§12.3.24πρὸς Ἀπολλόδωρον δὲ περὶ τῶν αὐτῶν ἐν τῷ Τρωικῷ διακόσμῳ διαλεγόμενον πολλὰ μὲν εἴρηται πρότερον, καὶ νῦν δὲ λεκτέον.
トロイア軍陣容について論じているアポロドロスに対し、同じ事柄について、以前にも多くのことが語られたが、今もまた語られねばならない。
οὐ γὰρ οἴεται δεῖν δέχεσθαι τοὺς Ἁλιζώνους ἐκτὸς τοῦ Ἅλυος·
というのも、彼はハリュス川の向こう側からハリゾネスを受け入れるべきではないと考えているからである。
μηδεμίαν γὰρ συμμαχίαν ἀφῖχθαι τοῖς Τρωσὶν ἐκ τῆς περαίας τοῦ Ἅλυος.
すなわち、ハリュス川の対岸からは、トロイア人に対して何の同盟軍も到着しなかったと彼が考えているからである。
πρῶτον τοίνυν ἀπαιτήσομεν αὐτὸν τίνες εἰσὶν οἱ ἐντὸς τοῦ Ἅλυος Ἁλίζωνοι, οἱ καὶ
"
τηλόθεν ἐξ Ἀλύβης, ὅθεν ἀργύρου ἐστὶ γενέθλη·
それゆえ、まず我々は彼に問うだろう、ハリュス川の内側にいるハリゾネスとは誰なのか、また「遠きハリュベより、銀の生まれ出づる場所より」来たという彼らは誰なのか、と。
"
οὐ γὰρ ἕξει λέγειν·
というのも、彼は答えることができないからである。
ἔπειτα τὴν αἰτίαν διʼ ἣν οὐ συγχωρεῖ καὶ ἐκ τῆς περαίας ἀφῖχθαί τινα συμμαχίαν·
次に、対岸からも同盟軍が到着したということを彼が認めない理由を問うだろう。
καὶ γὰρ εἰ τὰς ἄλλας ἐντὸς εἶναι τοῦ ποταμοῦ πάσας συμβαίνει πλὴν τῶν Θρᾳκῶν, μίαν γε ταύτην οὐδὲν ἐκώλυε πέραθεν ἀφῖχθαι ἐκ τῆς ἐπέκεινα τῶν Λευκοσύρων.
なぜなら、たとえ他のすべての同盟軍がトラキア人を除いて川の内側にあることになっているとしても、この一つの同盟軍だけでも、ロイコシュロイの彼方の地から、川の向こう側から到着することを妨げるものは何もなかったからである。
ἢ πολεμήσοντας μὲν ἦν δυνατὸν διαβαίνειν ἐκ τῶν τόπων τούτων καὶ τῶν ἐπέκεινα, καθάπερ τὰς Ἀμαζόνας καὶ Τρῆρας καὶ Κιμμερίους φασί, συμμαχήσοντας δʼ ἀδύνατον;
それとも、戦争をするため(攻め入るため)には、これらの地域やその彼方から川を渡ることが可能であったが(アマゾン、トレレス、キメリア人がそうであったと言われるように)、同盟を結ぶためには不可能であったというのだろうか。
αἱ μὲν οὖν Ἀμαζόνες οὐ συνεμάχουν διὰ τὸ τὸν Πρίαμον πολεμῆσαι πρὸς αὐτὰς συμμαχοῦντα τοῖς Φρυξὶν
"
ἤματι τῷ ὅτε τʼ ἦλθον Ἀμαζόνες ἀντιάνειραι
"
φησὶν ὁ Πρίαμος
"
καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μετὰ τοῖσιν ἐλέγμην.
さて、アマゾンたちは同盟軍としては戦わなかった。 それは、プリアモスがフリュギア人と同盟して彼女らと戦ったからである。 「男に勝るアマゾンたちがやって来たあの日に」とプリアモスは言っている、「私もまた彼らの味方として彼らの中に数えられていたのだから」と。
"
οἱ δʼ ὁμοροῦντες αὐταῖς, οὔθʼ οὕτως ἄπωθεν ὄντες ὥστε χαλεπὴν εἶναι τὴν ἐκεῖθεν μετάπεμψιν οὔτʼ ἔχθρας ὑποκειμένης, οὐδὲν ἐκωλύοντο οἶμαι συμμαχεῖν.
