Humanitext Reader

斯特拉波 · 地理学 §10.5.1-10.5.4

克里特周边诸岛与提洛岛的兴衰

第 339 段,共 577 段 · 希腊语

内容简介

通过引用神话与诗句,叙述了克里特周边岛屿、提洛岛及其周边的基克拉泽斯和斯波拉泽斯群岛的地理,并概述了提洛岛的神圣性、商业繁荣以及因战乱而衰落的历史。

§10.5.1περὶ δὲ τὴν Κρήτην εἰσὶ νῆσοι, Θήρα μὲν ἡ τῶν Κυρηναίων μητρόπολις, ἄποικος Λακεδαιμονίων, καὶ πλησίον ταύτης Ἀνάφη, ἐν ᾗ τὸ τοῦ Αἰγλήτου Ἀπόλλωνος ἱερόν.
在克里特周围有一些岛屿,其中有锡拉(它是库雷奈人的母邦、拉刻代蒙人的殖民地),以及靠近它的阿纳菲(岛上有艾格勒特斯·阿波罗的神庙)。
λέγει δὲ καὶ Καλλίμαχος τοτὲ μὲν οὕτως " Αἰγλήτην Ἀνάφην τε Λακωνίδι γείτονα Θήρῃ, " τοτὲ δὲ τῆς Θήρας μνησθείς " μήτηρ εὐίππου πατρίδος ἡμετέρης.
卡利马科斯有时也这样说: “艾格勒特斯与阿纳菲,拉科尼亚之锡拉的近邻,” 另一些时候提到锡拉: “我们那马匹充裕的祖国之母。
" ἔστι δὲ μακρὰ ἡ Θήρα, διακοσίων οὖσα τὴν περίμετρον σταδίων, κειμένη δὲ κατὰ Δίαν νῆσον τὴν πρὸς Ἡρακλείῳ τῷ Κνωσσίῳ, διέχει δὲ τῆς Κρήτης εἰς ἑπτακοσίους· πλησίον δʼ αὐτῆς ἥ τε Ἀνάφη καὶ Θηρασία.
” 锡拉狭长,周长为二百斯塔迪翁,位于克诺索斯的赫拉克勒翁附近的迪亚岛对面,距离克里特约七百斯塔迪翁;靠近它的有阿纳菲和塞拉西亚。
ταύτης δʼ εἰς ἑκατὸν ἀπέχει νησίδιον Ἴος, ἐν ᾧ κεκηδεῦσθαί τινές φασι τὸν ποιητὴν Ὅμηρον·
距离塞拉西亚大约一百斯塔迪翁是小岛伊奥斯,有人说诗人荷马安葬于此。
ἀπὸ δὲ τῆς Ἴου πρὸς ἑσπέραν ἰόντι Σίκινος καὶ Λάγουσα καὶ Φολέγανδρος, ἣν Ἄρατος σιδηρείην ὀνομάζει διὰ τὴν τραχύτητα· ἐγγὺς δὲ τούτων Κίμωλος, ὅθεν ἡ γῆ ἡ Κιμωλία·
从伊奥斯向西走,有西基诺斯、拉古萨和福莱甘兹罗斯(阿拉托斯因其险峻而称之为“铁之岛”);靠近这些岛屿的是基莫洛斯,即“基莫洛斯土”的产地。
ἔνθεν ἡ Σίφνος ἐν ὄψει ἐστίν, ἐφʼ ᾗ λέγουσι Σίφνιον ἀστράγαλον διὰ τὴν εὐτέλειαν.
从那里可以看到锡夫诺斯,人们因其廉价而称之为“锡夫诺斯的骰子”。
ἔτι δʼ ἐγγυτέρω καὶ τῆς Κιμώλου καὶ τῆς Κρήτης ἡ Μῆλος ἀξιολογωτέρα τούτων, διέχουσα τοῦ Ἑρμιονικοῦ ἀκρωτηρίου τοῦ Σκυλλαίου σταδίους ἑπτακοσίους· τοσούτους δὲ σχεδόν τι καὶ τοῦ Δικτυνναίου· Ἀθηναῖοι δέ ποτε πέμψαντες στρατείαν ἡβηδὸν κατέσφαξαν τοὺς πλείους.
