Humanitext Reader

ストラボン · 地理誌 §10.5.1-10.5.4

クレータ周辺の島々とデーロス島の盛衰

339 / 577 箇所 · ギリシア語

要旨

クレタ島周辺の島々(テラ、アナペ、メロス等)と、デロス島およびそれを取り巻くキクラデス、スポラデス諸島の地理が、神話や詩人の引用を交えて説明され、デロスの神聖性と商業的繁栄、その後の戦乱による衰退の歴史が語られる。

§10.5.1περὶ δὲ τὴν Κρήτην εἰσὶ νῆσοι, Θήρα μὲν ἡ τῶν Κυρηναίων μητρόπολις, ἄποικος Λακεδαιμονίων, καὶ πλησίον ταύτης Ἀνάφη, ἐν ᾗ τὸ τοῦ Αἰγλήτου Ἀπόλλωνος ἱερόν.
クレタの周辺には島々があり、キュレネ人たちの母都市でありラケダイモン人の植民都市であるテラがあり、その近くにはアイグレテス・アポロンの神殿があるアナペがある。
λέγει δὲ καὶ Καλλίμαχος τοτὲ μὲν οὕτως " Αἰγλήτην Ἀνάφην τε Λακωνίδι γείτονα Θήρῃ, " τοτὲ δὲ τῆς Θήρας μνησθείς " μήτηρ εὐίππου πατρίδος ἡμετέρης.
またカリマコスもある時はこのように言っている。 「アイグレテスと、ラコニアの隣人たるテラに近きアナペよ」またある時はテラに言及して、「馬に恵まれたる我が祖国の母よ」と。
" ἔστι δὲ μακρὰ ἡ Θήρα, διακοσίων οὖσα τὴν περίμετρον σταδίων, κειμένη δὲ κατὰ Δίαν νῆσον τὴν πρὸς Ἡρακλείῳ τῷ Κνωσσίῳ, διέχει δὲ τῆς Κρήτης εἰς ἑπτακοσίους·
テラは細長く、周囲は200スタディオンであり、クノッソスのヘラクレオンの向かいにあるディア島の反対側に位置し、クレタからはおよそ700スタディオン離れている。
πλησίον δʼ αὐτῆς ἥ τε Ἀνάφη καὶ Θηρασία.
その近くにはアナペとセラシアがある。
ταύτης δʼ εἰς ἑκατὸν ἀπέχει νησίδιον Ἴος, ἐν ᾧ κεκηδεῦσθαί τινές φασι τὸν ποιητὴν Ὅμηρον·
このセラシアからおよそ100スタディオン離れて、小島イオスがあり、そこには詩人ホメロスが葬られていると一部の人々が言っている。
ἀπὸ δὲ τῆς Ἴου πρὸς ἑσπέραν ἰόντι Σίκινος καὶ Λάγουσα καὶ Φολέγανδρος, ἣν Ἄρατος σιδηρείην ὀνομάζει διὰ τὴν τραχύτητα·
イオスから西へ行く者にとってシキノス、ラグサ、ポレガンドロスがあり、ポレガンドロスをアラトスはその険しさゆえに『鉄の島』と呼んでいる。
ἐγγὺς δὲ τούτων Κίμωλος, ὅθεν ἡ γῆ ἡ Κιμωλία·
これらの近くにはキモロスがあり、そこからキモロス土が産出する。
ἔνθεν ἡ Σίφνος ἐν ὄψει ἐστίν, ἐφʼ ᾗ λέγουσι Σίφνιον ἀστράγαλον διὰ τὴν εὐτέλειαν.
そこからシフノスが目に見えるところにあり、それについては、その安っぽさゆえに『シフノスのサイコロ』と言われている。
ἔτι δʼ ἐγγυτέρω καὶ τῆς Κιμώλου καὶ τῆς Κρήτης ἡ Μῆλος ἀξιολογωτέρα τούτων, διέχουσα τοῦ Ἑρμιονικοῦ ἀκρωτηρίου τοῦ Σκυλλαίου σταδίους ἑπτακοσίους· τοσούτους δὲ σχεδόν τι καὶ τοῦ Δικτυνναίου·
