Humanitext Reader

ストラボン · 地理誌 §12.3.14-12.3.17

アミソスとテミスクュラ平野の地誌

383 / 577 箇所 · ギリシア語

要旨

ストラボンはアミソスとテミスクュラ平野の地理的、経済的、歴史的特徴について述べ、イリス川などの河川の描写、自然の富饒さ、そして周辺の諸都市や文化人について紹介する。

§12.3.14μετὰ δὲ τὴν Γαζηλῶνα ἡ Σαραμηνὴ καὶ Ἀμισὸς πόλις ἀξιόλογος, διέχουσα τῆς Σινώπης περὶ ἐνακοσίους σταδίους.
ガゼロニティスの次には、サラメネ、そしてアミソスという著名な都市があり、これはシノペから約900スタディオン離れている。
φησὶ δʼ αὐτὴν Θεόπομπος πρώτους Μιλησίους κτίσαι Καππαδόκων ἄρχοντα, τρίτον δʼ ὑπʼ Ἀθηνοκλέους καὶ Ἀθηναίων ἐποικισθεῖσαν Πειραιᾶ μετονομασθῆναι.
テオポンポスは、最初にミレトス人たちがカパドキア人の支配していたこの地を創建し、三度目にはアテノクレスとアテナイ人によって入植され、ペイライエウスと改名された、と言っている。
καὶ ταύτην δὲ κατέσχον οἱ βασιλεῖς, ὁ δʼ Εὐπάτωρ ἐκόσμησεν ἱεροῖς καὶ προσέκτισε μέρος.
そして、この都市も王たちが領有し、エウパトルは神殿で飾り、一部を増築した。
Λεύκολλος δὲ καὶ ταύτην ἐπολιόρκησεν, εἶθʼ ὕστερον Φαρνάκης ἐκ Βοσπόρου διαβάς·
ルクッルスもまたこの都市を包囲し、その後、ボスポロスから渡ってきたファルナケスが包囲した。
ἐλευθερωθεῖσαν δʼ ὑπὸ Καίσαρος τοῦ θεοῦ παρέδωκεν Ἀντώνιος βασιλεῦσιν·
神君カエサルによって解放されたが、アントニウスが王たちに引き渡した。
εἶθʼ ὁ τύραννος Στράτων κακῶς αὐτὴν διέθηκεν·
その後、僭主ストラトンがここを悪政で苦しめた。
εἶτʼ ἠλευθερώθη πάλιν μετὰ τὰ Ἀκτιακὰ ὑπὸ Καίσαρος τοῦ Σεβαστοῦ, καὶ νῦν εὖ συνέστηκεν.
その後、アクティウムの戦いの後に神君カエサルによって再び解放され、現在は良好な状態にある。
ἔχει δὲ τήν τε ἄλλην χώραν καλὴν καὶ τὴν Θεμίσκυραν τὸ τῶν Ἀμαζόνων οἰκητήριον, καὶ τὴν Σιδήνην.
そして、この都市は、その他の優れた土地を有しているだけでなく、アマゾンたちの居住地であるテミスクュラ、およびシデネをも領有している。
§12.3.15ἔστι δὲ ἡ Θεμίσκυρα πεδίον τῇ μὲν ὑπὸ τοῦ πελάγους κλυζόμενον, ὅσον ἑξήκοντα σταδίους τῆς πόλεως διέχον, τῇ δʼ ὑπὸ τῆς ὀρεινῆς εὐδένδρου καὶ διαρρύτου ποταμοῖς αὐτόθεν τὰς πηγὰς ἔχουσιν.
テミスクュラは平野であり、一方は海によって洗われ、都市からおよそ60スタディオン離れており、他方は樹木の繁茂した山岳地帯に接しており、その山岳地帯はそこから源泉を有する河川によって灌漑されている。
ἐκ μὲν οὖν τούτων πληρούμενος ἁπάντων εἷς ποταμὸς διέξεισι τὸ πεδίον Θερμώδων καλούμενος·
さて、これらすべての河川から水が満たされ、一つの川がテルモドンと呼ばれてその平野を横切っている。
ἄλλος δὲ τούτῳ πάρισος ῥέων ἐκ τῆς καλουμένης Φαναροίας τὸ αὐτὸ διέξεισι πεδίον·
また、これに匹敵するもう一つの川が、ファナロイアと呼ばれる地から流れて、同じ平野を横切っている。
καλεῖται δὲ Ἶρις.
それはイリスと呼ばれている。
ἔχει δὲ τὰς πηγὰς ἐν αὐτῷ τῷ Πόντῳ, ῥυεὶς δὲ διὰ πόλεως μέσης Κομάνων τῶν Ποντικῶν καὶ διὰ τῆς Δαζιμωνίτιδος εὐδαίμονος πεδίου πρὸς δύσιν, εἶτʼ ἐπιστρέφει πρὸς τὰς ἄρκτους παρʼ αὐτὰ τὰ Γαζίουρα, παλαιὸν βασίλειον, νῦν δʼ ἔρημον·
それはポントス地方そのものに源泉を有し、ポントスのコマナの都市の中央を通り、また恵まれたダジモニティス平野を通って西へと流れた後、かつては王宮であったが現在は廃墟となっているガジウラそのものの傍らを北へと向きを変える。
εἶτα ἀνακάμπτει πάλιν πρὸς ἕω παραλαβὼν τόν τε Σκύλακα καὶ ἄλλους ποταμούς, καὶ παρʼ αὐτὸ τὸ τῆς Ἀμασείας ἐνεχθεὶς τεῖχος, τῆς ἡμετέρας πατρίδος, πόλεως ἐρυμνοτάτης, εἰς τὴν Φανάροιαν πρόεισιν·
それから再び東へと向きを変え、スキュラクス川や他の諸河川を合流させ、我が祖国であり極めて堅固な都市であるアマセイアの城壁そのものの傍らを流れて、ファナロイアへと進む。
ἐνταῦθα δὲ συμβαλὼν ὁ Λύκος αὐτῷ τὰς ἀρχὰς ἐξ Ἀρμενίας ἔχων γίνεται καὶ αὐτὸς Ἶρις·
そこで、アルメニアに源泉を有するリュコス川がこれと合流し、それ自体もイリス川となる。
εἶθʼ ἡ Θεμίσκυρα ὑποδέχεται τὸ ῥεῦμα καὶ τὸ Ποντικὸν πέλαγος.
次いで、テミスクュラがその流れを受け入れ、さらにポントス海へと注ぎ込む。