比基莫洛斯和克里特更近的是米洛斯,它比这些岛屿更值得关注,距离赫米奥尼的斯库莱翁岬角七百斯塔迪翁,距离迪克廷奈翁也几乎是相同的距离;雅典人曾派遣军队,屠杀了其中大部分的青年。
αὗται μὲν οὖν ἐν τῷ Κρητικῷ πελάγει, ἐν δὲ τῷ Αἰγαίῳ μᾶλλον αὐτή τε ἡ Δῆλος καὶ αἱ περὶ αὐτὴν Κυκλάδες καὶ αἱ ταύταις προσκείμεναι Σποράδες, ὧν εἰσι καὶ αἱ λεχθεῖσαι περὶ τὴν Κρήτην.
因此,这些岛屿位于克里特海,而更靠近爱琴海的则是提洛本身以及它周围的基克拉泽斯群岛,还有与它们相邻的斯波拉泽斯群岛(前面所说的克里特周围的岛屿也属于后者)。
§10.5.2ἡ μὲν οὖν Δῆλος ἐν πεδίῳ κειμένην ἔχει τὴν πόλιν καὶ τὸ ἱερὸν τοῦ Ἀπόλλωνος καὶ τὸ Λητῷον· ὑπέρκειται δὲ τῆς πόλεως ὄρος ψιλὸν ὁ Κύνθος καὶ τραχύ, ποταμὸς δὲ διαρρεῖ τὴν νῆσον Ἰνωπὸς οὐ μέγας· καὶ γὰρ ἡ νῆσος μικρά.
提洛的城市坐落在平原上,拥有阿波罗神庙和勒托神庙;城市上方矗立着辛托斯山,那是一座荒凉而险峻的山,一条并不大的伊诺波斯河穿流过该岛;因为岛屿本身就很小。
τετίμηται δὲ ἐκ παλαιοῦ διὰ τοὺς θεοὺς ἀπὸ τῶν ἡρωικῶν χρόνων ἀρξαμένη· μυθεύεται γὰρ ἐνταῦθα ἡ Λητὼ τὰς ὠδῖνας ἀποθέσθαι τοῦ τε Ἀπόλλωνος καὶ τῆς Ἀρτέμιδος.
由于神明的原因,该岛自古以来就受到尊崇,始于英雄时代;神话说,勒托在这里摆脱了生育阿波罗和阿耳忒弥斯的痛苦。
" ἦν γὰρ τοπάροιθε φορητά " φησὶν ὁ Πίνδαρος " κυμάτεσσιν παντοδαπῶν τʼ ἀνέμων ῥιπαῖσιν· ἀλλʼ ἁ Κοιογενὴς ὁπότʼ ὠδίνεσσι θύοισʼ ἀγχιτόκοις ἐπέβα νιν, δὴ τότε τέσσαρες ὀρθαὶ πρέμνων ἀπώρουσαν χθονίων, ἂν δʼ ἐπικράνοις σχέθον πέτραν ἀδαμαντοπέδιλοι κίονες· ἔνθα τεκοῖσʼ εὐδαίμονʼ ἐπόψατο γένναν.
宾达说: “因为以前它曾随波飘荡,承受着各种风暴的冲击;但是,当科俄斯之女在临盆的剧烈阵痛中踏上这片土地时,顿时有四根笔直的柱子从大地的深处跃起,那些底座如金刚石般坚固的柱子用柱顶托住了这块岩石;她就在那里分娩,见到了她那幸福的后代。
" ἔνδοξον δʼ ἐποίησαν αὐτὴν αἱ περιοικίδες νῆσοι, καλούμεναι Κυκλάδες, κατὰ τιμὴν πέμπουσαι δημοσίᾳ θεωρούς τε καὶ θυσίας καὶ χοροὺς παρθένων πανηγύρεις τε ἐν αὐτῇ συνάγουσαι μεγάλας.
” 周围被称为基克拉泽斯的岛屿使它名声大噪,它们出于敬意,以公共的名义派遣使节、送去祭品和少女合唱队,并在岛上聚集举办盛大的节日庆典。
