Humanitext Reader

斯特拉波 · 地理学 §11.1.5-11.1.7

亚洲北部边界的划定与地峡测算批判

第 343 段,共 577 段 · 希腊语

内容简介

确定亚洲北方部分的边界(塔奈斯河、里海、库鲁斯河与科尔基斯之间的地峡等),批判克雷塔科斯和波塞多尼乌斯对该地峡宽度的错误估算,最后梳理了亚洲的四个主要划分。

§11.1.5τοῖς δὲ μεταβαίνουσιν ἀπὸ τῆς Εὐρώπης ἐπὶ τὴν Ἀσίαν ἐν τῇ γεωγραφίᾳ τὰ πρὸς βορρᾶν ἐστι πρῶτα τῆς εἰς δύο διαιρέσεως, ὥστε ἀπὸ τούτων ἀρκτέον.
在地理描述中,对于从欧洲跨入亚洲的人来说,划分出的两部分中北方部分是首先遇到的,因此必须从这些部分开始。
αὐτῶν δὲ τούτων πρῶτά ἐστι τὰ περὶ τὸν Τάναϊν, ὅνπερ τῆς Εὐρώπης καὶ τῆς Ἀσίας ὅριον ὑπεθέμεθα.
而就在这些部分中,首先是塔奈斯河附近的地区,我们已假设该河为欧洲与亚洲的边界。
ἔστι δὲ ταῦτα τρόπον τινὰ χερρονησίζοντα· περιέχεται γὰρ ἐκ μὲν τῆς ἑσπέρας τῷ ποταμῷ τῷ Τανάιδι καὶ τῇ Μαιώτιδι μέχρι τοῦ Βοσπόρου καὶ τῆς τοῦ Εὐξείνου παραλίας τῆς τελευτώσης εἰς τὴν Κολχίδα· ἐκ δὲ τῶν ἄρκτων τῷ Ὠκεανῷ μέχρι τοῦ στόματος τῆς Κασπίας θαλάττης· ἕωθεν δὲ αὐτῇ ταύτῃ τῇ θαλάττῃ μέχρι τῶν μεθορίων τῆς τε Ἀλβανίας καὶ τῆς Ἀρμενίας, καθʼ ἃ ὁ Κῦρος καὶ ὁ Ἀράξης ἐκδιδοῦσι ποταμοί, ῥέοντες ὁ μὲν διὰ τῆς Ἀρμενίας Κῦρος δὲ διὰ τῆς Ἰβηρίας καὶ τῆς Ἀλβανίας· ἐκ νότου δὲ τῇ ἀπὸ τῆς ἐκβολῆς τοῦ Κύρου μέχρι τῆς Κολχίδος, ὅσον τρισχιλίων οὔσῃ σταδίων ἀπὸ θαλάττης ἐπὶ θάλατταν, διʼ Ἀλβανῶν καὶ Ἰβήρων, ὥστε ἰσθμοῦ λόγον ἔχειν.
这些地方在某种程度上呈半岛状;因为它们在西面被塔奈斯河和迈奥蒂斯湖所环绕,一直延伸到博斯普鲁斯以及终止于科尔基斯的厄克辛海沿岸;北面被大洋所环绕,一直延伸到里海的入口;东面被这片里海本身所环绕,一直延伸到阿尔巴尼亚和亚美尼亚的边界,在此处库鲁斯河与阿拉克塞斯河注入其中,后者流经亚美尼亚,而库鲁斯河则流经伊比利亚和阿尔巴尼亚;南面则被从库鲁斯河口到科尔基斯的界线所环绕,这条线从海到海,穿过阿尔巴尼亚人和伊比利亚人的土地,长约三千斯塔迪翁,从而具有地峡的性质。
οἱ δʼ ἐπὶ τοσοῦτον συναγαγόντες τὸν ἰσθμὸν ἐφʼ ὅσον Κλείταρχος, ἐπίκλυστον φήσας ἐξ ἑκατέρου τοῦ πελάγους, οὐδʼ ἂν λόγου ἀξιοῖντο.
而那些像克雷塔科斯那样将地峡极度缩窄、并声称其常被两边海洋淹没的人,根本不值得一提。
Ποσειδώνιος δὲ χιλίων καὶ πεντακοσίων εἴρηκε τὸν ἰσθμόν, ὅσον καὶ τὸν ἀπὸ Πηλουσίου ἰσθμὸν εἰς τὴν Ἐρυθράν.
波塞多尼乌斯则说该地峡为一千五百斯塔迪翁,与从佩鲁西乌姆到红海的地峡一样长。
δοκῶ δέ φησί μὴ πολὺ διαφέρειν μηδὲ τὸν ἀπὸ τῆς Μαιώτιδος εἰς τὸν Ὠκεανόν.
“而且我认为,”他说,“从迈奥蒂斯湖到大洋的距离也与此相差无几。
