Humanitext Reader

斯特拉波 · 地理学 §12.3.24-12.3.26

驳阿波罗多罗斯关于特洛伊盟军的主张

第 386 段,共 577 段 · 希腊语

内容简介

斯特拉波反驳了阿波罗多罗斯关于哈里斯河对岸没有特洛伊盟军到来的主张,并围绕埃内托伊人的起源及荷马的地理知识展开讨论。他指出,荷马对某些著名地点或名称的沉默并不等同于无知。

§12.3.24πρὸς Ἀπολλόδωρον δὲ περὶ τῶν αὐτῶν ἐν τῷ Τρωικῷ διακόσμῳ διαλεγόμενον πολλὰ μὲν εἴρηται πρότερον, καὶ νῦν δὲ λεκτέον.
对于在《特洛伊军阵》中论及相同事物的阿波罗多罗斯,此前已经说了很多,现在仍需说明。
οὐ γὰρ οἴεται δεῖν δέχεσθαι τοὺς Ἁλιζώνους ἐκτὸς τοῦ Ἅλυος· μηδεμίαν γὰρ συμμαχίαν ἀφῖχθαι τοῖς Τρωσὶν ἐκ τῆς περαίας τοῦ Ἅλυος.
因为他认为不应接受哈里佐内斯人来自哈里斯河之外;因为他认为特洛伊人没有得到来自哈里斯河对岸的任何盟军。
πρῶτον τοίνυν ἀπαιτήσομεν αὐτὸν τίνες εἰσὶν οἱ ἐντὸς τοῦ Ἅλυος Ἁλίζωνοι, οἱ καὶ " τηλόθεν ἐξ Ἀλύβης, ὅθεν ἀργύρου ἐστὶ γενέθλη·
因此,我们首先要问他,哈里斯河内侧的哈里佐内斯人是谁,他们也是 “来自遥远的哈里贝,那里是银的诞生之所” 的吗?
" οὐ γὰρ ἕξει λέγειν·
因为他将无法回答。
ἔπειτα τὴν αἰτίαν διʼ ἣν οὐ συγχωρεῖ καὶ ἐκ τῆς περαίας ἀφῖχθαί τινα συμμαχίαν· καὶ γὰρ εἰ τὰς ἄλλας ἐντὸς εἶναι τοῦ ποταμοῦ πάσας συμβαίνει πλὴν τῶν Θρᾳκῶν, μίαν γε ταύτην οὐδὲν ἐκώλυε πέραθεν ἀφῖχθαι ἐκ τῆς ἐπέκεινα τῶν Λευκοσύρων.
接着,我们要问他为什么不承认也有盟军来自对岸;因为即使除了色雷斯人之外所有其他盟军碰巧都来自河的内侧,也完全没有妨碍这唯一一支盟军从河对岸、从白叙利亚人之外的地方到来。
ἢ πολεμήσοντας μὲν ἦν δυνατὸν διαβαίνειν ἐκ τῶν τόπων τούτων καὶ τῶν ἐπέκεινα, καθάπερ τὰς Ἀμαζόνας καὶ Τρῆρας καὶ Κιμμερίους φασί, συμμαχήσοντας δʼ ἀδύνατον;
难道说从这些地方及其以外的地方渡河来作战是可能的(正如人们所说阿玛宗人、特雷雷斯人和辛梅里安人所做的那样),而作为盟军来援助却是不可能的吗?
αἱ μὲν οὖν Ἀμαζόνες οὐ συνεμάχουν διὰ τὸ τὸν Πρίαμον πολεμῆσαι πρὸς αὐτὰς συμμαχοῦντα τοῖς Φρυξὶν " ἤματι τῷ ὅτε τʼ ἦλθον Ἀμαζόνες ἀντιάνειραι " φησὶν ὁ Πρίαμος " καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μετὰ τοῖσιν ἐλέγμην.
阿玛宗人确实没有作为盟军作战,因为普里阿摩斯曾与弗里吉亚人结盟同她们作战: “在那一天,当与男人匹敌的阿玛宗人到来时,” 普里阿摩斯说, “因为我也作为盟友在他们之中被计算。
" οἱ δʼ ὁμοροῦντες αὐταῖς, οὔθʼ οὕτως ἄπωθεν ὄντες ὥστε χαλεπὴν εἶναι τὴν ἐκεῖθεν μετάπεμψιν οὔτʼ ἔχθρας ὑποκειμένης, οὐδὲν ἐκωλύοντο οἶμαι συμμαχεῖν.
” 但我认为,与她们接壤的人,既没有远到使其征召变得困难的程度,也没有任何潜在的敌意,因此完全没有受到任何阻碍去作为盟军作战。
§12.3.25ἀλλʼ οὐδὲ δόξαν ἔχει τοιαύτην τῶν παλαιῶν εἰπεῖν ὡς συμφωνούντων ἁπάντων μηδένας ἐκ τῆς περαίας τοῦ Ἅλυος κοινωνῆσαι τοῦ Τρωικοῦ πολέμου.
但同样不能说古代人的观点一致认为哈里斯河对岸没有任何人参加特洛伊战争。
πρὸς τοὐναντίον δὲ μᾶλλον εὕροι τις ἂν μαρτυρίας·
相反,人们更容易找到相反的证据。
Μαιάνδριος γοῦν ἐκ τῶν Λευκοσύρων φησὶ τοὺς Ἐνετοὺς ὁρμηθέντας συμμαχῆσαι τοῖς Τρωσίν, ἐκεῖθεν δὲ μετὰ τῶν Θρᾳκῶν ἀπᾶραι καὶ οἰκῆσαι περὶ τὸν τοῦ Ἀδρίου μυχόν, τοὺς δὲ μὴ μετασχόντας τῆς στρατείας Ἐνετοὺς Καππάδοκας γενέσθαι.
例如,迈安德里奥斯说,埃内托伊人从白叙利亚人的领地出发,与特洛伊人结盟作战,并从那里与色雷斯人一起出发,居住在亚得里亚海最深处的周围,而未参加远征的埃内托伊人则成为了卡帕多西亚人。