§10.5.3κατʼ ἀρχὰς μὲν οὖν δώδεκα λέγονται· προσεγένοντο δὲ καὶ πλείους.
最初,据说它们有十二个;但后来增加了更多。
Ἀρτεμίδωρος γοῦν διαριθμεῖται, περὶ τῆς Ἑλένης εἰπὼν ὅτι ἀπὸ Θορίκου μέχρι Σουνίου παράκειται μακρὰ σταδίων ὅσον ἑξήκοντα τὸ μῆκος, ἀπὸ ταύτης γάρ, φησίν, αἱ καλούμεναι Κυκλάδες εἰσίν·
无论如何,阿尔特米多鲁斯列举了它们,他在谈到海伦娜(岛)时说,它从索里科斯延伸到苏尼翁,长约六十斯塔迪翁;他说,因为从这个岛开始,就是所谓的基克拉泽斯群岛。
ὀνομάζει δὲ Κέω τὴν ἐγγυτάτω τῇ Ἑλένῃ, καὶ μετὰ ταύτην Κύθνον καὶ Σέριφον καὶ Μῆλον καὶ Σίφνον καὶ Κίμωλον καὶ Πρεπέσινθον καὶ Ὠλίαρον, καὶ πρὸς ταύταις Πάρον Νάξον Σῦρον Μύκονον Τῆνον Ἄνδρον Γύαρον.
他将最靠近海伦娜的岛命名为基奥斯,在此之后是基特诺斯、塞里福斯、米洛斯、锡夫诺斯、基莫洛斯、普雷佩辛托斯和奥利亚罗斯,此外还有帕罗斯、纳克索斯、叙罗斯、米科诺斯、特诺斯、安德罗斯和吉亚罗斯。
τὰς μὲν οὖν ἄλλας τῶν δώδεκα νομίζω, τὴν δὲ Πρεπέσινθον καὶ Ὠλίαρον καὶ Γύαρον ἧττον· ὧν τῇ Γυάρῳ προσορμισθεὶς ἔγνων κώμιον ὑπὸ ἁλιέων συνοικούμενον· ἀπαίροντες δʼ ἐδεξάμεθα πρεσβευτὴν ἐνθένδε ὡς Καίσαρα προκεχειρισμένον τῶν ἁλιέων τινά (ἦν δʼ ἐν Κορίνθῳ Καῖσαρ βαδίζων ἐπὶ τὸν θρίαμβον τὸν Ἀκτιακόν)·
我认为其他的属于那十二个岛,但普雷佩辛托斯、奥利亚罗斯和吉亚罗斯则不那么属于;在这些岛中,我曾在吉亚罗斯停泊,发现那里有一个渔民居住的小村庄;当我们启航时,我们接纳了那里的一名渔民,他被选派为去见恺撒的使节(当时恺撒在科林斯,正前往举行他的亚克兴凯旋式)。
συμπλέων δὴ ἔλεγε πρὸς τοὺς πυθομένους ὅτι πρεσβεύοι περὶ κουφισμοῦ τοῦ φόρου· τελοῖεν γὰρ δραχμὰς ἑκατὸν πεντήκοντα καὶ τὰς ἑκατὸν χαλεπῶς ἂν τελοῦντες.
他与我们同行时,对询问的人说,他正作为使节前去请求减轻税收;因为他们要缴纳一百五十德拉克马,而即使缴纳一百德拉克马也会非常艰难。
δηλοῖ δὲ τὰς ἀπορίας αὐτῶν καὶ Ἄρατος ἐν τοῖς κατὰ λεπτόν " ὦ Λητοῖ, σὺ μὲν ἤ με σιδηρείῃ Φολεγάνδρῳ δειλὴν ἢ Γυάρῳ παρελεύσεαι αὐτίχʼ ὁμοίην. "
他们的贫困也在阿拉托斯的《微细篇》中有所体现: “哦,勒托,你究竟是要把我送到那如铁般的福莱甘兹罗斯,还是要立刻送往同样凄凉的吉亚罗斯?