キモロスとクレタのさらに近くにはメロスがあり、これらよりも注目に値し、ヘルミオネのスキュライオン岬から700スタディオン、ディクテュナイオンからもほぼ同距離離れている。
Ἀθηναῖοι δέ ποτε πέμψαντες στρατείαν ἡβηδὸν κατέσφαξαν τοὺς πλείους.
アテナイ人はかつて遠征軍を送って、若者のほとんどを虐殺した。
αὗται μὲν οὖν ἐν τῷ Κρητικῷ πελάγει, ἐν δὲ τῷ Αἰγαίῳ μᾶλλον αὐτή τε ἡ Δῆλος καὶ αἱ περὶ αὐτὴν Κυκλάδες καὶ αἱ ταύταις προσκείμεναι Σποράδες, ὧν εἰσι καὶ αἱ λεχθεῖσαι περὶ τὴν Κρήτην.
これらの島々はクレタ海にあり、一方、よりエーゲ海にあるのはデロス自体と、その周辺のキクラデス諸島、およびこれらに隣接するスポラデス諸島であり、クレタの周辺にあると言われた島々もこれらに属している。
§10.5.2ἡ μὲν οὖν Δῆλος ἐν πεδίῳ κειμένην ἔχει τὴν πόλιν καὶ τὸ ἱερὸν τοῦ Ἀπόλλωνος καὶ τὸ Λητῷον·
さて、デロスは平原に位置する都市と、アポロンの神殿と、レトオンを有している。
ὑπέρκειται δὲ τῆς πόλεως ὄρος ψιλὸν ὁ Κύνθος καὶ τραχύ, ποταμὸς δὲ διαρρεῖ τὴν νῆσον Ἰνωπὸς οὐ μέγας·
都市の上方には、草木のない険しい山キントスがそびえ、イノポスという大きくない川が島を流れている。
καὶ γὰρ ἡ νῆσος μικρά.
なぜなら、島自体が小さいからである。
τετίμηται δὲ ἐκ παλαιοῦ διὰ τοὺς θεοὺς ἀπὸ τῶν ἡρωικῶν χρόνων ἀρξαμένη·
この島は古くから神々のゆえに崇敬されており、英雄時代から始まっている。
μυθεύεται γὰρ ἐνταῦθα ἡ Λητὼ τὰς ὠδῖνας ἀποθέσθαι τοῦ τε Ἀπόλλωνος καὶ τῆς Ἀρτέμιδος.
というのも、ここでレトがアポロンとアルテミスの出産の苦しみを終えたと神話で語られているからである。
" ἦν γὰρ τοπάροιθε φορητά " φησὶν ὁ Πίνδαρος " κυμάτεσσιν παντοδαπῶν τʼ ἀνέμων ῥιπαῖσιν·
ピンダロスは次のように言っている。 「かつては波とあらゆる風の吹き荒れる中に漂っていた。
ἀλλʼ ἁ Κοιογενὴς ὁπότʼ ὠδίνεσσι θύοισʼ ἀγχιτόκοις ἐπέβα νιν, δὴ τότε τέσσαρες ὀρθαὶ πρέμνων ἀπώρουσαν χθονίων, ἂν δʼ ἐπικράνοις σχέθον πέτραν ἀδαμαντοπέδιλοι κίονες·
しかし、コイオスの娘が、間近に迫った出産の苦しみに荒れ狂いつつ、その島に足を踏み入れたとき、まさにそのとき、大地の根底から4本のまっすぐな柱が飛び出し、金剛石の土台をもつ柱が柱頭によって岩を支えた。
ἔνθα τεκοῖσʼ εὐδαίμονʼ ἐπόψατο γένναν. " ἔνδοξον δʼ ἐποίησαν αὐτὴν αἱ περιοικίδες νῆσοι, καλούμεναι Κυκλάδες, κατὰ τιμὴν πέμπουσαι δημοσίᾳ θεωρούς τε καὶ θυσίας καὶ χοροὺς παρθένων πανηγύρεις τε ἐν αὐτῇ συνάγουσαι μεγάλας.
そこで彼女は出産し、祝福された子供たちを目にしたのである」周辺の島々、いわゆるキクラデス諸島が、敬意を表して公的に使節や犠牲、乙女たちの合唱を送り、この島で盛大な祝祭を催すことによって、この島を有名にした。