συνηγορεῖν δʼ ἂν δόξειε τῷ λόγῳ τούτῳ, διότι πᾶσα ἡ πλησίον τοῦ Ἅλυος Καππαδοκία ὅση παρατείνει τῇ Παφλαγονίᾳ ταῖς δυσὶ χρῆται διαλέκτοις καὶ τοῖς ὀνόμασι πλεονάζει τοῖς Παφλαγονικοῖς, Βάγας καὶ Βιάσας καὶ Αἰνιάτης καὶ Ῥατώτης καὶ Ζαρδώκης καὶ Τίβιος καὶ Γάσυς καὶ Ὀλίγασυς καὶ Μάνης· ταῦτα γὰρ ἔν τε τῇ Φαζημωνίτιδι καὶ τῇ Πιμωλισίτιδι καὶ τῇ Γαζηλωνίτιδι καὶ Γαζακηνῇ καὶ ἄλλαις πλείσταις χώραις ἐπιπολάζει τὰ ὀνόματα.
这一说法似乎得到了支持,因为哈里斯河附近所有延伸到帕夫拉戈尼亚的卡帕多西亚地区都使用两种语言,并且帕夫拉戈尼亚式的名字非常多,如巴加斯、比亚萨斯、艾尼亚特斯、拉托特斯、扎尔多凯斯、蒂比奥斯、加修斯、奥里加修斯和马内斯;因为这些名字在法泽莫尼蒂斯、皮莫利希蒂斯、加泽洛尼蒂斯、加扎克内及许多其他地区非常普遍。
αὐτὸς δὲ ὁ Ἀπολλόδωρος παρατίθησι τὸ τοῦ Ζηνοδότου ὅτι γράφει " ἐξ Ἐνετῆς, ὅθεν ἡμιόνων γένος ἀγροτεράων.
阿波罗多罗斯本人也引用了泽诺多托斯的文本,即他写道: “来自埃内特,那里是野骡的诞生之所。
" ταύτην δέ φησιν Ἑκαταῖον τὸν Μιλήσιον δέχεσθαι τὴν Ἀμισόν· ἡ δʼ Ἀμισὸς εἴρηται διότι τῶν Λευκοσύρων ἐστὶ καὶ ἐκτὸς τοῦ Ἅλυος.
” 他说米利都的赫卡泰乌斯将这个埃内特理解为阿米索斯;而阿米索斯已经被说过属于白叙利亚人,且在哈里斯河之外。
§12.3.26εἴρηται δʼ αὐτῷ που καὶ διότι ὁ ποιητὴς ἱστορίαν εἶχε τῶν Παφλαγόνων τῶν ἐν τῇ μεσογαίᾳ παρὰ τῶν πεζῇ διελθόντων τὴν χώραν, τὴν παραλίαν δʼ ἠγνόει, καθάπερ καὶ τὴν ἄλλην τὴν Ποντικήν· ὠνόμαζε γὰρ αὐτήν.
在他书中的某个地方也提到,诗人对内陆帕夫拉戈尼亚人的了解,是来自那些步行穿过该地区的人,但他对沿海地区一无所知,就像对庞特斯沿海的其他地区一样;因为他名指了它。
τοὐναντίον δʼ ἔστιν ἀναστρέψαντα εἰπεῖν ἐκ τῆς περιοδείας ὁρμηθέντα τῆς ἀποδοθείσης νυνί, ὡς τὴν μὲν παραλίαν πᾶσαν ἐπελήλυθε καὶ οὐδὲν τῶν ὄντων τότε ἀξίων μνήμης παραλέλοιπεν·
相反,我们可以反过来说,从现在所呈现的世界巡览出发,他走遍了整个沿海地区,没有遗漏当时任何值得记载的事物。
εἰ δʼ Ἡράκλειαν καὶ Ἄμαστριν καὶ Σινώπην οὐ λέγει τὰς μήπω συνῳκισμένας οὐδὲν θαυμαστόν· τὴν δὲ μεσόγαιαν οὐδὲν ἄτοπον εἰ μὴ εἴρηκε.
如果他没有提到尚未建立的赫拉克利亚、阿马斯特里斯和西诺普,这并无足奇;至于内陆,如果他没有提及,也毫无奇怪之处。
καὶ τὸ μὴ ὀνομάζειν δὲ πολλὰ τῶν γνωρίμων οὐκ ἀγνοίας ἐστὶ σημεῖον, ὅπερ καὶ ἐν τοῖς ἔμπροσθεν ἐπεσημηνάμεθα·
而且不点名许多著名的事物并不是无知的迹象,这我们在前面也已经指出了。
ἀγνοεῖν γὰρ αὐτὸν πολλὰ τῶν ἐνδόξων ἔφη περὶ τὸν Πόντον, οἷον ποταμοὺς καὶ ἔθνη· ὀνομάσαι γὰρ ἄν.
因为他说诗人对庞特斯周围的许多著名事物(如河流和民族)一无所知,否则他就会指名它们。
τοῦτο δʼ ἐπὶ μέν τινων σφόδρα σημειωδῶν δοίη τις ἄν, οἷον Σκύθας καὶ Μαιῶτιν καὶ Ἴστρον.
但对于一些极具代表性的事物,如斯基泰人、迈奥蒂斯和伊斯特罗斯河,人们可能会同意这一点。
οὐ γὰρ διὰ σημείων μὲν τοὺς νομάδας εἴρηκε γαλακτοφάγους ἀβίους τε, δικαιοτάτους ἀνθρώπους, καὶ ἔτι ἀγαυοὺς ἱππημολγούς, Σκύθας δὲ οὐκ ἂν εἶπεν ἢ Σαυρομάτας ἢ Σαρμάτας, εἰ δὴ οὕτως ὠνομάζοντο ὑπὸ τῶν Ἑλλήνων· οὐδʼ ἂν Θρᾳκῶν τε καὶ Μυσῶν μνησθεὶς τῶν πρὸς τῷ Ἴστρῳ αὐτὸν παρεσίγησε μέγιστον τῶν ποταμῶν ὄντα, καὶ ἄλλως ἐπιφόρως ἔχων πρὸς τὸ τοῖς ποταμοῖς ἀφορίζεσθαι τοὺς τόπους, οὐδʼ ἂν Κιμμερίους λέγων παρῆκε τὸν Βόσπορον ἢ τὴν Μαιῶτιν.
因为他不会在通过特征将游牧民描述为“食乳者、无产者、最公正的人”以及“显赫的挤马奶者”的同时,如果斯基泰人、萨乌罗马泰人或萨尔马泰人确实被希腊人这样称呼,而不使用这些名字;他也不会在提到伊斯特罗斯河附近的色雷斯人和米西亚人时,却对这条最大的河流本身保持沉默,尤其是他倾向于用河流来界定地区;他也不会在谈到辛梅里安人时遗漏博斯普鲁斯或迈奥蒂斯。