διὰ δὲ τοῦτο ἔνδροσόν ἐστι καὶ ποάζον ἀεὶ τὸ πεδίον τοῦτο τρέφειν ἀγέλας βοῶν τε ὁμοίως καὶ ἵππων δυνάμενον, σπόρον δὲ πλεῖστον δέχεται τὸν ἐκ τῆς ἐλύμου καὶ κέγχρου, μᾶλλον δὲ ἀνέκλειπτον·
このため、この平野は常に露に潤い草が青々と茂っており、牛や馬の群れを同様に養うことができ、アワやキビの種を極めて豊かに、いやむしろ絶えることなく受け入れる。
αὐχμοῦ γάρ ἐστι κρείττων ἡ εὐυδρία παντός, ὥστʼ οὐδὲ λιμὸς καθικνεῖται τῶν ἀνθρώπων τούτων οὐδʼ ἅπαξ·
というのも、豊かな水はあらゆる旱魃に勝るため、これらの人々に飢饉が一度として及ぶことはないからである。
τοσαύτην δʼ ὀπώραν ἐκδίδωσιν ἡ παρόρειος τὴν αὐτοφυῆ καὶ ἀγρίαν σταφυλῆς τε καὶ ὄχνης καὶ μήλου καὶ τῶν καρυωδῶν ὥστε κατὰ πᾶσαν τοῦ ἔτους ὥραν ἀφθόνως εὐπορεῖν τοὺς ἐξιόντας ἐπὶ τὴν ὕλην, τοτὲ μὲν ἔτι κρεμαμένων τῶν καρπῶν ἐν τοῖς δένδρεσι, τοτὲ δʼ ἐν τῇ πεπτωκυίᾳ φυλλάδι καὶ ὑπʼ αὐτῇ κειμένων βαθείᾳ καὶ πολλῇ κεχυμένῃ.
山沿いの地は、ブドウ、梨、リンゴ、ナッツ類などの自生する野生の果物を非常に豊かにもたらすため、森へ出かける人々は、一年のあらゆる季節にそれらを豊富に得ることができる。 ある時は果物がまだ木にぶら下がっており、またある時は、深く厚く降り積もった落ち葉の中に、あるいはその下に横たわっている。
συχναὶ δὲ καὶ θῆραι παντοίων ἀγρευμάτων διὰ τὴν εὐπορίαν τῆς τροφῆς.
また、食物が豊富であるため、あらゆる種類の獲物の狩猟も頻繁に行われる。
§12.3.16μετὰ δὲ τὴν Θεμίσκυράν ἐστιν ἡ Σιδήνη, πεδίον εὔδαιμον, οὐχ ὁμοίως δὲ κατάρρυτον, ἔχον χωρία ἐρυμνὰ ἐπὶ τῇ παραλίᾳ, τήν τε Σίδην ἀφʼ ἧς ὠνομάσθη Σιδήνη, καὶ Χάβακα καὶ Φάβδα·
テミスクュラの次には、恵まれた平野であるシデネがあるが、同様には潤されておらず、沿岸部にいくつかの堅固な場所、すなわちシデネの名前の由来となったシデ、およびカバカ、パブダを有している。
μέχρι μὲν δὴ δεῦρο Ἀμισηνή.
実にここまではアミソス地方である。
ἄνδρες δὲ γεγόνασιν ἄξιοι μνήμης κατὰ παιδείαν ἐνταῦθα μαθηματικοὶ μὲν Δημήτριος ὁ τοῦ Ῥαθηνοῦ καὶ Διονυσόδωρος ὁμώνυμος τῷ Μηλίῳ γεωμέτρῃ, γραμματικὸς δὲ Τυραννίων οὗ ἡμεῖς ἠκροασάμεθα.
学問において記憶に値する人々がここに輩出した。 数学者としてはラテノスの息子デメトリオス、およびメロス島の幾何学者と同名であるディオニュソドロス、文法学者としては我々が講義を聴いたテュラニオンである。
§12.3.17μετὰ δὲ τὴν Σιδήνην ἡ Φαρνακία ἐστὶν ἐρυμνὸν πόλισμα, καὶ μετὰ ταῦτα ἡ Τραπεζοῦς πόλις Ἑλληνίς, εἰς ἣν ἀπὸ τῆς Ἀμισοῦ περὶ δισχιλίους καὶ διακοσίους σταδίους ἐστὶν ὁ πλοῦς·
シデネの次にはファルナキアという堅固な小都市があり、その後にギリシアの都市トラペズスがある。 アミソスからトラペズスまでは約2200スタディオンの航路である。
εἶτʼ ἔνθεν εἰς Φᾶσιν χίλιοί που καὶ τετρακόσιοι, ὥστε οἱ σύμπαντες ἀπὸ τοῦ Ἱεροῦ μέχρι Φάσιδος περὶ ὀκτακισχιλίους σταδίους εἰσὶν ἢ μικρῷ πλείους ἢ ἐλάττους.
次いで、そこからファシスまではおよそ1400スタディオンであり、したがってヒエロンからファシスまでの総計は約8000スタディオンか、あるいはそれよりわずかに多いか少ないかである。
ἐν δὲ τῇ παραλίᾳ ταύτῃ ἀπὸ Ἀμισοῦ πλέουσιν ἡ Ἡράκλειος ἄκρα πρῶτον ἔστιν, εἶτʼ ἄλλη ἄκρα Ἰασόνιον καὶ ὁ Γενήτης, εἶτα Κοτύωρα πολίχνη ἐξ ἧς συνῳκίσθη ἡ Φαρνακία, εἶτʼ Ἰσχόπολις κατερηριμμένη, εἶτα κόλπος ἐν ᾧ Κερασοῦς τε καὶ Ἑρμώνασσα κατοικίαι μέτριαι, εἶτα τῆς Ἑρμωνάσσης πλησίον ἡ Τραπεζοῦς, εἶθʼ ἡ Κολχίς·
アミソスから航海する人々にとって、この沿岸部にはまずヘラクレオス岬があり、次いで別の岬であるイアソニオンとゲネテスがあり、次いでコテュオラという小都市があり、ここからファルナキアへと人々が移住させられた。 それから、廃墟となったイスコポリスがあり、それからケラススおよびエルモナッサという中規模の居住地がある湾があり、それからエルモナッサの近くにトラペズスがあり、それからコルキスがある。
ἐνταῦθα δέ που ἐστὶ καὶ Ζυγόπολίς τις λεγομένη κατοικία.
この辺りには、ジュゴポリスと呼ばれる居住地もある。
περὶ μὲν οὖν τῆς Κολχίδος εἴρηται καὶ τῆς ὑπερκειμένης παραλίας.
さて、コルキスおよびその上方の沿岸部については、既に述べた通りである。