§11.1.6οὐκ οἶδα δὲ πῶς ἄν τις περὶ τῶν ἀδήλων αὐτῷ πιστεύσειε μηδὲν εἰκὸς ἔχοντι εἰπεῖν περὶ αὐτῶν, ὅταν περὶ τῶν φανερῶν οὕτω παραλόγως λέγῃ, καὶ ταῦτα φίλος Πομπηίῳ γεγονὼς τῷ στρατεύσαντι ἐπὶ τοὺς Ἴβηρας καὶ τοὺς Ἀλβανοὺς μέχρι τῆς ἐφʼ ἑκάτερα θαλάττης τῆς τε Κασπίας καὶ τῆς Κολχικῆς.
” 但我不知道,当一个人对显而易见的事物说出如此荒谬的话,且对未知事物提不出任何合乎情理的解释时,人们怎能相信他关于未知事物的说法,况且他还是庞培的朋友,而庞培曾对伊比利亚人和阿尔巴尼亚人进行过远征,直至两边的海洋——即里海和科尔基斯海。
φασὶ γοῦν ἐν Ῥόδῳ γενόμενον τὸν Πομπήιον, ἡνίκα ἐπὶ τὸν λῃστρικὸν πόλεμον ἐξῆλθεν (εὐθὺς δʼ ἔμελλε καὶ ἐπὶ Μιθριδάτην ὁρμήσειν καὶ τὰ μέχρι τῆς Κασπίας ἔθνη), παρατυχεῖν διαλεγομένῳ τῷ Ποσειδωνίῳ, ἀπιόντα δʼ ἐρέσθαι εἴ τι προστάττει, τὸν δʼ εἰπεῖν " αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων.
无论如何,据说当庞培在罗得岛时,正值他出发去进行海盗战争(且他紧接着也准备对米特里达梯以及直至里海的各民族发起远征),他碰巧旁听了波塞多尼乌斯的讲课,在他离开时,询问是否有何吩咐,后者便说: “始终争先,并超越他人。
" προστίθει δὲ τούτοις ὅτι καὶ τὴν ἱστορίαν συνέγραψε τὴν περὶ αὐτόν.
” 此外还需加上的是,他还撰写了关于庞培的历史。
διὰ δὴ ταῦτα ἐχρῆν φροντίσαι τἀληθοῦς πλέον τι.
因此,正因为这些原因,他本应更加注重真实性。
§11.1.7δεύτερον δʼ ἂν εἴη μέρος τὸ ὑπὲρ τῆς Ὑρκανίας θαλάττης, ἣν Κασπίαν καλοῦμεν, μέχρι τῶν κατʼ Ἰνδοὺς Σκυθῶν.
第二部分应当是我们称为里海的赫尔卡尼亚海上方直至印度附近斯基泰人的区域。
τρίτον δὲ μέρος τὸ συνεχὲς τῷ λεχθέντι ἰσθμῷ καὶ τὰ ἑξῆς τούτῳ καὶ ταῖς Κασπίαις πύλαις, τῶν ἐντὸς τοῦ Ταύρου καὶ τῆς Εὐρώπης ἐγγυτάτω· ταῦτα δʼ ἐστὶ Μηδία καὶ Ἀρμενία καὶ Καππαδοκία καὶ τὰ μεταξύ.
第三部分是与上述地峡相连的区域,以及紧接其后直至里海门的部分,这是托罗斯以内最靠近欧洲的地方;这些是米底亚、亚美尼亚、卡帕多西亚以及其间的区域。
τέταρτον δʼ ἡ ἐντὸς Ἅλυος γῆ καὶ τὰ ἐν αὐτῷ τῷ Ταύρῳ καὶ ἐκτὸς ὅσα εἰς τὴν χερρόνησον ἐμπίπτει, ἣν ποιεῖ ὁ διείργων ἰσθμὸς τήν τε Ποντικὴν καὶ τὴν Κιλικίαν θάλατταν.
第四部分是哈里斯河以内的土地,以及托罗斯山脉本身之内和之外、落入由分隔蓬托斯海和基利家海的地峡所形成的半岛之中的所有地区。
τῶν δὲ ἄλλων τῶν ἔξω τοῦ Ταύρου τήν τε Ἰνδικὴν τίθεμεν καὶ τὴν Ἀριανὴν μέχρι τῶν ἐθνῶν τῶν καθηκόντων πρός τε τὴν κατὰ Πέρσας θάλατταν καὶ τὸν Ἀράβιον κόλπον καὶ τὸν Νεῖλον καὶ πρὸς τὸ Αἰγύπτιον πέλαγος καὶ τὸ Ἰσσικόν.
在托罗斯山脉之外的其他部分中,我们安置了印度和阿里亚内,一直延伸至触及波斯海、阿拉伯湾、尼罗河、埃及海以及伊苏斯湾的各民族。

