Humanitext Reader

ストラボン · 地理誌 §11.8.7-11.8.9

マッサゲタイ人の生活様式と東方への行程

359 / 577 箇所 · ギリシア語

要旨

マッサゲタイ人の居住環境(島、湿地、山岳、平原)に応じた多様な生活様式や、周辺部族の分布、およびエラトステネスが提示するカスピ海・カスピ門から各地域およびインドに至る詳細な道程と距離が記されている。

§11.8.7οἱ μὲν οὖν ἐν ταῖς νήσοις οὐκ ἔχοντες σπόριμα ῥιζοφαγοῦσι καὶ ἀγρίοις χρῶνται καρποῖς, ἀμπέχονται δὲ τοὺς τῶν δένδρων φλοιούς (οὐδὲ γὰρ βοσκήματα ἔχουσι), πίνουσι δὲ τὸν ἐκ τῶν δένδρων καρπὸν ἐκθλίβοντες·
したがって、島々に住む者たちは、耕作に適した土地を持たないので、根を食し、野生の果実を用いる。 また樹木の皮を身に纏う(なぜなら彼らは家畜すら持たないからである)。 そして、樹木の実を搾って飲む。
οἱ δʼ ἐν τοῖς ἕλεσιν ἰχθυοφαγοῦσιν, ἀμπέχονται δὲ τὰ τῶν φωκῶν δέρματα τῶν ἐκ θαλάττης ἀνατρεχουσῶν·
一方、湿地に住む者たちは魚を食し、海から遡ってくるアザラシの皮を身に纏う。
οἱ δʼ ὄρειοι τοῖς ἀγρίοις τρέφονται καὶ αὐτοὶ καρποῖς·
また山岳の住民たちも、自らも野生の果実で養われる。
ἔχουσι δὲ καὶ πρόβατα ὀλίγα ὥστʼ οὐδὲ κατακόπτουσι φειδόμενοι τῶν ἐρίων χάριν καὶ τοῦ γάλακτος·
そして羊もわずかに持っているが、羊毛と乳のためにそれらを惜しんで、決して屠殺することはない。
τὴν δʼ ἐσθῆτα ποικίλλουσιν ἐπιχρίστοις φαρμάκοις δυσεξίτηλον ἔχουσι τὸ ἄνθος.
また着物は、塗布される染料で彩り、その色は落ちにくい。
οἱ δὲ πεδινοὶ καίπερ ἔχοντες χώραν οὐ γεωργοῦσιν, ἀλλὰ ἀπὸ προβάτων καὶ ἰχθύων ζῶσι νομαδικῶς καὶ Σκυθικῶς.
平原の住民たちは、土地を持っているにもかかわらず耕作せず、羊と魚によって遊牧民的・スカイタイ的に生きている。
ἔστι γάρ τις καὶ κοινὴ δίαιτα πάντων τῶν τοιούτων ἣν πολλάκις λέγω, καὶ ταφαὶ δʼ εἰσὶ παραπλήσιαι καὶ ἤθη καὶ ὁ σύμπας βίος, αὐθέκαστος μὲν σκαιός τε καὶ ἄγριος καὶ πολεμικός, πρὸς δὲ τὰ συμβόλαια ἁπλοῦς καὶ ἀκάπηλος.
というのも、これらのすべての人々には、私がしばしば言及している共通の生活様式のようなものがあり、また埋葬法も同様であり、慣習も、全生活も同様である。 それは、頑固で無骨で野蛮で戦闘的であるが、契約に対しては単純で不まじめではない。
§11.8.8τοῦ δὲ τῶν Μασσαγετῶν καὶ τῶν Σακῶν ἔθνους καὶ οἱ Ἀττάσιοι καὶ οἱ Χωράσμιοι, εἰς οὓς ἀπὸ τῶν Βακτριανῶν καὶ τῶν Σογδιανῶν ἔφυγε Σπιταμένης, εἷς ἐκ τῶν ἀποδράντων Περσῶν τὸν Ἀλέξανδρον, καθάπερ καὶ Βῆσσος·
そして、マッサゲタイ人とサカイ人の部族には、アッタシオイ人とコラズミオイ人も属している。 コラズミオイ人のところへは、バクトリア人とソグディア人のもとからスピタメネスが逃亡した。 彼はベッソスと同様に、アレクサンドロスから逃亡したペルシア人の一人であった。
καὶ ὕστερον δὲ Ἀρσάκης τὸν Καλλίνικον φεύγων Σέλευκον εἰς τοὺς Ἀπασιάκας ἐχώρησε.
そして後にアルサケスも、カッリニコス・セレウコスから逃れて、アパシアカイ人のもとへ向かった。
φησὶ δʼ Ἐρατοσθένης τοὺς Ἀραχωτοὺς καὶ Μασσαγέτας τοῖς Βακτρίοις παρακεῖσθαι πρὸς δύσιν παρὰ τὸν Ὦξον, καὶ Σάκας μὲν καὶ Σογδιανοὺς τοῖς ὅλοις ἐδάφεσιν ἀντικεῖσθαι τῇ Ἰνδικῇ, Βακτρίους δʼ ἐπʼ ὀλίγον·
エラトステネスは、アラコトイ人とマッサゲタイ人がオクス川沿いの西側でバクトリア人に隣接しており、サカイ人とソグディア人はその全領域においてインドと対面しているが、バクトリア人はほんの少しだけ対面している、と言う。
