§10.4.20τῶν Κρητικῶν τὰ κυριώτατα τῶν καθʼ ἕκαστα τοιαῦτα εἴρηκε.
エポロスは、クレタ人の各制度のうちで最も主要なものを次のように述べている。
γαμεῖν μὲν ἅμα πάντες ἀναγκάζονται παρʼ αὐτοῖς οἱ κατὰ τὸν αὐτὸν χρόνον ἐκ τῆς τῶν παίδων ἀγέλης ἐκκριθέντες, οὐκ εὐθὺς δʼ ἄγονται παρʼ ἑαυτοὺς τὰς γαμηθείσας παῖδας, ἀλλʼ ἐπὰν ἤδη διοικεῖν ἱκαναὶ ὦσι τὰ περὶ τοὺς οἴκους·
彼らの間では、同じ時期に「少年の群れ」から選抜された者たちが全員同時に結婚することを強制されるが、結婚した少女たちをすぐに自分の家に連れて行くのではなく、彼女たちがすでに家事を管理するのに十分な年齢になってから連れて行く。
φερνὴ δʼ ἐστίν, ἂν ἀδελφοὶ ὦσι, τὸ ἥμισυ τῆς τοῦ ἀδελφοῦ μερίδος·
持参金は、もし兄弟がいるならば、兄弟の分け前の半分である。
παῖδας δὲ γράμματά τε μανθάνειν καὶ τὰς ἐκ τῶν νόμων ᾠδὰς καί τινα εἴδη τῆς μουσικῆς.
また、少年たちは読み書きと、法律に基づいた歌、そして音楽のいくつかの種類を学ぶ。
τοὺς μὲν οὖν ἔτι νεωτέρους εἰς τὰ συσσίτια ἄγουσι τὰ ἀνδρεῖα·
そこで、まだ比較的若い少年たちを、共同食事の場である「アンドレイア」へと連れて行く。
χαμαὶ δὲ καθήμενοι διαιτῶνται μετʼ ἀλλήλων ἐν φαύλοις τριβωνίοις καὶ χειμῶνος καὶ θέρους τὰ αὐτά, διακονοῦσί τε καὶ ἑαυτοῖς καὶ τοῖς ἀνδράσι·
彼らは床に座って、冬も夏も同じ粗末な外套をまとい、互いに一緒に生活し、自分たち自身と大人たちの両方に給仕する。
συμβάλλουσι δʼ εἰς μάχην καὶ οἱ ἐκ τοῦ αὐτοῦ συσσιτίου πρὸς ἀλλήλους, καὶ πρὸς ἕτερα συσσίτια·
また、同じ共同食事の場の者たち同士、あるいは他の共同食事の場の者たちと戦闘を行う。
καθʼ ἕκαστον δὲ ἀνδρεῖον ἐφέστηκε παιδονόμος·
各「アンドレイア」には、少年監督官が配置されている。
οἱ δὲ μείζους εἰς τὰς ἀγέλας ἄγονται·
より年長の者たちは「群れ」へと連れて行かれる。
τὰς δʼ ἀγέλας συνάγουσιν οἱ ἐπιφανέστατοι τῶν παίδων καὶ δυνατώτατοι ἕκαστος ὅσους πλείστους οἷός τέ ἐστιν ἀθροίζων·
その「群れ」は、少年たちのうちで最も著名で最も有力な者たちが、それぞれ自分が集められるだけの最大多数を集めて組織する。
ἑκάστης δὲ τῆς ἀγέλης ἄρχων ἐστὶν ὡς τὸ πολὺ ὁ πατὴρ τοῦ συναγαγόντος, κύριος ὢν ἐξάγειν ἐπὶ θήραν καὶ δρόμους, τὸν δʼ ἀπειθοῦντα κολάζειν·
各「群れ」の指導者は、たいていの場合、それを集めた少年の父親であり、狩猟や競走へと彼らを連れ出す権限をもち、従わない者を処罰する権限をもつ。
τρέφονται δὲ δημοσίᾳ·
彼らは公費で養われる。
τακταῖς δέ τισιν ἡμέραις ἀγέλη πρὸς ἀγέλην συμβάλλει μετὰ αὐλοῦ καὶ λύρας εἰς μάχην ἐν ῥυθμῷ, ὥσπερ καὶ ἐν τοῖς πολεμικοῖς εἰώθασιν, ἐκφέρουσι δὲ καὶ τὰς πληγὰς τὰς μὲν διὰ χειρὸς τὰς δὲ καὶ διʼ ὅπλων σιδηρῶν.
