Humanitext Reader

ストラボン · 地理誌 §12.3.18-12.3.21

ファルナキア内陸の諸民族とカルダイオイ

384 / 577 箇所 · ギリシア語

要旨

トラペズスおよびファルナキアの内陸に住む野蛮な諸民族(ヘプタコメタイなど)の習俗や歴史、ならびにカルダイオイ(旧ハリュベス)の産業について記述し、彼らとホメロスの語る「ハリゾネス」および「アリュベ」との同一性に関する学説を批判的に検証する。

§12.3.18τῆς δὲ Τραπεζοῦντος ὑπέρκεινται καὶ τῆς Φαρνακίας Τιβαρανοί τε καὶ Χαλδαῖοι καὶ Σάννοι, οὓς πρότερον ἐκάλουν Μάκρωνας, καὶ ἡ μικρὰ Ἀρμενία·
トラペズスとファルナキアの上方には、ティバラノイ、カルダイオイ、およびサンノイ(彼らは以前はマクロネスと呼ばれていた)、そして小アルメニアが位置している。
καὶ οἱ Ἀππαῗται δέ πως πλησιάζουσι τοῖς χωρίοις τούτοις οἱ πρότερον Κερκῖται.
また、以前はケルキタイと呼ばれていたアッパイタイも、何らかの形でこれらの地方に近接している。
διήκει δὲ διὰ τούτων ὅ τε Σκυδίσης ὄρος τραχύτατον συνάπτον τοῖς Μοσχικοῖς ὄρεσι τοῖς ὑπὲρ τῆς Κολχίδος, οὗ τὰ ἄκρα κατέχουσιν οἱ Ἑπτακωμῆται, καὶ ὁ Παρυάδρης ὁ μέχρι τῆς μικρᾶς Ἀρμενίας ἀπὸ τῶν κατὰ Σιδήνην καὶ Θεμίσκυραν τόπων διατείνων καὶ ποιῶν τὸ ἑωθινὸν τοῦ Πόντου πλευρόν.
そして、これら(の地方)を通って、コルキスの内陸にあるモスキカ山脈に連なる、極めて険しいスキュディセス山が延びており、その頂をヘプタコメタイが占有している。 また、シデネやテミスクュラ近辺の地方から小アルメニアにまで延び、ポントスの東側を形成しているパリュアドレス山も(そこを通って延びている)。
εἰσὶ δʼ ἅπαντες μὲν οἱ ὄρειοι τούτων ἄγριοι τελέως, ὑπερβέβληνται δὲ τοὺς ἄλλους οἱ Ἑπτακωμῆται·
これらの山岳地帯の住民はみな完全に野蛮であるが、ヘプタコメタイは他の人々を凌駕している。
τινὲς δὲ καὶ ἐπὶ δένδρεσιν ἢ πυργίοις οἰκοῦσι, διὸ καὶ Μοσυνοίκους ἐκάλουν οἱ παλαιοί, τῶν πύργων μοσσύνων λεγομένων.
ある人々は木の上や小塔に住んでおり、そのため古代の人々は彼らをモシュノイコイと呼んだ。 というのも、それらの塔が「モッシュネス」と呼ばれていたからである。
ζῶσι δʼ ἀπὸ θηρείων σαρκῶν καὶ τῶν ἀκροδρύων, ἐπιτίθενται δὲ καὶ τοῖς ὁδοιποροῦσι καταπηδήσαντες ἀπὸ τῶν ἰκρίων.
彼らは野生動物の肉や木の実を食べて暮らしており、足場から飛び降りて旅人たちを襲う。
οἱ δὲ Ἑπτακωμῆται τρεῖς Πομπηίου σπείρας κατέκοψαν διεξιούσας τὴν ὀρεινήν, κεράσαντες κρατῆρας ἐν ταῖς ὁδοῖς τοῦ μαινομένου μέλιτος, ὃ φέρουσιν οἱ ἀκρεμόνες τῶν δένδρων·
ヘプタコメタイは、山岳地帯を通過していたポンペイウスの3つのコホルスを皆殺しにした。 彼らは道に、木々の枝がもたらす「狂い蜜」を混ぜたクラテルを置いたのである。
πιοῦσι γὰρ καὶ παρακόψασιν ἐπιθέμενοι ῥᾳδίως διεχειρίσαντο τοὺς ἀνθρώπους.
というのも、それを飲んで正気を失った者たちに襲いかかり、彼らを容易に片付けたからである。
ἐκαλοῦντο δὲ τούτων τινὲς τῶν βαρβάρων καὶ Βύζηρες.
これら蛮族の一部はブュゼレスとも呼ばれていた。
§12.3.19οἱ δὲ νῦν Χαλδαῖοι Χάλυβες τὸ παλαιὸν ὠνομάζοντο, καθʼ οὓς μάλιστα ἡ Φαρνακία ἵδρυται, κατὰ θάλατταν μὲν ἔχουσα εὐφυΐαν τὴν ἐκ τῆς πηλαμυδείας (πρώτιστα γὰρ ἁλίσκεται ἐνταῦθα τὸ ὄψον τοῦτο), ἐκ δὲ τῆς γῆς τὰ μέταλλα νῦν μὲν σιδήρου πρότερον δὲ καὶ ἀργύρου.
