§12.3.18τῆς δὲ Τραπεζοῦντος ὑπέρκεινται καὶ τῆς Φαρνακίας Τιβαρανοί τε καὶ Χαλδαῖοι καὶ Σάννοι, οὓς πρότερον ἐκάλουν Μάκρωνας, καὶ ἡ μικρὰ Ἀρμενία· καὶ οἱ Ἀππαῗται δέ πως πλησιάζουσι τοῖς χωρίοις τούτοις οἱ πρότερον Κερκῖται.
在特拉佩祖斯和法尔纳基亚之上,坐落着蒂巴拉尼人、卡尔代奥伊人、桑尼人(他们以前被称为马克罗内斯人)以及小亚美尼亚;而以前被称为克尔基泰人的阿ッパイ泰人也以某种方式与这些地方接壤。
διήκει δὲ διὰ τούτων ὅ τε Σκυδίσης ὄρος τραχύτατον συνάπτον τοῖς Μοσχικοῖς ὄρεσι τοῖς ὑπὲρ τῆς Κολχίδος, οὗ τὰ ἄκρα κατέχουσιν οἱ Ἑπτακωμῆται, καὶ ὁ Παρυάδρης ὁ μέχρι τῆς μικρᾶς Ἀρμενίας ἀπὸ τῶν κατὰ Σιδήνην καὶ Θεμίσκυραν τόπων διατείνων καὶ ποιῶν τὸ ἑωθινὸν τοῦ Πόντου πλευρόν.
穿过这些领土,既有极其险峻并与科尔基斯之上的莫斯基卡山脉相连的斯库迪塞斯山(其山顶由赫普塔科美泰人占领),也有从西德内和塞米斯库拉附近地区一直延伸到小亚美尼亚并构成了蓬托斯东侧的帕里亚德雷斯山。
εἰσὶ δʼ ἅπαντες μὲν οἱ ὄρειοι τούτων ἄγριοι τελέως, ὑπερβέβληνται δὲ τοὺς ἄλλους οἱ Ἑπτακωμῆται· τινὲς δὲ καὶ ἐπὶ δένδρεσιν ἢ πυργίοις οἰκοῦσι, διὸ καὶ Μοσυνοίκους ἐκάλουν οἱ παλαιοί, τῶν πύργων μοσσύνων λεγομένων.
这些地方的所有山民都完全是野蛮的,但赫普塔科美泰人超越了其他人;他们中有些人甚至住在树上或小塔中,这就是为什么古人称他们为莫舒诺伊科伊人,因为他们的塔被称为“莫舒内斯”。
ζῶσι δʼ ἀπὸ θηρείων σαρκῶν καὶ τῶν ἀκροδρύων, ἐπιτίθενται δὲ καὶ τοῖς ὁδοιποροῦσι καταπηδήσαντες ἀπὸ τῶν ἰκρίων.
他们靠野兽的肉和树上的果实生活,还会从平台上跳下来袭击旅人。
οἱ δὲ Ἑπτακωμῆται τρεῖς Πομπηίου σπείρας κατέκοψαν διεξιούσας τὴν ὀρεινήν, κεράσαντες κρατῆρας ἐν ταῖς ὁδοῖς τοῦ μαινομένου μέλιτος, ὃ φέρουσιν οἱ ἀκρεμόνες τῶν δένδρων· πιοῦσι γὰρ καὶ παρακόψασιν ἐπιθέμενοι ῥᾳδίως διεχειρίσαντο τοὺς ἀνθρώπους.
事实上,赫普塔科美泰人在路上设下混有“狂蜜”(树枝上产的蜜)的混酒器,乘着庞培的三个步兵大队穿过山地时将他们全歼;因为士兵们喝了蜜后丧失了理智,他们便发起袭击,轻易地解决了这些人。
ἐκαλοῦντο δὲ τούτων τινὲς τῶν βαρβάρων καὶ Βύζηρες.
这些蛮族中的一些人也被称为比泽雷斯。
§12.3.19οἱ δὲ νῦν Χαλδαῖοι Χάλυβες τὸ παλαιὸν ὠνομάζοντο, καθʼ οὓς μάλιστα ἡ Φαρνακία ἵδρυται, κατὰ θάλατταν μὲν ἔχουσα εὐφυΐαν τὴν ἐκ τῆς πηλαμυδείας (πρώτιστα γὰρ ἁλίσκεται ἐνταῦθα τὸ ὄψον τοῦτο), ἐκ δὲ τῆς γῆς τὰ μέταλλα νῦν μὲν σιδήρου πρότερον δὲ καὶ ἀργύρου.