定められたある日には、群れと群れが、フルートと竪琴の音に合わせて、戦争において慣れているように、リズムに乗って戦闘を行い、素手での打撃や鉄の武器による打撃も加え合う。
§10.4.21ἴδιον δʼ αὐτοῖς τὸ περὶ τοὺς ἔρωτας νόμιμον·
また、愛に関する慣習は彼らに特有である。
οὐ γὰρ πειθοῖ κατεργάζονται τοὺς ἐρωμένους ἀλλʼ ἁρπαγῇ·
というのも、彼らは説得によって愛する者を取得するのではなく、略奪によってそうするからである。
προλέγει τοῖς φίλοις πρὸ τριῶν ἢ πλειόνων ἡμερῶν ὁ ἐραστὴς ὅτι μέλλει τὴν ἁρπαγὴν ποιεῖσθαι·
愛者は、略奪を行うつもりであることを、3日以上前に友人たちに予告する。
τοῖς δʼ ἀποκρύπτειν μὲν τὸν παῖδα ἢ μὴ ἐᾶν πορεύεσθαι τὴν τεταγμένην ὁδὸν τῶν αἰσχίστων ἐστίν, ὡς ἐξομολογουμένοις ὅτι ἀνάξιος ὁ παῖς εἴη τοιούτου ἐραστοῦ τυγχάνειν·
彼ら(少年の親族)にとって、少年を隠したり、定められた道を通るのを許さなかったりすることは、最も不名誉なことの一つである。 それは、その少年がそのような愛者を得るに値しない者であることを自ら認めることになるからである。
συνιόντες δʼ, ἂν μὲν τῶν ἴσων ἢ τῶν ὑπερεχόντων τις ᾖ τοῦ παιδὸς τιμῇ καὶ τοῖς ἄλλοις ὁ ἁρπάζων, ἐπιδιώκοντες ἀνθήψαντο μόνον μετρίως τὸ νόμιμον ἐκπληροῦντες, τἆλλα δʼ ἐπιτρέπουσιν ἄγειν χαίροντες·
彼らが集まり、もし略奪する者が、名誉やその他の点で少年と同等かそれ以上の者であれば、追いかけて形式的に軽く手を触れるだけで、あとは喜んで連れて行くのを許す。
ἂν δʼ ἀνάξιος, ἀφαιροῦνται·
しかし、もし不相応な者であれば、彼らは奪い返す。
πέρας δὲ τῆς ἐπιδιώξεώς ἐστιν ἕως ἂν ἀχθῇ ὁ παῖς εἰς τὸ τοῦ ἁρπάσαντος ἀνδρεῖον.
追跡の終わりは、少年が略奪した者の「アンドレイア」に連れ込まれるまでである。
ἐράσμιον δὲ νομίζουσιν οὐ τὸν κάλλει διαφέροντα, ἀλλὰ τὸν ἀνδρείᾳ καὶ κοσμιότητι καὶ δωρησάμενος ἀπάγει τὸν παῖδα τῆς χώρας εἰς ὃν βούλεται τόπον·
彼らが愛すべき者とみなすのは、美しさにおいて傑出している者ではなく、勇気と礼儀正しさにおいて優れた者である。 そして、贈り物をした上で、少年を地方の自分の望む場所へと連れ去る。
ἐπακολουθοῦσι δὲ τῇ ἁρπαγῇ οἱ παραγενόμενοι, ἑστιαθέντες δὲ καὶ συνθηρεύσαντες δίμηνον (οὐ γὰρ ἔξεστι πλείω χρόνον κατέχειν τὸν παῖδα) εἰς τὴν πόλιν καταβαίνουσιν.
同行した人々がその略奪に随行し、饗宴を催し、共に2ヶ月間(これより長い期間少年を留め置くことは許されないからである)狩猟をした後、都市へと戻ってくる。
ἀφίεται δʼ ὁ παῖς δῶρα λαβὼν στολὴν πολεμικὴν καὶ βοῦν καὶ ποτήριον.
少年は、軍装、牡牛、それから杯を贈り物として受け取って解放される。
ταῦτα μὲν τὰ κατὰ τὸν νόμον δῶρα καὶ ἄλλα πλείω καὶ πολυτελῆ, ὥστε συνερανίζειν τοὺς φίλους διὰ τὸ πλῆθος τῶν ἀναλωμάτων.