§10.5.4τὴν μὲν οὖν Δῆλον ἔνδοξον γενομένην οὕτως ἔτι μᾶλλον ηὔξησε κατασκαφεῖσα ὑπὸ Ῥωμαίων Κόρινθος· ἐκεῖσε γὰρ μετεχώρησαν οἱ ἔμποροι, καὶ τῆς ἀτελείας τοῦ ἱεροῦ προκαλουμένης αὐτοὺς καὶ τῆς εὐκαιρίας τοῦ λιμένος· ἐν καλῷ γὰρ κεῖται τοῖς ἐκ τῆς Ἰταλίας καὶ τῆς Ἑλλάδος εἰς τὴν Ἀσίαν πλέουσιν·
” 如此著名的提洛,在科林斯被罗马人摧毁之后,得到了更进一步的繁荣;因为商人们迁移到了那里,这既是因为神庙免税的吸引,也是因为港口的便利;因为它对于从意大利和希腊航行到亚洲的人来说处于极佳的位置。
ἥ τε πανήγυρις ἐμπορικόν τι πρᾶγμά ἐστι, καὶ συνήθεις ἦσαν αὐτῇ καὶ Ῥωμαῖοι τῶν ἄλλων μάλιστα, καὶ ὅτε συνειστήκει ἡ Κόρινθος·
而且,节日庆典也带有一种商业性质,即使在科林斯并存的时候,罗马人也比其他人更习惯于参加它。
Ἀθηναῖοί τε λαβόντες τὴν νῆσον καὶ τῶν ἱερῶν ἅμα καὶ τῶν ἐμπόρων ἐπεμελοῦντο ἱκανῶς·
雅典人在占领该岛后,对神庙和商人都给予了充分的照料。
ἐπελθόντες δʼ οἱ τοῦ Μιθριδάτου στρατηγοὶ καὶ ὁ ἀποστήσας τύραννος αὐτὴν διελυμήναντο πάντα, καὶ παρέλαβον ἐρήμην οἱ Ῥωμαῖοι πάλιν τὴν νῆσον, ἀναχωρήσαντος εἰς τὴν οἰκείαν τοῦ βασιλέως, καὶ διετέλεσε μέχρι νῦν ἐνδεῶς πράττουσα.
然而,米特里达梯的将军们和煽动该岛叛乱的僭主袭来,摧毁了一切,在国王退回本国后,罗马人重新收回该岛时,它已是一片荒凉,并且直到现在它仍一直处于贫困落后的状态。
ἔχουσι δʼ αὐτὴν Ἀθηναῖοι.
现在由雅典人占有它。

词汇与语法注释

  1. 10.5.1ἰόντι — 现在时主动分词阳性单数与格。在地理描述中作为惯用表达(类似于关系与格),表示“对于(从……向西)行进的人而言”,用以指示方向或观察视角。
  2. 10.5.2θύοισʼ — 宾达诗作中多利亚方言形式 θύοισα(相当于雅典方言的现在分词女性单数主格 θύουσα)的元音 ɑ 省略形式。意为“(因分娩而)挣扎、狂乱”,生动地描绘了勒托剧烈阵痛的姿态。
  3. 10.5.4κατασκαφεῖσα ... Κόρινθος — 主语 `Κόρινθος`(阴性单数主格)与被动过去时分词 `κατασκαφεῖσα`(阴性单数主格)的结合。字面意思是“被摧毁的科林斯使[提洛]更加繁荣”,但在语义上表示一个事件,即“科林斯的被毁[促进了提洛的繁荣]”,属于类似于拉丁语 ab urbe condita(自建城以来)结构的分词名词句法。

引用这一段

斯特拉波, 地理学 §10.5.1-10.5.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:10.5.1-10.5.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。