§11.8.4Σάκαι μέντοι παραπλησίας ἐφόδους ἐποιήσαντο τοῖς Κιμμερίοις καὶ Τρήρεσι, τὰς μὲν μακροτέρας τὰς δὲ καὶ ἐγγύθεν·
しかしながら、サカイ人はキメリア人やトレレス人と同様の襲撃を行い、あるものはより遠くから、あるものはまた近くからのものであった。
καὶ γὰρ τὴν Βακτριανὴν κατέσχον καὶ τῆς Ἀρμενίας κατεκτήσαντο τὴν ἀρίστην γῆν, ἣν καὶ ἐπώνυμον ἑαυτῶν κατέλιπον τὴν Σακασηνήν, καὶ μέχρι Καππαδόκων καὶ μάλιστα τῶν πρὸς Εὐξείνῳ οὓς Ποντικοὺς νῦν καλοῦσι, προῆλθον.
というのも、彼らはバクトリアネを占領し、アルメニアの最も優れた土地を征服し、自分たちの名にちなんでサカセネという名をその土地に残し、カッパドキア、とりわけ、今日ポントス人と呼ばれている、エウクセイノス海に面した人々のところまで進んだからである。
ἐπιθέμενοι δʼ αὐτοῖς πανηγυρίζουσιν ἀπὸ τῶν λαφύρων οἱ ταύτῃ τότε τῶν Περσῶν στρατηγοὶ νύκτωρ ἄρδην αὐτοὺς ἠφάνισαν.
しかし、その地方の当時のペルシアの将軍たちが、戦利品で祝祭を催していた彼らを夜間に襲撃し、根こそぎ全滅させた。
ἐν δὲ τῷ πεδίῳ πέτραν τινὰ προσχώματι συμπληρώσαντες εἰς βουνοειδὲς σχῆμα ἐπέθηκαν τεῖχος καὶ τὸ τῆς Ἀναΐτιδος καὶ τῶν συμβώμων θεῶν ἱερὸν ἱδρύσαντο, Ὠμανοῦ καὶ Ἀναδάτου Περσικῶν δαιμόνων, ἀπέδειξάν τε πανήγυριν κατʼ ἔτος ἱεράν, τὰ Σάκαια, ἣν μέχρι νῦν ἐπιτελοῦσιν οἱ τὰ Ζῆλα ἔχοντες·
そして、平原にあったある岩を、土塁で塚のような形に埋め立てて、その上に城壁を築き、アナイティスおよびその同陣の神々、すなわちペルシアの神々であるオマノスとアナダトスの神殿を創建し、毎年恒例の神聖な祝祭、サカイアを制定した。 それを、ゼーラを領有している人々が今日まで執り行っている。
οὕτω γὰρ καλοῦσι τὸν τόπον·
というのも、彼らはその場所をそのように呼んでいるからである。
ἔστι δὲ ἱεροδούλων πόλισμα τὸ πλέον·
そこは主に神殿奴隷の町である。
Πομπήιος δὲ προσθεὶς χώραν ἀξιόλογον καὶ τοὺς ἐν αὐτῇ συνοικίσας εἰς τὸ τεῖχος μίαν τῶν πόλεων ἀπέφηνεν ὧν διέταξε μετὰ τὴν Μιθριδάτου κατάλυσιν.
しかしポンペイウスは、かなりの領域を付け加え、そこに住む人々をその城壁の中に共同移住させ、ミトリダテスの滅亡後に彼が組織した都市の一つとした。
§11.8.5οἱ μὲν οὕτω λέγουσι περὶ τῶν Σακῶν, οἱ δʼ ὅτι Κῦρος ἐπιστρατεύσας τοῖς Σάκαις ἡττηθεὶς τῇ μάχῃ φεύγει, στρατοπεδευσάμενος δʼ ἐν ᾧ χωρίῳ τὰς παρασκευὰς ἀπολελοίπει πλήρεις ἀφθονίας ἁπάσης καὶ μάλιστα οἴνου, διαναπαύσας μικρὰ τὴν στρατιάν, ἤλαυνεν ἀφʼ ἑσπέρας ὡς φεύγων, πλήρεις ἀφεὶς τὰς σκηνάς·
ある人々はサカイ人についてこのように語るが、別の人々は、キュロスがサカイ人に対して遠征したが、戦いに敗れて退却し、あらゆる豊かな物資、とりわけワインで満ちた軍需資材を後に残してきた場所に陣営を敷き、軍隊を少し休息させた後、テントを満たしたまま残して、逃げるかのように夕方から出発した、と言う。
προελθὼν δʼ ὅσον ἐδόκει συμφέρειν ἱδρύθη·
そして都合がよいと思われる距離まで進んでからとどまった。
ἐπιόντες δʼ ἐκεῖνοι καὶ καταλαβόντες ἔρημον ἀνδρῶν τὸ στρατόπεδον τῶν δὲ πρὸς ἀπόλαυσιν μεστόν, ἀνέδην ἐνεπίμπλαντο·
一方、彼らは攻め寄せてきて、陣営が人間はいないものの享楽のための物資で満ちているのを見出すと、際限なく飲み食いした。
ὁ δʼ ὑποστρέψας ἐξοίνους κατέλαβε καὶ παραπλῆγας, ὥσθʼ οἱ μὲν ἐν κάρῳ κείμενοι καὶ ὕπνῳ κατεκόπτοντο, οἱ δʼ ὀρχούμενοι καὶ βακχεύοντες γυμνοὶ περιέπιπτον τοῖς τῶν πολεμίων ὅπλοις, ὀλίγου δʼ ἀπώλοντο ἅπαντες.