しかし、彼女らに隣接する人々は、そこからの招集が困難になるほど遠くに離れているわけでもなく、また敵対関係が前提にあったわけでもないので、同盟して戦うことを妨げられるものは何もなかったと私は思う。
§12.3.25ἀλλʼ οὐδὲ δόξαν ἔχει τοιαύτην τῶν παλαιῶν εἰπεῖν ὡς συμφωνούντων ἁπάντων μηδένας ἐκ τῆς περαίας τοῦ Ἅλυος κοινωνῆσαι τοῦ Τρωικοῦ πολέμου.
しかし、古代の人々が、ハリュス川の向こう側からは誰もトロイア戦争に参加しなかったということで皆が一致しているというような意見を持っていたと言うこともできない。
πρὸς τοὐναντίον δὲ μᾶλλον εὕροι τις ἂν μαρτυρίας·
むしろその反対を示す証言を、人は見出すだろう。
Μαιάνδριος γοῦν ἐκ τῶν Λευκοσύρων φησὶ τοὺς Ἐνετοὺς ὁρμηθέντας συμμαχῆσαι τοῖς Τρωσίν, ἐκεῖθεν δὲ μετὰ τῶν Θρᾳκῶν ἀπᾶραι καὶ οἰκῆσαι περὶ τὸν τοῦ Ἀδρίου μυχόν, τοὺς δὲ μὴ μετασχόντας τῆς στρατείας Ἐνετοὺς Καππάδοκας γενέσθαι.
たとえばマイアンドリオスは、エネトイ人がロイコシュロイの地から出発してトロイア人と同盟して戦い、そこからトラキア人とともに船出し、アドリア海の最奥部の周辺に居住したと言っており、遠征に参加しなかったエネトイ人はカッパドキア人になったと言っている。
συνηγορεῖν δʼ ἂν δόξειε τῷ λόγῳ τούτῳ, διότι πᾶσα ἡ πλησίον τοῦ Ἅλυος Καππαδοκία ὅση παρατείνει τῇ Παφλαγονίᾳ ταῖς δυσὶ χρῆται διαλέκτοις καὶ τοῖς ὀνόμασι πλεονάζει τοῖς Παφλαγονικοῖς, Βάγας καὶ Βιάσας καὶ Αἰνιάτης καὶ Ῥατώτης καὶ Ζαρδώκης καὶ Τίβιος καὶ Γάσυς καὶ Ὀλίγασυς καὶ Μάνης·
そして、この説を支持していると思われるのは、パフラゴニアに沿って延びているハリュス川近傍のカッパドキア全域が二つの言語を用いており、パフラゴニア的な名前、すなわちバガス、ビアサス、アイニアテス、ラトテス、ザルドケス、ティビオス、ガスュス、オリガスュス、マネスといった名前が満ち満ちているからである。
ταῦτα γὰρ ἔν τε τῇ Φαζημωνίτιδι καὶ τῇ Πιμωλισίτιδι καὶ τῇ Γαζηλωνίτιδι καὶ Γαζακηνῇ καὶ ἄλλαις πλείσταις χώραις ἐπιπολάζει τὰ ὀνόματα.
というのも、これらの名前は、ファゼモニティス、ピモリシティス、ガゼロニティス、ガザケネ、および他の極めて多くの地域で一般的だからである。
αὐτὸς δὲ ὁ Ἀπολλόδωρος παρατίθησι τὸ τοῦ Ζηνοδότου ὅτι γράφει
"
ἐξ Ἐνετῆς, ὅθεν ἡμιόνων γένος ἀγροτεράων.
アポロドロス自身もゼノドトスのテキストを引用している、すなわち彼が「エネテより、野性のラバの生まれ出づる場所より」と書いていることを。
"
ταύτην δέ φησιν Ἑκαταῖον τὸν Μιλήσιον δέχεσθαι τὴν Ἀμισόν·
そして、ミレトスのヘカタイオスはこのエネテをアミソスであると解釈していると彼は言う。
ἡ δʼ Ἀμισὸς εἴρηται διότι τῶν Λευκοσύρων ἐστὶ καὶ ἐκτὸς τοῦ Ἅλυος.
そして、アミソスについては、ロイコシュロイの土地であり、ハリュス川の向こう側にあると述べられている。
§12.3.26εἴρηται δʼ αὐτῷ που καὶ διότι ὁ ποιητὴς ἱστορίαν εἶχε τῶν Παφλαγόνων τῶν ἐν τῇ μεσογαίᾳ παρὰ τῶν πεζῇ διελθόντων τὴν χώραν, τὴν παραλίαν δʼ ἠγνόει, καθάπερ καὶ τὴν ἄλλην τὴν Ποντικήν· ὠνόμαζε γὰρ αὐτήν.
