῳ, πόλις εὐνομουμένη, τοῖς τε Φρυξὶν ὅμορος καὶ τοῖς Μυσοῖς, κτίσμα Προυσίου τοῦ πρὸς Κροῖσον πολεμήσαντος.
普鲁萨则坐落在米西亚的奥林匹斯山上,是一座治理良好的城市,与弗里吉亚人和米西亚人都接壤,是由曾与克洛伊索斯交战的普鲁西阿斯所建。
§12.4.4διορίσαι δὲ τοὺς ὅρους χαλεπὸν τούς τε Βιθυνῶν καὶ Φρυγῶν καὶ Μυσῶν καὶ ἔτι Δολιόνων τῶν περὶ Κύζικον καὶ Μυγδόνων καὶ Τρώων· καὶ διότι μὲν εἶναι δεῖ ἕκαστον φῦλον χωρὶς ὁμολογεῖται (καὶ ἐπί γε τῶν Φρυγῶν καὶ τῶν Μυσῶν καὶ παροιμιάζονται " χωρὶς τὰ Μυσῶν καὶ Φρυγῶν ὁρίσματα), " διορίσαι δὲ χαλεπόν.
要划定边界是困难的,无论是比提尼亚人、弗里吉亚人、米西亚人,还是基济科斯周围的多里奥内斯人、米格多内斯人以及特洛伊人;虽然大家一致同意每个部落都应当是独立的(事实上,在弗里吉亚人和米西亚人的情况下,人们甚至有用谚语说:‘米西亚人和弗里吉亚人的边界是分开的’),但要划定它们却是困难的。
αἴτιον δὲ τὸ τοὺς ἐπήλυδας βαρβάρους καὶ στρατιώτας ὄντας μὴ βεβαίως κατέχειν τὴν κρατηθεῖσαν, ἀλλὰ πλανήτας εἶναι τὸ πλέον ἐκβάλλοντας καὶ ἐκβαλλομένους.
原因在于,这些移民作为蛮族和士兵,并没有牢固地占据征服的土地,而是大多处于流浪状态,驱逐他人也被他人驱逐。
ἅπαντα δὲ τὰ ἔθνη ταῦτα Θρᾴκιά τις εἰκάζοι ἂν διὰ τὸ τὴν περαίαν νέμεσθαι τούτους καὶ διὰ τὸ μὴ πολὺ ἐξαλλάττειν ἀλλήλων ἑκατέρους.
所有这些民族,人们都可能推测他们是色雷斯人,因为这些人占领了对岸,且双方并没有太大的不同。
§12.4.5ὅμως δʼ ἐφʼ ὅσον εἰκάζειν οἷόν τε, τῆς μὲν Βιθυνίας μέσην ἄν τις θείη καὶ τῆς ἐκβολῆς τοῦ Αἰσήπου τὴν Μυσίαν, ἁπτομένην τῆς θαλάττης καὶ διήκουσαν μέχρι τοῦ Ὀλύμπου σχεδόν παντός· κύκλῳ δὲ τὴν Ἐπίκτητον κειμένην ἐν τῇ μεσογαία, θαλάττης οὐδαμοῦ ἁπτομένην διατείνουσαν δὲ μέχρι τῶν ἑῴων μερῶν τῆς Ἀσκανίας λίμνης τε καὶ χώρας·
然而,尽最大可能推测,人们可以将米西亚置于比提尼亚和埃塞波斯河口之间,它紧靠大海,几乎延伸到奥林匹斯山的全部;在它周围、位于内陆的是埃皮克特托斯,它绝不临海,但一直延伸到阿斯卡尼亚湖及其周围地区的东部。
ὁμωνύμως γὰρ τῇ λίμνῃ καὶ ἡ χώρα ἐλέγετο, καὶ ἦν αὐτῆς τὸ μὲν Φρύγιον τὸ δὲ Μύσιον ἀπωτέρω δὲ τῆς Τροίας τὸ Φρύγιον.
因为该地区的名字与湖泊相同,其一部分是弗里吉亚的,另一部分是米西亚的,而弗里吉亚部分离特洛伊更远。
καὶ δὴ καὶ οὕτω δεκτέον τὸ παρὰ τῷ ποιητῇ ὅταν φῇ " Φόρκυς δʼ αὖ Φρύγας ἦγε καὶ Ἀσκάνιος θεοειδής, τῆλʼ ἐξ Ἀσκανίης, " τῆς Φρυγιακῆς, ὡς οὔσης ἐγγυτέρω ἄλλης Ἀσκανίας Μυσιακῆς τῆς πρὸς τῇ νῦν Νικαίᾳ, ἧς μέμνηται ὅταν φῇ " Πάλμυν τʼ Ἀσκάνιόν τε Μόρυν θʼ, υἷʼ Ἱπποτίωνος, Μυσῶν ἀγχεμάχων ἡγήτορα, οἵ ῥʼ ἐξ Ἀσκανίης ἐριβώλακος ἦλθον ἀμοιβοί.
确实,当诗人(荷马)说‘福耳库斯和神一般的阿斯卡尼奥斯率领弗里吉亚人,来自遥远的阿斯卡尼亚’时,必须这样理解,即指弗里吉亚的阿斯卡尼亚,因为存在另一个更近的、位于现在的尼凯亚附近的米西亚阿斯卡尼亚,他在以下诗句中提到了它:‘帕尔米斯、阿斯卡尼奥斯和希波提翁之子莫律斯,近战的米西亚人的领袖,他们作为援军来自肥沃的阿斯卡尼亚。
" οὐ θαυμαστὸν δʼ εἰ τῶν Φρυγῶν εἰπών τινα ἡγεμόνα Ἀσκάνιον καὶ ἐξ Ἀσκανίας ἥκοντα, καὶ Μυσῶν τινα λέγει ἡγεμόνα Ἀσκάνιον καὶ ἐξ Ἀσκανίας ἥκοντα· πολλὴ γὰρ ἡ ὁμωνυμία παρʼ αὐτῷ καὶ ἡ ἀπὸ τῶν ποταμῶν καὶ λιμνῶν καὶ χωρίων ἐπίκλησις.
’如果诗人在提到弗里吉亚的一位领袖叫阿斯卡尼奥斯且来自阿斯卡尼亚之后,又说米西亚的一位领袖叫阿斯卡尼奥斯且来自阿斯卡尼亚,这并不奇怪;因为在他的作品中同名现象非常多,根据河流、湖泊和地方命名的做法也很常见。