現在カルダイオイと呼ばれている人々は、古代にはハリュベスと呼ばれていた。 彼らの居住地に面してファルナキアが創建されており、海においてはペラミュス(ハガツオ)の漁から得られる利点(というのも、このごちそうが最初に捕獲されるのはここだからである)を有しており、陸地からは、現在は鉄の、かつては銀の鉱山を有している。
ὅλως δὲ κατὰ τοὺς τόπους τούτους ἡ παραλία στενὴ τελέως ἐστίν·
全体として、これらの地方においては沿岸部は完全に狭い。
ὑπέρκειται γὰρ εὐθὺς τὰ ὄρη μετάλλων πλήρη καὶ δρυμῶν, γεωργεῖται δʼ οὐ πολλά·
というのも、鉱山と森に満ちた山々がすぐにその背後に迫っており、耕作される土地は多くないからである。
λείπεται δὴ τοῖς μὲν μεταλλευταῖς ἐκ τῶν μετάλλων ὁ βίος, τοῖς δὲ θαλαττουργοῖς ἐκ τῆς ἁλιείας καὶ μάλιστα τῶν πηλαμύδων καὶ τῶν δελφίνων·
それゆえ、鉱夫たちには鉱山からの生活が残され、海の働き手たちには漁、特にペラミュスやイルカの漁からの生活が残されている。
ἐπακολουθοῦντες γὰρ ταῖς ἀγέλαις τῶν ἰχθύων, κορδύλης τε καὶ θύννης καὶ αὐτῆς τῆς πηλαμύδος, πιαίνονταί τε καὶ εὐάλωτοι γίνονται διὰ τὸ πλησιάζειν τῇ γῇ προαλέστερον·
というのも、(イルカは)魚の群れ、すなわちコルドュレ(若マグロ)やマグロ、そしてペラミュスそのものを追って、肥え太り、より陸地に近づくため、容易に捕らえられるようになるからである。
δελεαζομένους μόνοι οὗτοι κατακόπτουσι τοὺς δελφῖνας καὶ τῷ στέατι πολλῷ χρῶνται πρὸς ἅπαντα.
彼らだけが、おびき寄せられたイルカを切り刻み、その豊富な脂肪をあらゆる用途に用いている。
§12.3.20τούτους οὖν οἶμαι λέγειν τὸν ποιητὴν Ἁλιζώνους ἐν τῷ μετὰ τοὺς Παφλαγόνας καταλόγῳ " αὐτὰρ Ἁλιζώνων Ὀδίος καὶ Ἐπίστροφος ἦρχον τηλόθεν ἐξ Ἀλύβης, ὅθεν ἀργύρου ἐστὶ γενέθλη.
それゆえ、詩人は、パフラゴニア人のあとの目録において、彼らのことをハリゾネスと呼んでいるのだと私は考える。 「されどハリゾネスはホディオスとエピストロポスが率い、銀の生まれいづる地、遠きアリべより来たりぬ。
" ἤτοι τῆς γραφῆς μετατεθείσης ἀπὸ τοῦ τηλόθεν ἐκ Χαλύβης, ἢ τῶν ἀνθρώπων πρότερον Ἀλύβων λεγομένων ἀντὶ Χαλύβων·
」これは、テキストが以下のように変更されたか、「遠きハリュべより」あるいは、人々が以前はハリュベスの代わりにアリュベスと呼ばれていたためである。
οὐ γὰρ νῦν μὲν δυνατὸν γέγονεν ἐκ Χαλύβων Χαλδαίους λεχθῆναι, πρότερον δʼ οὐκ ἐνῆν ἀντὶ Ἀλύβων Χάλυβας, καὶ ταῦτα τῶν ὀνομάτων μεταπτώσεις πολλὰς δεχομένων καὶ μάλιστα ἐν τοῖς βαρβάροις·
というのも、現在ハリュベスからカルダイオイと呼ばれることが可能になったのに、以前アリュベスの代わりにハリュベスと呼ぶことが不可能であったはずがないからであり、しかも、とりわけ蛮族において、名前が多くの変化を受け入れることを考慮すればなおさらである。
Σίντιες γὰρ ἐκαλοῦντό τινες τῶν Θρᾳκῶν, εἶτα Σιντοί, εἶτα Σάιοι, παρʼ οἷς φησιν Ἀρχίλοχος τὴν ἀσπίδα ῥῖψαι " ἀσπίδα μὲν Σαΐων τις ἀνείλετο, τὴν παρὰ θάμνῳ ἔντος ἀμώμητον κάλλιπον οὐκ ἐθέλων.