また、彼のどこかで、詩人は陸路でその地方を通過した人々から内陸のパフラゴニア人の情報を得ていたが、沿岸部については、他のポントス沿岸部と同様に知らなかった(というのも彼はそれを名指していたからである)、と述べられている。
τοὐναντίον δʼ ἔστιν ἀναστρέψαντα εἰπεῖν ἐκ τῆς περιοδείας ὁρμηθέντα τῆς ἀποδοθείσης νυνί, ὡς τὴν μὲν παραλίαν πᾶσαν ἐπελήλυθε καὶ οὐδὲν τῶν ὄντων τότε ἀξίων μνήμης παραλέλοιπεν·
反対に、今提示された世界の巡歴から出発して、次のように逆転させて言うことができる。 すなわち、彼は沿岸部をすべて巡り、当時記憶に値するもののうち何一つ省略しなかったと。
εἰ δʼ Ἡράκλειαν καὶ Ἄμαστριν καὶ Σινώπην οὐ λέγει τὰς μήπω συνῳκισμένας οὐδὲν θαυμαστόν·
もし彼が、まだ建設されていなかったヘラクレイア、アマストリス、シノペについて述べていないとしても、何ら驚くべきことではない。
τὴν δὲ μεσόγαιαν οὐδὲν ἄτοπον εἰ μὴ εἴρηκε.
また、内陸部について彼が述べていないとしても、何らおかしなことではない。
καὶ τὸ μὴ ὀνομάζειν δὲ πολλὰ τῶν γνωρίμων οὐκ ἀγνοίας ἐστὶ σημεῖον, ὅπερ καὶ ἐν τοῖς ἔμπροσθεν ἐπεσημηνάμεθα·
また、よく知られた多くのものを名指さないことは、無知の兆候ではない。 このことは我々も以前に指摘した通りである。
ἀγνοεῖν γὰρ αὐτὸν πολλὰ τῶν ἐνδόξων ἔφη περὶ τὸν Πόντον, οἷον ποταμοὺς καὶ ἔθνη· ὀνομάσαι γὰρ ἄν.
というのも、彼は、詩人がポントス周辺の多くの有名なもの、たとえば川や民族を知らなかったと言ったからである、もし知っていたなら名指したであろうに、と。
τοῦτο δʼ ἐπὶ μέν τινων σφόδρα σημειωδῶν δοίη τις ἄν, οἷον Σκύθας καὶ Μαιῶτιν καὶ Ἴστρον.
しかし、このことは、いくつかの極めて顕著なもの、たとえばスキタイ人、マイオティス、イストロスについては、認められるかもしれない。
οὐ γὰρ διὰ σημείων μὲν τοὺς νομάδας εἴρηκε γαλακτοφάγους ἀβίους τε, δικαιοτάτους ἀνθρώπους, καὶ ἔτι ἀγαυοὺς ἱππημολγούς, Σκύθας δὲ οὐκ ἂν εἶπεν ἢ Σαυρομάτας ἢ Σαρμάτας, εἰ δὴ οὕτως ὠνομάζοντο ὑπὸ τῶν Ἑλλήνων·
なぜなら、彼は特徴によって遊牧民を「乳を食らう者、財なき者、最も正しき人々」、さらには「誉れ高き馬搾り」と言っておきながら、もし本当に彼らがギリシア人からそのように呼ばれていたのであれば、スキタイ人とかサウロマタイ人とかサルマタイ人と言わなかったはずがないからである。
οὐδʼ ἂν Θρᾳκῶν τε καὶ Μυσῶν μνησθεὶς τῶν πρὸς τῷ Ἴστρῳ αὐτὸν παρεσίγησε μέγιστον τῶν ποταμῶν ὄντα, καὶ ἄλλως ἐπιφόρως ἔχων πρὸς τὸ τοῖς ποταμοῖς ἀφορίζεσθαι τοὺς τόπους, οὐδʼ ἂν Κιμμερίους λέγων παρῆκε τὸν Βόσπορον ἢ τὴν Μαιῶτιν.
また、イストロス川の近くにいるトラキア人やミュシア人に言及しておきながら、川のうちで最大のものであるそれ自体を黙殺したはずがない(特に彼が川によって場所を規定する傾向があるのだから)。 また、キメリア人について語りながら、ボスボロスやマイオティスを無視したはずがないからである。