现在被称为卡尔代奥伊的人,在古代被称为哈里贝斯人,法尔纳基亚正对着他们而建,在海上拥有因捕捞小鲔(哈加鱼)而带来的便利(因为这种美味最先是在这里被捕获的),在陆上则拥有目前是铁矿、以前也是银矿的矿藏。
ὅλως δὲ κατὰ τοὺς τόπους τούτους ἡ παραλία στενὴ τελέως ἐστίν· ὑπέρκειται γὰρ εὐθὺς τὰ ὄρη μετάλλων πλήρη καὶ δρυμῶν, γεωργεῖται δʼ οὐ πολλά· λείπεται δὴ τοῖς μὲν μεταλλευταῖς ἐκ τῶν μετάλλων ὁ βίος, τοῖς δὲ θαλαττουργοῖς ἐκ τῆς ἁλιείας καὶ μάλιστα τῶν πηλαμύδων καὶ τῶν δελφίνων·
总的来说,在这些地方,海岸线完全是狭窄的;因为充满矿藏和森林的山脉紧贴其后,耕作的地方并不多;因此,矿工们依靠矿山生活,而海上劳作者则依靠捕鱼,尤其是捕捞小鲔和海豚。
ἐπακολουθοῦντες γὰρ ταῖς ἀγέλαις τῶν ἰχθύων, κορδύλης τε καὶ θύννης καὶ αὐτῆς τῆς πηλαμύδος, πιαίνονταί τε καὶ εὐάλωτοι γίνονται διὰ τὸ πλησιάζειν τῇ γῇ προαλέστερον·
因为海豚追逐鱼群(如若鲔、金枪鱼以及小鲔本身),变得肥胖且由于更接近陆地而容易被捕获。
δελεαζομένους μόνοι οὗτοι κατακόπτουσι τοὺς δελφῖνας καὶ τῷ στέατι πολλῷ χρῶνται πρὸς ἅπαντα.
唯独这些人会砍碎被诱饵吸引的海豚,并将其丰富的油脂广泛用于各种用途。
§12.3.20τούτους οὖν οἶμαι λέγειν τὸν ποιητὴν Ἁλιζώνους ἐν τῷ μετὰ τοὺς Παφλαγόνας καταλόγῳ
"
αὐτὰρ Ἁλιζώνων Ὀδίος καὶ Ἐπίστροφος ἦρχον
τηλόθεν ἐξ Ἀλύβης, ὅθεν ἀργύρου ἐστὶ γενέθλη.
因此,我认为诗人在继帕弗拉戈尼亚人之后的目录中,称这些人为哈里佐内斯人: “然而哈里佐内斯人由奥迪奥斯和埃皮斯特罗福斯率领,来自遥远的小亚里贝,那里是银的诞生地。
"
ἤτοι τῆς γραφῆς μετατεθείσης ἀπὸ τοῦ
τηλόθεν ἐκ Χαλύβης,
ἢ τῶν ἀνθρώπων πρότερον Ἀλύβων λεγομένων ἀντὶ Χαλύβων· οὐ γὰρ νῦν μὲν δυνατὸν γέγονεν ἐκ Χαλύβων Χαλδαίους λεχθῆναι, πρότερον δʼ οὐκ ἐνῆν ἀντὶ Ἀλύβων Χάλυβας, καὶ ταῦτα τῶν ὀνομάτων μεταπτώσεις πολλὰς δεχομένων καὶ μάλιστα ἐν τοῖς βαρβάροις·
” 这或者是由于文本从 “来自遥远的哈里贝” 被修改而来,或者是由于人们以前被称为亚里贝斯人而不是哈里贝斯人;因为现在哈里贝斯人能被称为卡尔代奥伊人,难道以前就不能称哈里贝斯人来代替亚里贝斯人吗? 尤其是考虑到名字会经历很多变化,特别是在蛮族之中。
Σίντιες γὰρ ἐκαλοῦντό τινες τῶν Θρᾳκῶν, εἶτα Σιντοί, εἶτα Σάιοι, παρʼ οἷς φησιν Ἀρχίλοχος τὴν ἀσπίδα ῥῖψαι
"
ἀσπίδα μὲν Σαΐων τις ἀνείλετο, τὴν παρὰ θάμνῳ
ἔντος ἀμώμητον κάλλιπον οὐκ ἐθέλων.