なぜなら、トラキア人のある者たちはシンティエスと呼ばれ、次いでシントイ、次いでサイオイと呼ばれたが、アルキロコスは彼らのところで盾を捨てたと言っているからである。 「サイオイの誰かが盾を拾い上げたり。 茂みの傍らに、非の打ちどころなき武具を私は不本意ながら残し来たりぬ。
" οἱ δʼ αὐτοὶ οὗτοι Σαπαῖοι νῦν ὀνομάζονται·
」そして、これらの同じ人々が現在はサパイオイと呼ばれている。
πάντες γὰρ οὗτοι περὶ Ἄβδηρα τὴν οἴκησιν εἶχον καὶ τὰς περὶ Λῆμνον νήσους·
というのも、彼らはみなアブデラ周辺やレムノス周辺の島々に住んでいたからである。
ὁμοίως δὲ καὶ Βρῦγοι καὶ Βρύγες καὶ Φρύγες οἱ αὐτοί, καὶ Μυσοὶ καὶ Μαίονες καὶ Μῄονες·
同様に、ブリュゴイ、ブリュゲス、フリュゲスは同一であり、ミュソイ、マイオネス、メオネスも同様である。
οὐ χρεία δὲ πλεονάζειν.
多くを語る必要はあるまい。
ὑπονοεῖ δὲ καὶ ὁ Σκήψιος τὴν τοῦ ὀνόματος μετάπτωσιν ἐξ Ἀλύβων εἰς Χάλυβας, τὰ δʼ ἑξῆς καὶ τὰ συνῳδὰ οὐ νοῶν, καὶ μάλιστα ἐκ τίνος Ἁλιζώνους εἴρηκε τοὺς Χάλυβας, ἀποδοκιμάζει τὴν δόξαν·
スケプシスもまた、アリュベスからハリュベスへの名前の変化を推測しているが、それに続く点や調和する点を理解しておらず、とりわけ、どのような理由からハリュベスをハリゾネスと呼んだのかを理解していないため、この説を退けている。
ἡμεῖς δʼ ἀντιπαραθέντες τῇ ἡμετέρᾳ τὴν ἐκείνου καὶ τὰς τῶν ἄλλων ὑπολήψεις σκοπῶμεν.
しかし、私たちは、彼の見解や他の人々の想定を私たちの見解と対比させながら、検討してみよう。
§12.3.21οἱ μὲν μεταγράφουσιν Ἀλαζώνων οἱ δʼ Ἀμαζώνων ποιοῦντες, τὸ δʼ ἐξ Ἀλύβης ἐξ Ἀλόπης ἢ ἐξ Ἀλόβης, τοὺς μὲν Σκύθας Ἀλαζῶνας φάσκοντες ὑπὲρ τὸν Βορυσθένη καὶ Καλλιπίδας καὶ ἄλλα ὀνόματα, ἅπερ Ἑλλάνικός τε καὶ Ἡρόδοτος καὶ Εὔδοξος κατεφλυάρησαν ἡμῶν, τοὺς δʼ Ἀμαζῶνας μεταξὺ Μυσίας καὶ Καρίας καὶ Λυδίας, καθάπερ Ἔφορος νομίζει, πλησίον Κύμης τῆς πατρίδος αὐτοῦ·
ある人々は「アラゾネスの」、他の人々は「アマゾネスの」と書き換え、「アリュべより」を「アロペより」または「アロべより」としている。 前者は、ボリュステネス川の上方にいるスキティアのアラゾネスやカッリピダイ、そしてヘラニコスやヘロドトス、エウドクソスが我々にたわ言を並べ立てたその他の名前について主張し、後者はエフォロスが考えているように、ミュシア、カリア、リュディアの間、彼の故郷であるキュメの近くにアマゾネスがいると主張している。
καὶ τοῦτο μὲν ἔχεταί τινος λόγου τυχὸν ἴσως·
そして、この説はあるいは多少の道理にかなっているかもしれない。
εἴη γὰρ ἂν λέγων τὴν ὑπὸ τῶν Αἰολέων καὶ Ἰώνων οἰκισθεῖσαν ὕστερον, πρότερον δʼ ὑπὸ Ἀμαζόνων, καὶ ἐπωνύμους πόλεις τινὰς εἶναί φασι· καὶ γὰρ Ἔφεσον καὶ Σμύρναν καὶ Κύμην καὶ Μύριναν.
というのも、彼は、のちにアイオリス人やイオニア人によって植民され、以前はアマゾンたちによって支配されていた地について語っているのかもしれないからであり、また実際、いくつかの都市、すなわちエフェソス、スミュルナ、キュメ、ミュリナは彼女らにちなんで名付けられたと言われているからである。
ἡ δὲ Ἀλύβη ἢ ὥς τινες Ἀλόπη ἢ Ἀλόβη πῶς ἂν ἐν τοῖς τόποις τούτοις ἐξητάζετο;
しかし、アリュべ、あるいは一部の人々が言うアロペやアロべは、どのようにしてこれらの地方に見出され得ただろうか。
πῶς δὲ τηλόθεν;
また、どのようにして「遠き」地であり得ただろうか。
πῶς δʼ ἡ τοῦ ἀργύρου γενέθλη;
また、どのようにして「銀の生まれいづる地」であり得ただろうか。