词汇与语法注释

  1. 12.3.24ἔπειτα τὴν αἰτίαν — 该句呼应前文的 'πρῶτον τοίνυν ἀπαιτήσομεν αὐτὸν τίνες εἰσὶν...'。此处省略를 共有了带双宾语的动词 'ἀπαιτήσομεν αὐτόν'(我们将问他),'τὴν αἰτίαν' 作为表示事物的第二宾语(宾格)发挥作用。
  2. 12.3.26ὀνομάσαι γὰρ ἄν — 带有 소사 'ἄν' 的不定式 'ὀνομάσαι' 在间接引语(依附于 'ἔφη' 的不定式从句)中,表示过去的反事实虚拟或潜在可能('ὠνόμασεν ἄν',“[如果知道的话]就会指名了”)。由于这是在总结阿波罗多罗斯“诗人因不知而未指名”的逻辑,因此蕴含着“若知道便会指名,既然未指名则必然不知”之意。
  3. 12.3.26οὐ γὰρ διὰ σημείων μὲν ... Σκύθας δὲ οὐκ ἂν εἶπεν — 句首的否定词 'οὐ' 不仅支配紧随其后的 'μέν' 从句('οὐ γὰρ ... εἴρηκε...'),还支配与之相对应的带有虚拟陈述过去时('οὐκ ἂν εἶπεν')的 'δέ' 从句。这构成了解释上的双重否定('οὐ ... οὐκ ἂν εἶπεν'),意为“在描述了游牧民特征的同时,不可能不称其为斯基泰人”(即“必定会称其为斯基泰人”)。

引用这一段

斯特拉波, 地理学 §12.3.24-12.3.26. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:12.3.24-12.3.26

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。