τὸ γὰρ πλέον τῷ Παροπαμισῷ παρακεῖσθαι·
なぜならバクトリア人の大半はパロパミソスに隣接しているからである。
διείργειν δὲ Σάκας μὲν καὶ Σογδιανοὺς τὸν Ἰαξάρτην, καὶ Σογδιανοὺς δὲ καὶ Βακτριανοὺς τὸν Ὦξον, μεταξὺ δὲ Ὑρκανῶν καὶ Ἀρίων Ταπύρους οἰκεῖν·
そして、サカイ人とソグディア人を分かつのはヤクサルテス川であり、ソグディア人とバクトリア人を分かつのはオクス川である、と言う。 そして、ヒュルカニア人とアリオイ人の間にはタピュロイ人が住んでいる。
κύκλῳ δὲ περὶ τὴν θάλατταν μετὰ τοὺς Ὑρκανοὺς Ἀμάρδους τε καὶ Ἀναριάκας καὶ Καδουσίους καὶ Ἀλβανοὺς καὶ Κασπίους καὶ Οὐιτίους, τάχα δὲ καὶ ἑτέρους μέχρι Σκυθῶν, ἐπὶ θάτερα δὲ μέρη τῶν Ὑρκανῶν Δέρβικας, τοὺς δὲ Καδουσίους συμψαύειν Μήδων καὶ Ματιανῶν ὑπὸ τὸν Παραχοάθραν.
また、海の周囲には、ヒュルカニア人の後にアマルドイ人、アナリアカイ人、カドゥシオイ人、アルバニア人、カスピ人、ウイティオイ人が、そしておそらく他の人々もスカイタイに至るまで住んでおり、ヒュルカニア人のもう一方の側にはデルビケス人が、そしてカドゥシオイ人はパラコアトラスの麓でメディア人とマティアノイ人に接している、と言う。
§11.8.9τὰ δὲ διαστήματα οὕτω λέγει·
距離について彼は次のように言っている。
ἀπὸ μὲν τοῦ Κασπίου ἐπὶ τὸν Κῦρον ὡς χιλίους ὀκτακοσίους σταδίους, ἔνθεν δʼ ἐπὶ Κασπίας πύλας πεντακισχιλίους ἑξακοσίους, εἶτʼ εἰς Ἀλεξάνδρειαν τὴν ἐν Ἀρίοις ἑξακισχιλίους τετρακοσίους, εἶτʼ εἰς Βάκτραν τὴν πόλιν, ἣ καὶ Ζαριάσπα καλεῖται, τρισχιλίους ὀκτακοσίους ἑβδομήκοντα, εἶτʼ ἐπὶ τὸν Ἰαξάρτην ποταμόν, ἐφʼ ὃν Ἀλέξανδρος ἧκεν, ὡς πεντακισχιλίους·
カスピ海からキュロス川までが約1800スタディオン、そこからカスピ門までが5600スタディオン、次いでアリオイ人の地のアレクサンドレイアまでが6400スタディオン、次いでザリアスパとも呼ばれるバクトラ市までが3870スタディオン、次いでアレクサンドロスが到達したヤクサルテス川までが約5000スタディオン。
ὁμοῦ δισμύριοι δισχίλιοι ἑξακόσιοι ἑβδομήκοντα.
計22,670スタディオンである。
λέγει δὲ καὶ οὕτω τὰ διαστήματα ἀπὸ Κασπίων πυλῶν εἰς Ἰνδούς·
また彼は、カスピ門からインドに至る距離を次のようにも言っている。
εἰς μὲν Ἑκατόμπυλον χιλίους ἐνακοσίους ἑξήκοντά φασιν, εἰς δʼ Ἀλεξάνδρειαν τὴν ἐν Ἀρίοις τετρακισχιλίους πεντακοσίους τριάκοντα, εἶτʼ εἰς Προφθασίαν τὴν ἐν Δραγγῇ χιλίους ἑξακοσίους, οἱ δὲ πεντακοσίους, εἶτʼ εἰς Ἀραχωτοὺς τὴν πόλιν τετρακισχιλίους ἑκατὸν εἴκοσιν, εἶτʼ εἰς Ὀρτόσπανα ἐπὶ τὴν ἐκ Βάκτρων τρίοδον δισχιλίους, εἶτʼ εἰς τὰ ὅρια τῆς Ἰνδικῆς χιλίους·
ヘカトンピュロスまでが1960スタディオンと言われ、アリオイ人の地のアレクサンドレイアまでが4530スタディオン、次いでドランゲの地のプロプタシアまでが1600(ある人々は1500と言う)スタディオン、次いでアラコトイ人の市までが4120スタディオン、次いでバクトラからの三叉路にあるオルトスパナまでが2000スタディオン、次いでインドの境界までが1000スタディオン。
ὁμοῦ μύριοι πεντακισχίλιοι τριακόσιοι.
計15,300スタディオンである。
ἐπʼ εὐθείας δὲ τῷ διαστήματι τούτῳ τὸ συνεχὲς δεῖ νοεῖν, τὸ ἀπὸ τοῦ Ἰνδοῦ μέχρι τῆς ἑῴας θαλάττης μῆκος τῆς Ἰνδικῆς.
この距離の延長上の直線として、インド川から東の海に至るインドの長さを考えるべきである。
ταῦτα μὲν τὰ περὶ τοὺς Σάκας.
サカイ人に関する事柄は以上の通りである。

