§11.1.1τῇ δʼ Εὐρώπῃ συνεχής ἐστιν ἡ Ἀσία κατὰ τὸν Τάναϊν συνάπτουσα αὐτῇ· περὶ ταύτης οὖν ἐφεξῆς ῥητέον διελόντας φυσικοῖς τισιν ὅροις τοῦ σαφοῦς χάριν.
亚洲与欧洲相连,在塔奈斯河处与之相接;因此,为了清晰起见,在用某些自然边界将其划分之后,我们接下来必须对它进行论述。
ὅπερ οὖν Ἐρατοσθένης ἐφʼ ὅλης τῆς οἰκουμένης ἐποίησε, τοῦθʼ ἡμῖν ἐπὶ τῆς Ἀσίας ποιητέον.
因此,正如埃拉托斯特尼对整个居住世界所做的那样,我们也必须对亚洲这样做。
§11.1.2ὁ γὰρ Ταῦρος μέσην πως διέζωκε ταύτην τὴν ἤπειρον ἀπὸ τῆς ἑσπέρας ἐπὶ τὴν ἕω τεταμένος, τὸ μὲν αὐτῆς ἀπολείπων πρὸς βορρᾶν τὸ δὲ μεσημβρινόν.
因为托罗斯山脉西起东迄,在某种程度上将这片大陆从中间像腰带一样围住,将其一部分留给北方,另一部分留给南方。
καλοῦσι δὲ αὐτῶν οἱ Ἕλληνες τὸ μὲν ἐντὸς τοῦ Ταύρου τὸ δὲ ἐκτός.
希腊人将其中一部分称为“托罗斯以内”,另一部分称为“托罗斯以外”。
εἴρηται δὲ ταῦθʼ ἡμῖν καὶ πρότερον, ἀλλʼ εἰρήσθω καὶ νῦν ὑπομνήσεως χάριν.
这些事情我们以前也说过,但现在为了提醒也让我们再说一次。
§11.1.3πλάτος μὲν οὖν ἔχει τὸ ὄρος πολλαχοῦ καὶ τρισχιλίων σταδίων, μῆκος δʼ ὅσον καὶ τὸ τῆς Ἀσίας, τεττάρων που μυριάδων καὶ πεντακισχιλίων, ἀπὸ τῆς Ῥοδίων περαίας ἐπὶ τὰ ἄκρα τῆς Ἰνδικῆς καὶ Σκυθίας πρὸς τὰς ἀνατολάς.
此时,这座山脉在许多地方的宽度甚至达到三千斯塔迪翁,而长度与亚洲的长度相同,约为四万五千斯塔迪翁,自罗得岛人的对岸领地延伸到东面印度和斯基泰的边缘。
§11.1.4διῄρηται δʼ εἰς μέρη πολλὰ καὶ ὀνόματα περιγραφαῖς καὶ μείζοσι καὶ ἐλάττοσιν ἀφωρισμένα.
它被划分为许多部分和名称,由或大或小的界限所确定。
ἐπεὶ δʼ ἐν τῷ τοσούτῳ πλάτει τοῦ ὄρους ἀπολαμβάνεταί τινα ἔθνη, τὰ μὲν ἀσημότερα τὰ δὲ καὶ παντελῶς γνώριμα (καθάπερ ἡ Παρθυαία καὶ Μηδία καὶ Ἀρμενία καὶ Καππαδοκῶν τινες καὶ Κίλικες καὶ Πισίδαι), τὰ μὲν πλεονάζοντα ἐν τοῖς προσβόρροις μέρεσιν ἐνταῦθα τακτέον, τὰ δʼ ἐν τοῖς νοτίοις εἰς τὰ νότια, καὶ τὰ ἐν μέσῳ δὲ τῶν ὀρῶν κείμενα διὰ τὰς τῶν ἀέρων ὁμοιότητας πρὸς βορρᾶν πως θετέον· ψυχροὶ γάρ εἰσιν, οἱ δὲ νότιοι θερμοί.
既然在这般宽阔的山脉之中包容着某些民族,有的较不著名,有的则完全为人熟知(如帕提亚、米底亚、亚美尼亚、卡帕多西亚人的一部分、基利家和皮西迪亚人),因此,那些偏于北方部分的民族应当安置在北方,而在南方部分的则安置在南方,而那些位于山脉中间的,由于气候相似,在某种程度上必须被归于北方;因为它们是寒冷的,而南方的则是温暖的。
καὶ τῶν ποταμῶν δὲ αἱ ῥύσεις ἐνθένδε ἰοῦσαι πᾶσαι σχεδόν τι εἰς τἀναντία αἱ μὲν εἰς τὰ βόρεια αἱ δʼ εἰς τὰ νότια μέρη (τά γε πρῶτα, κἂν ὕστερόν τινες ἐπιστρέφωσι πρὸς ἀνατολὰς ἢ δύσεις), ἔχουσί τι εὐφυὲς πρὸς τὸ τοῖς ὄρεσιν ὁρίοις χρῆσθαι κατὰ τὴν εἰς δύο μέρη διαίρεσιν τῆς Ἀσίας· καθάπερ καὶ ἡ θάλαττα ἡ ἐντὸς στηλῶν, ἐπʼ εὐθείας πως οὖσα ἡ πλείστη τοῖς ὄρεσι τούτοις, ἐπιτηδεία γεγένηται πρὸς τὸ δύο ποιεῖν ἠπείρους, τήν τε Εὐρώπην καὶ τὴν Λιβύην, ὅριον ἀμφοῖν οὖσα ἀξιόλογον.
而且从这里流出的河流,几乎所有都流向相反的方向,有的流向北方,有的流向南方(至少最初如此,即使有些后来转向东方或西方),它们具有一种自然而然的适宜性,可用于在将亚洲划分为两部分时将这些山脉作为边界;正如柱石以内的内海,其大部分在某种程度上与这些山脉处于一直线上,非常适于划分出欧洲和利比亚两片大陆,成为二者之间显著的边界。