§11.1.5τοῖς δὲ μεταβαίνουσιν ἀπὸ τῆς Εὐρώπης ἐπὶ τὴν Ἀσίαν ἐν τῇ γεωγραφίᾳ τὰ πρὸς βορρᾶν ἐστι πρῶτα τῆς εἰς δύο διαιρέσεως, ὥστε ἀπὸ τούτων ἀρκτέον.
地理の記述において、ヨーロッパからアジアへ移行する者にとって、二つの分割のうち北側の部分が最初に来るので、これらから始めなければならない。
αὐτῶν δὲ τούτων πρῶτά ἐστι τὰ περὶ τὸν Τάναϊν, ὅνπερ τῆς Εὐρώπης καὶ τῆς Ἀσίας ὅριον ὑπεθέμεθα.
そして、まさにこれら(北側の部分)のうち最初に来るのが、タナイス川周辺の地域であり、私たちはこの川をヨーロッパとアジアの境界と想定した。
ἔστι δὲ ταῦτα τρόπον τινὰ χερρονησίζοντα·
そして、これらの地域はある意味で半島を形成している。
περιέχεται γὰρ ἐκ μὲν τῆς ἑσπέρας τῷ ποταμῷ τῷ Τανάιδι καὶ τῇ Μαιώτιδι μέχρι τοῦ Βοσπόρου καὶ τῆς τοῦ Εὐξείνου παραλίας τῆς τελευτώσης εἰς τὴν Κολχίδα· ἐκ δὲ τῶν ἄρκτων τῷ Ὠκεανῷ μέχρι τοῦ στόματος τῆς Κασπίας θαλάττης· ἕωθεν δὲ αὐτῇ ταύτῃ τῇ θαλάττῃ μέχρι τῶν μεθορίων τῆς τε Ἀλβανίας καὶ τῆς Ἀρμενίας, καθʼ ἃ ὁ Κῦρος καὶ ὁ Ἀράξης ἐκδιδοῦσι ποταμοί, ῥέοντες ὁ μὲν διὰ τῆς Ἀρμενίας Κῦρος δὲ διὰ τῆς Ἰβηρίας καὶ τῆς Ἀλβανίας·
というのも、西側はタナイス川とマイオティス湖によって、ボスポロスおよびコルキスに至るエウクセイノス海の沿岸まで囲まれており、北側はオケアノスによってカスピ海の入り口まで囲まれており、東側はこのカスピ海自体によって、アルバニアとアルメニアの国境まで囲まれており、そこではキュロス川とアラクセス川が流れ込んでおり、後者はアルメニアを通り、キュロスはイベリアとアルバニアを通って流れている。
ἐκ νότου δὲ τῇ ἀπὸ τῆς ἐκβολῆς τοῦ Κύρου μέχρι τῆς Κολχίδος, ὅσον τρισχιλίων οὔσῃ σταδίων ἀπὸ θαλάττης ἐπὶ θάλατταν, διʼ Ἀλβανῶν καὶ Ἰβήρων, ὥστε ἰσθμοῦ λόγον ἔχειν.
また南側は、キュロス川の河口からコルキスに至る線によって囲まれており、それは海から海までアルバニア人とイベリア人の土地を通っておよそ3,000スタディオンの長さがあり、地峡の役割を果たしている。
οἱ δʼ ἐπὶ τοσοῦτον συναγαγόντες τὸν ἰσθμὸν ἐφʼ ὅσον Κλείταρχος, ἐπίκλυστον φήσας ἐξ ἑκατέρου τοῦ πελάγους, οὐδʼ ἂν λόγου ἀξιοῖντο.
この地峡をクレイタルコスが縮めたほどに狭く縮めて、両方の海から水が溢れかえっていると主張する人々は、議論の対象にすら値しない。
Ποσειδώνιος δὲ χιλίων καὶ πεντακοσίων εἴρηκε τὸν ἰσθμόν, ὅσον καὶ τὸν ἀπὸ Πηλουσίου ἰσθμὸν εἰς τὴν Ἐρυθράν.
ポセイドニオスはこの地峡を1,500スタディオンと言っており、これはペルシオンから紅海に至る地峡と同じ長さである。
δοκῶ δέ
φησί
μὴ πολὺ διαφέρειν μηδὲ τὸν ἀπὸ τῆς Μαιώτιδος εἰς τὸν Ὠκεανόν.
そして彼は言う、「マイオティス湖からオケアノスに至る地峡も、それとあまり変わらないと思う」と。
§11.1.6οὐκ οἶδα δὲ πῶς ἄν τις περὶ τῶν ἀδήλων αὐτῷ πιστεύσειε μηδὲν εἰκὸς ἔχοντι εἰπεῖν περὶ αὐτῶν, ὅταν περὶ τῶν φανερῶν οὕτω παραλόγως λέγῃ, καὶ ταῦτα φίλος Πομπηίῳ γεγονὼς τῷ στρατεύσαντι ἐπὶ τοὺς Ἴβηρας καὶ τοὺς Ἀλβανοὺς μέχρι τῆς ἐφʼ ἑκάτερα θαλάττης τῆς τε Κασπίας καὶ τῆς Κολχικῆς.