因为色雷斯人中的一些人曾被称为辛蒂埃斯人,然后是辛托伊人,再然后是塞伊人,阿尔基洛科斯说他在他们那里丢弃了盾牌: “某个塞伊人拿走了我的盾牌,那面在灌木丛旁、我不情愿地留下的毫无瑕疵的武器。
"
οἱ δʼ αὐτοὶ οὗτοι Σαπαῖοι νῦν ὀνομάζονται· πάντες γὰρ οὗτοι περὶ Ἄβδηρα τὴν οἴκησιν εἶχον καὶ τὰς περὶ Λῆμνον νήσους·
” 而这些相同的人现在被称为萨派奥伊人;因为所有这些人都在阿布德拉周围以及莱姆诺斯周围的岛屿上居住。
ὁμοίως δὲ καὶ Βρῦγοι καὶ Βρύγες καὶ Φρύγες οἱ αὐτοί, καὶ Μυσοὶ καὶ Μαίονες καὶ Μῄονες· οὐ χρεία δὲ πλεονάζειν.
同样地,布里戈伊、布里盖斯和弗里吉亚人是相同的,穆索伊、迈奥内斯和梅奥内斯也是相同的;没有必要增加例子。
ὑπονοεῖ δὲ καὶ ὁ Σκήψιος τὴν τοῦ ὀνόματος μετάπτωσιν ἐξ Ἀλύβων εἰς Χάλυβας, τὰ δʼ ἑξῆς καὶ τὰ συνῳδὰ οὐ νοῶν, καὶ μάλιστα ἐκ τίνος Ἁλιζώνους εἴρηκε τοὺς Χάλυβας, ἀποδοκιμάζει τὴν δόξαν· ἡμεῖς δʼ ἀντιπαραθέντες τῇ ἡμετέρᾳ τὴν ἐκείνου καὶ τὰς τῶν ἄλλων ὑπολήψεις σκοπῶμεν.
斯凯普西斯也怀疑名字从亚里贝斯到哈里贝斯的变化,但由于他不理解接下来的内容以及相协调的部分,特别是诗人在何种原因下称哈里贝斯人为“哈里佐内斯人”,他否定了这个观点;但让我们将他的看法以及其他人的设想与我们自己的观点进行对比,来审视它们。
§12.3.21οἱ μὲν μεταγράφουσιν
Ἀλαζώνων
οἱ δʼ
Ἀμαζώνων
ποιοῦντες, τὸ δʼ
ἐξ Ἀλύβης
ἐξ Ἀλόπης
ἢ
ἐξ Ἀλόβης,
τοὺς μὲν Σκύθας Ἀλαζῶνας φάσκοντες ὑπὲρ τὸν Βορυσθένη καὶ Καλλιπίδας καὶ ἄλλα ὀνόματα, ἅπερ Ἑλλάνικός τε καὶ Ἡρόδοτος καὶ Εὔδοξος κατεφλυάρησαν ἡμῶν, τοὺς δʼ Ἀμαζῶνας μεταξὺ Μυσίας καὶ Καρίας καὶ Λυδίας, καθάπερ Ἔφορος νομίζει, πλησίον Κύμης τῆς πατρίδος αὐτοῦ· καὶ τοῦτο μὲν ἔχεταί τινος λόγου τυχὸν ἴσως· εἴη γὰρ ἂν λέγων τὴν ὑπὸ τῶν Αἰολέων καὶ Ἰώνων οἰκισθεῖσαν ὕστερον, πρότερον δʼ ὑπὸ Ἀμαζόνων, καὶ ἐπωνύμους πόλεις τινὰς εἶναί φασι· καὶ γὰρ Ἔφεσον καὶ Σμύρναν καὶ Κύμην καὶ Μύριναν.
有些人将其改写为“阿拉佐内斯人”,另一些人则改写为“阿玛佐内斯人”,把“来自亚里贝”改成“来自阿洛佩”或“来自阿洛贝”,声称阿拉佐内斯人是博里斯塞内斯河之上的斯基泰人,以及卡利皮代人,还有赫拉尼科斯、希罗多德和欧多克索斯对我们胡言乱语过的其他名字;而阿玛佐内斯人则在米西亚、卡里亚和吕迪亚之间,正如埃福罗斯所认为的,靠近他的家乡库美;这个观点也许确实有一些道理;因为他可能说的是后来由埃奥利斯人和伊奥尼亚人殖民、但以前由阿玛宗人统治的领土,而且他们说有一些城市是以她们命名的,例如以弗所、士麦那、库美和米里纳。
ἡ δὲ Ἀλύβη ἢ ὥς τινες Ἀλόπη ἢ Ἀλόβη πῶς ἂν ἐν τοῖς τόποις τούτοις ἐξητάζετο;
但是,亚里贝,或者如某些人所说的阿洛佩或阿洛贝,又怎么可能在这些地方被找到呢?
πῶς δὲ τηλόθεν;
又怎么能是“遥远”的呢?
πῶς δʼ ἡ τοῦ ἀργύρου γενέθλη;
又怎么能是“银的诞生地”呢?