語釈・文法注

  1. 11.8.7δυσεξίτηλον ἔχουσι τὸ ἄνθος — 形容詞 δυσεξίτηλον は対格 τὸ ἄνθος に対する述語的修飾として機能しており、「(衣類の染料の)色合いが落ちにくい状態にある」ことを表す。
  2. 11.8.8τοῦ δὲ τῶν Μασσαγετῶν καὶ τῶν Σακῶν ἔθνους — 文頭の属格句は、存在動詞(εἰσίν など)が省略された文において、主語の οἱ Ἀττάσιοι καὶ οἱ Χωράσμιοι が「マッサゲタイ人とサカイ人の部族に属する」ことを表す所属・部分の属格である。
  3. 11.8.8διείργειν δὲ Σάκας μὲν καὶ Σογδιανοὺς τὸν Ἰαξάρτην — 対格不定詞構文において、固有名詞の対格が並置されている。文脈上、単数名詞の τὸν Ἰαξάρτην(ヤクサルテス川)が不定詞 διείργειν の意味上の主語であり、複数名詞の Σάκας μὲν καὶ Σογδιανοὺς(サカイ人とソグディア人)が目的語である。
  4. 11.8.9ἐπʼ εὐθείας δὲ τῷ διαστήματι τούτῳ τὸ συνεχὲς δεῖ νοεῖν — τῷ διαστήματι τούτῳ は「この距離に」という意味で、前置詞句 ἐπʼ εὐθείας または名詞的表現 τὸ συνεχὲς(それに続くもの・連続するもの)を限定する。インドの長さをその延長線として捉えるべきであることを示す。

この箇所を引用する

ストラボン, 地理誌 §11.8.7-11.8.9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:11.8.7-11.8.9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。