しかし、このように明白な事柄について不条理なことを述べる者が、未知の事柄についてもっともらしい説明すらできないというのに、どうしてその者を信用できようか。 しかも彼は、イベリア人とアルバニア人に対して、カスピ海とコルキス海という両方の海に至るまで遠征したポンペイウスの友人であったというのに。
φασὶ γοῦν ἐν Ῥόδῳ γενόμενον τὸν Πομπήιον, ἡνίκα ἐπὶ τὸν λῃστρικὸν πόλεμον ἐξῆλθεν (εὐθὺς δʼ ἔμελλε καὶ ἐπὶ Μιθριδάτην ὁρμήσειν καὶ τὰ μέχρι τῆς Κασπίας ἔθνη), παρατυχεῖν διαλεγομένῳ τῷ Ποσειδωνίῳ, ἀπιόντα δʼ ἐρέσθαι εἴ τι προστάττει, τὸν δʼ εἰπεῖν
"
αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων.
実際、ポンペイウスが海賊戦争に出発した際(彼はその直後にミトリダテスおよびカスピ海に至る諸民族に対する遠征にも乗り出そうとしていた)、ロドス島に滞在してポセイドニオスの講義を聴き、去り際に何か言いつけはあるかと尋ねたところ、ポセイドニオスはこう言ったと伝えられている。 "常に最善を尽くし、他者より抜きん出てあれ。
"
προστίθει δὲ τούτοις ὅτι καὶ τὴν ἱστορίαν συνέγραψε τὴν περὶ αὐτόν.
"これらに加えて、彼はポンペイウスに関する歴史も著した。
διὰ δὴ ταῦτα ἐχρῆν φροντίσαι τἀληθοῦς πλέον τι.
それゆえにこそ、彼は真実に対してもっと配慮すべきであった。
§11.1.7δεύτερον δʼ ἂν εἴη μέρος τὸ ὑπὲρ τῆς Ὑρκανίας θαλάττης, ἣν Κασπίαν καλοῦμεν, μέχρι τῶν κατʼ Ἰνδοὺς Σκυθῶν.
第2の区分は、私たちがカスピ海と呼んでいるヒュルカニア海の上方の地域から、インド近辺のスキティア人に至る部分となるであろう。
τρίτον δὲ μέρος τὸ συνεχὲς τῷ λεχθέντι ἰσθμῷ καὶ τὰ ἑξῆς τούτῳ καὶ ταῖς Κασπίαις πύλαις, τῶν ἐντὸς τοῦ Ταύρου καὶ τῆς Εὐρώπης ἐγγυτάτω·
第3の区分は、先述の地峡に連続する地域と、これに続くカスピ門に至る地域であり、これらはタウロス山の内側のうち、ヨーロッパに最も近いものである。
ταῦτα δʼ ἐστὶ Μηδία καὶ Ἀρμενία καὶ Καππαδοκία καὶ τὰ μεταξύ.
これらはメディア、アルメニア、カッパドキア、およびその中間の地域である。
τέταρτον δʼ ἡ ἐντὸς Ἅλυος γῆ καὶ τὰ ἐν αὐτῷ τῷ Ταύρῳ καὶ ἐκτὸς ὅσα εἰς τὴν χερρόνησον ἐμπίπτει, ἣν ποιεῖ ὁ διείργων ἰσθμὸς τήν τε Ποντικὴν καὶ τὴν Κιλικίαν θάλατταν.
第4の区分は、ハリュス川の内側の土地、およびタウロス山脈自体の中やその外側のうち、ポントス海とキリキア海を隔てる地峡によって形成される半島の中に位置するすべての地域である。
τῶν δὲ ἄλλων τῶν ἔξω τοῦ Ταύρου τήν τε Ἰνδικὴν τίθεμεν καὶ τὴν Ἀριανὴν μέχρι τῶν ἐθνῶν τῶν καθηκόντων πρός τε τὴν κατὰ Πέρσας θάλατταν καὶ τὸν Ἀράβιον κόλπον καὶ τὸν Νεῖλον καὶ πρὸς τὸ Αἰγύπτιον πέλαγος καὶ τὸ Ἰσσικόν.
タウロスの外側にあるその他の地域のうち、私たちはインドおよびアリアネを、ペルシア湾、紅海、ナイル川、エジプト海、そしてイッソス湾に至る地域まで達している諸民族の境界まで配置する。