語釈・文法注

  1. §12.3.18διήκει δὲ διὰ τούτων ὅ τε Σκυδίσης ὄρος — 主語は ὅ τε Σκυδίσης ὄρος... と καὶ ὁ Παρυάδρης... という2つの山(中性と男性)であるが、動詞 διήκει は3人称単数形である。これは、最初の主語に引きずられたか、あるいは各主語を個別に動詞に係らせるゲジマ(zeugma)的な結合によるものである。
  2. §12.3.20οὐ γὰρ νῦν μὲν δυνατὸν γέγονεν ἐκ Χαλύβων Χαλδαίους λεχθῆναι, πρότερον δʼ οὐκ ἐνῆν ἀντὶ Ἀλύβων Χάλυβας — οὐ γὰρ νῦν μὲν... πρότερον δʼ οὐκ... という対比によって二重否定に似た強い主張が形成されている。後節の οὐκ ἐνῆν(不可能であったはずがない)は、前節で現実となった変化(ハリュベスからカルダイオイへの移行)を根拠にして、過去の変化(アリュベスからハリュベスへの移行)の可能性を主張する。ἀντὶ Ἀλύβων Χάλυβας の後には 不定詞 λεχθῆναι(あるいは γενέσθαι)が省略されている。
  3. §12.3.21οἱ μὲν μεταγράφουσιν Ἀλαζώνων οἱ δʼ Ἀμαζώνων ποιοῦντες — この文は οἱ μὲν μεταγράφουσιν... で始まるが、οἱ δʼ... の後には主動詞がなく、分詞 ποιοῦντες, φάσκοντες が文末まで連続する、文法上のねじれ(anacoluthon)が見られる。οἱ δʼ は、前文の μεταγράφουσιν を共通の動詞として受けるか、あるいは ποιοῦντες(〜としながら)という分詞構文によって分詞が主動詞のように機能している。

この箇所を引用する

ストラボン, 地理誌 §12.3.18-12.3.21. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:12.3.18-12.3.21

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。