しかし、キュロスが引き返してみると、彼らは酔い潰れ、正気を失っていた。 そのため、昏睡と眠りの中に倒れている者たちは斬り殺され、裸で踊り狂い酔い騒いでいる者たちは敵の武器に身を投げ出し、ほぼ全員が滅び去った。
ὁ δὲ θεῖον νομίσας τὸ εὐτύχημα, τὴν ἡμέραν ἐκείνην ἀνιερώσας τῇ πατρίῳ θεῷ προσηγόρευσε Σάκαια·
彼はこの幸運を神的なものと考え、その日を祖国の女神に捧げて「サカイア」と名付けた。
ὅπου δʼ ἂν ᾖ τῆς θεοῦ ταύτης ἱερόν, ἐνταῦθα νομίζεται καὶ ἡ τῶν Σακαίων ἑορτὴ βακχεία τις μεθʼ ἡμέραν καὶ νύκτωρ, διεσκευασμένων σκυθιστί, πινόντων ἅμα καὶ πληκτιζομένων πρὸς ἀλλήλους ἅμα τε καὶ τὰς συμπινούσας γυναῖκας.
この女神の神殿があるところはどこであれ、そこではサカイアの祭りもまた、昼夜にわたる一種の狂宴として慣習となっており、人々はスクタイ風に変装し、互いに、また一緒に飲む女性たちとも同時に酒を酌み交わし、ふざけ合っている。
§11.8.6Μασσαγέται δʼ ἐδήλωσαν τὴν σφετέραν ἀρετὴν ἐν τῷ πρὸς Κῦρον πολέμῳ, περὶ οὗ θρυλοῦσι πολλοί, καὶ δεῖ πυνθάνεσθαι παρʼ ἐκείνων.
他方、マッサゲタイ人はキュロスとの戦争において自らの勇気を示した。 それについては多くの人が語っており、彼らから聞き知るべきである。
λέγεται δὲ καὶ τοιαῦτα περὶ τῶν Μασσαγετῶν, ὅτι κατοικοῦσιν οἱ μὲν ὄρη τινὲς δʼ αὐτῶν πεδία οἱ δὲ ἕλη ἃ ποιοῦσιν οἱ ποταμοί, οἱ δὲ τὰς ἐν τοῖς ἕλεσι νήσους.
マッサゲタイ人については次のようなことも言われている。 すなわち、彼らのうちある者は山に、ある者は平原に、ある者は川が作り出す湿地に、ある者は湿地の中の島々に住んでいるということである。
μάλιστα δέ φασι τὸν Ἀράξην ποταμὸν κατακλύζειν τὴν χώραν πολλαχῆ σχιζόμενον, ἐκπίπτοντα δὲ τοῖς μὲν ἄλλοις στόμασιν εἰς τὴν ἄλλην τὴν πρὸς ἄρκτοις θάλατταν, ἑνὶ δὲ μόνῳ πρὸς τὸν κόλπον τὸν Ὑρκάνιον.
とりわけ彼らが言うには、アラクセス川は多くの場所に分流してその地方を氾濫させており、他のすべての河口からは北側にあるもう一つの海へ流れ出ているが、ただ一つの河口だけがヒュルカニア湾へと流れ出ているということである。
θεὸν δὲ ἥλιον μόνον ἡγοῦνται, τούτῳ δὲ ἱπποθυτοῦσι·
彼らは太陽だけを神と考え、これに馬を犠牲に捧げる。
γαμεῖ δʼ ἕκαστος μίαν, χρῶνται δὲ καὶ ταῖς ἀλλήλων οὐκ ἀφανῶς, ὁ δὲ μιγνύμενος τῇ ἀλλοτρίᾳ τὴν φαρέτραν ἐξαρτήσας ἐκ τῆς ἁμάξης φανερῶς μίγνυται·
各自は一人の妻を娶るが、互いの妻を公然と利用する。 他人の妻と交わる者は、荷車に矢筒を吊り下げて、公然と交わるのである。
θάνατος δὲ νομίζεται παρʼ αὐτοῖς ἄριστος, ὅταν γηράσαντες κατακοπῶσι μετὰ προβατείων κρεῶν καὶ ἀναμὶξ βρωθῶσι·
また彼らの間では、年老いた時に、羊の肉と一緒に切り刻まれ、混ぜ合わせて食べられることが最良の死とみなされている。
τοὺς δὲ νόσῳ θανόντας ῥίπτουσιν ὡς ἀσεβεῖς καὶ ἀξίους ὑπὸ θηρίων βεβρῶσθαι.
しかし、病気で死んだ者は不敬虔であり野獣に食べられるに値する者として、彼らは投げ捨てる。
ἀγαθοὶ δὲ ἱππόται καὶ πεζοί, τόξοις δὲ χρῶνται καὶ μαχαίραις καὶ θώραξι καὶ σαγάρεσι χαλκαῖς, ζῶναι δὲ αὐτοῖς εἰσι χρυσαῖ καὶ διαδήματα ἐν ταῖς μάχαις·
彼らは優れた騎兵であり歩兵であって、弓、短剣、胸当て、青銅の戦斧を用い、戦闘においては金製の帯や額飾りを身に付ける。
οἵ τε ἵπποι χρυσοχάλινοι, καὶ μασχαλιστῆρες δὲ χρυσοῖ·
また馬は金のハミをつけ、胸帯も金製である。
ἄργυρος δʼ οὐ γίνεται παρʼ αὐτοῖς, σίδηρος δʼ ὀλίγος, χαλκὸς δὲ καὶ χρυσὸς ἄφθονος.
銀は彼らの国では産出せず、鉄もわずかであるが、青銅と金は豊富である。