これらが法律に定められた贈り物であるが、他にも数多くの高価な贈り物があり、その費用の多さのために、友人たちが費用を出し合って援助するほどである。
τὸν μὲν οὖν βοῦν θύει τῷ Διὶ καὶ ἑστιᾷ τοὺς συγκαταβαίνοντας, εἶτʼ ἀποφαίνεται περὶ τῆς πρὸς τὸν ἐραστὴν ὁμιλίας εἴτʼ ἀσμενίζων τετύχηκεν εἴτε μή, τοῦ νόμου τοῦτʼ ἐπιτρέψαντος, ἵνʼ εἴ τις αὐτῷ βία προσενήνεκται κατὰ τὴν ἁρπαγήν, ἐνταῦθα παρῇ τιμωρεῖν ἑαυτῷ καὶ ἀπαλλάττεσθαι.
少年は牡牛をゼウスに捧げて犠牲とし、一緒に下ってきた人々をもてなす。 そして、愛者との交わりについて、自分が喜んでそれを受け入れたか否かを表明する。 法律がこれを許しているのは、もし略奪の際に彼に何らかの暴力が振るわれたならば、ここで自分自身で復讐を遂げ、関係を断ち切ることができるようにするためである。
τοῖς δὲ καλοῖς τὴν ἰδέαν καὶ προγόνων ἐπιφανῶν ἐραστῶν μὴ τυχεῖν, ὡς διὰ τὸν τρόπον τοῦτο παθοῦσιν.
また、容姿が美しく著名な祖先を持ちながら愛者を得られないことは不名誉とされ、それは彼らの性格のせいでそのような目に遭ったのだとされる。
ἔχουσι δὲ τιμὰς οἱ παρασταθέντες (οὕτω γὰρ καλοῦσι τοὺς ἁρπαγέντας)·
また、略奪された者たち(彼らは彼らを「パラスタテンテス」と呼ぶ)は栄誉を手にする。
ἔν τε γὰρ τοῖς χοροῖς καὶ τοῖς δρόμοις ἔχουσι τὰς ἐντιμοτάτας χώρας, τῇ τε στολῇ κοσμεῖσθαι διαφερόντως τῶν ἄλλων ἐφίεται τῇ δοθείσῃ παρὰ τῶν ἐραστῶν, καὶ οὐ τότε μόνον ἀλλὰ καὶ τέλειοι γενόμενοι διάσημον ἐσθῆτα φέρουσιν, ἀφʼ ἧς γνωσθήσεται ἕκαστος κλεινὸς γενόμενος·
なぜなら、合唱や競走において最も名誉ある席を与えられ、愛者から与えられた衣装で他の者たちよりも際立って身を飾ることが許されるからであり、またその時だけでなく、大人になってからも、それぞれが「クレイノス」となったことがそれによって知られるような、目立つ衣服を着用するからである。
τὸν μὲν γὰρ ἐρώμενον καλοῦσι κλεινὸν τὸν δʼ ἐραστὴν φιλήτορα.
というのも、彼らは愛される者を「クレイノス」、愛する者を「ピレートール」と呼ぶからである。
§10.4.22ταῦτα μὲν τὰ περὶ τοὺς ἔρωτας νόμιμα.
以上が愛に関する慣習である。
ἄρχοντας δὲ δέκα αἱροῦνται·
また、彼らは10人の執政官を選出する。
περὶ δὲ τῶν μεγίστων συμβούλοις χρῶνται τοῖς γέρουσι καλουμένοις·
そして、最も重要な事柄については、いわゆる「長老たち」を顧問として用いる。
καθίστανται δʼ εἰς τοῦτο τὸ συνέδριον οἱ τῆς τῶν κόσμων ἀρχῆς ἠξιωμένοι καὶ τἆλλα δόκιμοι κρινόμενοι.
この評議会には、執政官の職に値すると認められた者たちや、その他の点で立派であると判定された者たちが任命される。
ἀξίαν δʼ ἀναγραφῆς τὴν τῶν Κρητῶν πολιτείαν ὑπέλαβον διά τε τὴν ἰδιότητα καὶ τὴν δόξαν·
私は、クレタ人の国制が、その特異性と名声のゆえに、記述するに値すると考えた。
οὐ πολλὰ δὲ διαμένει τούτων τῶν νομίμων, ἀλλὰ τοῖς Ῥωμαίων διατάγμασι τὰ πλεῖστα διοικεῖται, καθάπερ καὶ ἐν ταῖς ἄλλαις ἐπαρχίαις συμβαίνει.
しかし、これらの慣習のうちで残っているものは多くなく、他の属州で起きているのと同様に、大部分はローマ人の命令によって管理されている。