词汇与语法注释

  1. 12.4.1τῶν Ἐπικτήτων τινές — 带有部分属格的主格 `τινές`(“埃皮克特托斯人的一部分”)。“埃皮克特托斯”(意为“新获之地”)本为地区名,此处指其居民。
  2. 12.4.2τοῦ κτίσαντος αὐτήν — 带有定冠词的属格分词,修饰代词 `ἑνὸς`(“……中的一人”)。它回指前面的 `τῶν Βιθυνικῶν βασιλέων`,意为“创建了它的(那一位国王)”。
  3. 12.4.3ὡς ἂν κατὰ ζήτησιν τὴν ἐκείνου πεποιημένων τὴν ἐπὶ τὰς ὕλας ἔξοδον — 由连词 `ὡς 别`(“仿佛……”)引导的属格绝对结构。分词 `πεποιημένων` 的逻辑主语是普鲁西阿斯的人民,其直接宾语是 `τὴν ἐπὶ τὰς ὕλας ἔξοδον`(“向森林进发”)。此处暗含名词 `ὕλας`(森林)与人名 `Ὕλαν`(赫拉斯)之间的双关语。
  4. 12.4.4διότι μὲν εἶναι δεῖ ἕκαστον φῦλον χωρὶς ὁμολογεῖται — 被动非人称动词 `ὁμολογεῖται`(“大家一致同意”)带有一个由连词 `διότι`(“即……”)引导的主语从句。从句内部是带有 `δεῖ` 的不定式结构(“每个部族应当是独立的”)。
  5. 12.4.5ὡς οὔσης ἐγγυτέρω ἄλλης Ἀσκανίας Μυσιακῆς — 带有虚词 `ὡς` 的属格绝对结构,表示作者主观上的原因或根据。`ἄλλης Ἀσκανίας Μυσιακῆς` 为逻辑主语,现在分词 `οὔσης` 为谓语,意为“因为(作为理由)存在另一个更近的米西亚阿斯卡尼亚”。

引用这一段

斯特拉波, 地理学 §12.4.1-12.4.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:12.4.1-12.4.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。