語釈・文法注

  1. §12.3.14Καππαδόκων ἄρχοντα — 「カパドキア人が支配していたとき」あるいは「カパドキア人の支配下で」の意。現在分詞 ἄρχοντα(ἄρχω)は、アミソス創建当時の歴史的状況を説明する属格独立的な機能に類する対格句として用いられている。
  2. §12.3.15ἐκ μὲν οὖν τούτων πληρούμενος — 分詞 πληρούμενος は主節の主語である Θερμώδων(テルモドン川)に係り、「(前述の多くの河川から)水が満たされて」という因果あるいは付帯状況を表す受動態分詞である。
  3. §12.3.16οὗ ἡμεῖς ἠκροασάμεθα — 動詞 ἀκροάομαι(講義を聴く、学ぶ)は、その対象(教師)を属格で支配するため、関係代名詞 ὅς が属格 οὗ となっている。先行詞はテュラニオン。
  4. §12.3.17ἐξ ἧς συνῳκίσθη ἡ Φαρνακία — 受動態の συνῳκίσθη(συνοικίζω の直説法アオリスト受動)は、住民がコテュオラから集団移住させられてファルナキアを共同で形成した(シノイキスモス)歴史的事実を指す。

この箇所を引用する

ストラボン, 地理誌 §12.3.14-12.3.17. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:12.3.14-12.3.17

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。