§10.5.3κατʼ ἀρχὰς μὲν οὖν δώδεκα λέγονται·
そもそも、当初は12の島々と言われていたが、さらに多くが付け加えられた。
προσεγένοντο δὲ καὶ πλείους. Ἀρτεμίδωρος γοῦν διαριθμεῖται, περὶ τῆς Ἑλένης εἰπὼν ὅτι ἀπὸ Θορίκου μέχρι Σουνίου παράκειται μακρὰ σταδίων ὅσον ἑξήκοντα τὸ μῆκος, ἀπὸ ταύτης γάρ, φησίν, αἱ καλούμεναι Κυκλάδες εἰσίν·
例えばアルテミドロスは、ヘレネについて、トリコスからスニオンに及んで、長さ約60スタディオンにわたって細長く横たわっていると述べた上で、列挙している。 なぜなら、この島からいわゆるキクラデス諸島が始まっているからである、と彼は言う。
ὀνομάζει δὲ Κέω τὴν ἐγγυτάτω τῇ Ἑλένῃ, καὶ μετὰ ταύτην Κύθνον καὶ Σέριφον καὶ Μῆλον καὶ Σίφνον καὶ Κίμωλον καὶ Πρεπέσινθον καὶ Ὠλίαρον, καὶ πρὸς ταύταις Πάρον Νάξον Σῦρον Μύκονον Τῆνον Ἄνδρον Γύαρον.
彼はヘレネに最も近いケアを挙げ、その次にキュトノス、セリフォス、メロス、シフノス、キモロス、プレペシントス、オリアロスを挙げ、さらにこれらに加えて、パロス、ナクソス、シュロス、ミュコノス、テノス、アンドロス、ギュアロスを挙げている。
τὰς μὲν οὖν ἄλλας τῶν δώδεκα νομίζω, τὴν δὲ Πρεπέσινθον καὶ Ὠλίαρον καὶ Γύαρον ἧττον·
そこで私は、他の島々は12島に属すると考えているが、プレペシントス、オリアロス、ギュアロスについてはそうは思わない。
ὧν τῇ Γυάρῳ προσορμισθεὶς ἔγνων κώμιον ὑπὸ ἁλιέων συνοικούμενον·
これらのうちギュアロスに寄港した際、私は漁師たちによって居住されている小さな村があるのを知った。
ἀπαίροντες δʼ ἐδεξάμεθα πρεσβευτὴν ἐνθένδε ὡς Καίσαρα προκεχειρισμένον τῶν ἁλιέων τινά (ἦν δʼ ἐν Κορίνθῳ Καῖσαρ βαδίζων ἐπὶ τὸν θρίαμβον τὸν Ἀκτιακόν)·
我々が出航する時、そこからカエサルのもとへと派遣される使節として選ばれた一人の漁師を乗せた。 (カエサルのほうは、アクティウムの凱旋式に向かう途中でコリントスに滞在していた。
συμπλέων δὴ ἔλεγε πρὸς τοὺς πυθομένους ὅτι πρεσβεύοι περὶ κουφισμοῦ τοῦ φόρου·
)同船した彼は、尋ねる者たちに対して、税の軽減について請願するために使節として赴くのだと語っていた。
τελοῖεν γὰρ δραχμὰς ἑκατὸν πεντήκοντα καὶ τὰς ἑκατὸν χαλεπῶς ἂν τελοῦντες.
というのも、彼らは150ドラクマを支払っているが、100ドラクマであっても支払うのは困難だから、というのである。
δηλοῖ δὲ τὰς ἀπορίας αὐτῶν καὶ Ἄρατος ἐν τοῖς κατὰ λεπτόν " ὦ Λητοῖ, σὺ μὲν ἤ με σιδηρείῃ Φολεγάνδρῳ δειλὴν ἢ Γυάρῳ παρελεύσεαι αὐτίχʼ ὁμοίην. " §10.5.4τὴν μὲν οὖν Δῆλον ἔνδοξον γενομένην οὕτως ἔτι μᾶλλον ηὔξησε κατασκαφεῖσα ὑπὸ Ῥωμαίων Κόρινθος·