词汇与语法注释

  1. 11.1.5τοῖς δὲ μεταβαίνουσιν — 表示判断或关系的与格(判断与格),意为“对于在地理描述中从欧洲跨入亚洲的人(学者或读者)的视角来看”。
  2. 11.1.5οὐδʼ ἂν λόγου ἀξιοῖντο — 采用 ἄν 搭配希求法(ἀξιοῖντο)的潜在语气,表达一种委婉但坚定的否定:“(提出如此错误主张的人)甚至不配被纳入讨论的考虑之中”。
  3. 11.1.6αὐτῷ πιστεύσειε μηδὲν εἰκὸς ἔχοντι εἰπεῖν — αὐτῷ 是动词 πιστεύσειε 的与格宾语。随后的与格分词短语 μηδὲν εἰκὸς ἔχοντι εἰπεῖν(分词 ἔχοντι 与 αὐτῷ 一致)表示让步或伴随状况,整句意为“在对未知事物提不出任何合乎情理的解释的情况下,人们怎能相信他”。
  4. 11.1.6παρατυχεῖν διαλεγομένῳ τῷ Ποσειδωνίῳ — 动词 παρατυχεῖν(意为“碰巧在场、遇到”)要求与格。此处它支配与格分词短语 διαλεγομένῳ τῷ Πο赛多尼乌斯,表示(庞培)“碰巧在波塞多尼乌斯正在讲学时在场”。
  5. 11.1.6αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων — 源自荷马《伊利亚特》第6卷第208行等处的著名引用。其中的两个不定式(ἀριστεύειν, ἔμμεναι)用作具有命令语气的“命令式不定式”(imperative infinitive)。
  6. 11.1.7τῶν δὲ ἄλλων τῶν ἔξω τοῦ Ταύρου — 用作修饰后文宾格对象(Ἰνδικὴν, Ἀριανὴν)的“部分属格”(partitive genitive),意为“在托罗斯之外的其他部分中(我们安置了印度和阿里亚内……)”。

引用这一段

斯特拉波, 地理学 §11.1.5-11.1.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:11.1.5-11.1.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。