彼らの窮乏ぶりは、アラトスもその『小詩集』において示している。 「おお、レトよ、汝は私を、鉄のごときポレガンドロスか、あるいはそれと同様に惨めなギュアロスへと、ただちに送り届けるのだろうか」このように有名になったデロスを、ローマ人によってコリントスが破壊されたことがさらに繁栄させた。
ἐκεῖσε γὰρ μετεχώρησαν οἱ ἔμποροι, καὶ τῆς ἀτελείας τοῦ ἱεροῦ προκαλουμένης αὐτοὺς καὶ τῆς εὐκαιρίας τοῦ λιμένος·
商人たちがそこへ移ったからである。 神殿の免税特権が彼らを惹きつけ、また港の利便性も手伝った。
ἐν καλῷ γὰρ κεῖται τοῖς ἐκ τῆς Ἰταλίας καὶ τῆς Ἑλλάδος εἰς τὴν Ἀσίαν πλέουσιν·
というのも、イタリアやギリシアからアジアへと航海する人々にとって、デロスは格好の場所に位置しているからである。
ἥ τε πανήγυρις ἐμπορικόν τι πρᾶγμά ἐστι, καὶ συνήθεις ἦσαν αὐτῇ καὶ Ῥωμαῖοι τῶν ἄλλων μάλιστα, καὶ ὅτε συνειστήκει ἡ Κόρινθος·
また、祝祭は商業的な性格をも帯びており、コリントスが存在していたときから、ローマ人たちは他のどの人々よりもこの祝祭に親しんでいた。
Ἀθηναῖοί τε λαβόντες τὴν νῆσον καὶ τῶν ἱερῶν ἅμα καὶ τῶν ἐμπόρων ἐπεμελοῦντο ἱκανῶς·
また、アテナイ人はこの島を手に入れると、神殿と商人たちの双方を十分に保護した。
ἐπελθόντες δʼ οἱ τοῦ Μιθριδάτου στρατηγοὶ καὶ ὁ ἀποστήσας τύραννος αὐτὴν διελυμήναντο πάντα, καὶ παρέλαβον ἐρήμην οἱ Ῥωμαῖοι πάλιν τὴν νῆσον, ἀναχωρήσαντος εἰς τὴν οἰκείαν τοῦ βασιλέως, καὶ διετέλεσε μέχρι νῦν ἐνδεῶς πράττουσα.
しかし、ミトリダテスの将軍たちと、島を反逆させた僭主が攻め入ってすべてを破壊し、王が本国に退却した後にローマ人が再びその島を回収したときには荒廃しており、現在に至るまで困窮した状態が続いている。
ἔχουσι δʼ αὐτὴν Ἀθηναῖοι.
現在、アテナイ人がそれを領有している。

語釈・文法注

  1. 10.5.1ἰόντι — 与格分詞(現在・能動態・男性・単数・与格)。地理描写において「(~から西に)行く人にとって、進むと」という基準点や方向を提示する慣用的な与格表現(関係の与格)。
  2. 10.5.2θύοισʼ — ピンダロスの詩におけるドーリス方言形 θύοισα(アッティカ方言の現在分詞女性単数主格 θύουσα に相当)の語尾省略形。「(出産の痛みに)狂う、悶える」を意味し、レトの激しい陣痛の様子を表現している。
  3. 10.5.4κατασκαφεῖσα ... Κόρινθος — 主語である固有名詞 `Κόρινθος`(女性・単数・主格)と受動アオリスト分詞 `κατασκαφεῖσα`(女性・単数・主格)の組み合わせ。直訳は「破壊されたコリントスが[デロスを]繁栄させた」であるが、意味的には「コリントスが破壊されたことが」という出来事を主語とする、いわゆる ab urbe condita(建城以来)型の分詞名詞句構文。

この箇所を引用する

ストラボン, 地理誌 §10.5.1-10.5.4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:10.5.1-10.5.4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。