§10.4.9ταῦτα μὲν οὖν ὁποτέρως ἔχει χαλεπὸν εἰπεῖν.
したがって、これらの事情がどちらであるかを判断することは困難である。
ἔστι δὲ καὶ ἄλλος λόγος οὐχ ὁμολογούμενος, τῶν μὲν ξένον τῆς νήσου τὸν Μίνω λεγόντων τῶν δʼ ἐπιχώριον.
また、合意されていない別の話もあり、ある人々はミノスを島のよそ者であると言い、他の人々は地元の者であると言っている。
ὁ μέντοι ποιητὴς τῇ δευτέρᾳ δοκεῖ μᾶλλον συνηγορεῖν ἀποφάσει, ὅταν φῇ ὅτι
"
πρῶτον Μίνωα τέκε Κρήτῃ ἐπίουρον.
しかしながら詩人は、彼が「最初にミノスをクレータの保護者として生んだ」と言うとき、第二の説により賛同しているように思われる。
"
ὑπὲρ τῆς Κρήτης ὁμολογεῖται διότι κατὰ τοὺς παλαιοὺς χρόνους ἐτύγχανεν εὐνομουμένη καὶ ζηλωτὰς ἑαυτῆς τοὺς ἀρίστους τῶν Ἑλλήνων ἀπέφηνεν, ἐν δὲ τοῖς πρώτοις Λακεδαιμονίους, καθάπερ Πλάτων τε ἐν τοῖς νόμοις δηλοῖ καὶ Ἔφορος ἐν τῇ Εὐρώπῃ ἀναγέγραφεν·
クレータについては、古き時代には優れた法秩序のもとにあり、ギリシア人の中でも最も優れた人々、とりわけラケダイモン人を自分たちの模倣者にしたということは合意されており、これはプラトンが『法律』の中で明らかにしている通りであり、エポロスが『エウロペ』において記録している通りである。
ὕστερον δὲ πρὸς τὸ χεῖρον μετέβαλεν ἐπὶ πλεῖστον.
しかしのちに、それは最悪の状態へと大いに変化した。
μετὰ γὰρ τοὺς Τυρρηνούς, οἳ μάλιστα ἐδῄωσαν τὴν καθʼ ἡμᾶς θάλατταν, οὗτοί εἰσιν οἱ διαδεξάμενοι τὰ λῃστήρια· τούτους δʼ ἐπόρθησαν ὕστερον οἱ Κίλικες· κατέλυσαν δὲ πάντας Ῥωμαῖοι τήν τε Κρήτην ἐκπολεμήσαντες καὶ τὰ πειρατικὰ τῶν Κιλίκων φρούρια.
なぜなら、私たちの海を最も荒らしたテュレーニア人のあとに、彼らが海賊行為を引き継いだからであり、のちにキリキア人が彼らを略奪し、最終的にローマ人がクレータと戦い、キリキア人の海賊の砦を滅ぼすことで、彼らすべてを征服したからである。
νῦν δὲ Κνωσσὸς καὶ Ῥωμαίων ἀποικίαν ἔχει.
そして今や、クノッソスはローマの植民地をも有している。
§10.4.10περὶ μὲν οὖν Κνωσσοῦ ταῦτα, πόλεως οὐκ ἀλλοτρίας ἡμῖν, διὰ δὲ τἀνθρώπινα καὶ τὰς ἐν αὐτοῖς μεταβολὰς καὶ συντυχίας ἐκλελειμμένων τῶν συμβολαίων τῶν ὑπαρξάντων ἡμῖν πρὸς τὴν πόλιν.
さて、クノッソスについては以上の通りであるが、この都市は私たちにとって無縁なものではない。 しかし、人間の事情やその中での変転、偶然の出来事によって、私たちとその都市との間に存在していたつながりは途絶えてしまった。
Δορύλαος γὰρ ἦν ἀνὴρ τακτικός, τῶν Μιθριδάτου τοῦ Εὐεργέτου φίλων·
というのも、ドリュラオスという戦術家がおり、彼はミトリダテス・エウエルゲテスの「友」の一人であった。
οὗτος διὰ τὴν ἐν τοῖς πολεμικοῖς ἐμπειρίαν ξενολογεῖν ἀποδειχθεὶς πολὺς ἦν ἔν τε τῇ Ἑλλάδι καὶ τῇ Θρᾴκῃ, πολὺς δὲ καὶ τοῖς παρὰ τῆς Κρήτης ἰοῦσιν, οὔπω τὴν νῆσον ἐχόντων Ῥωμαίων, συχνοῦ δὲ ὄντος ἐν αὐτῇ τοῦ μισθοφορικοῦ καὶ στρατιωτικοῦ πλήθους, ἐξ οὗ καὶ τὰ λῃστήρια πληροῦσθαι συνέβαινεν.
彼は軍事における経験ゆえに傭兵の徴募を命じられ、ギリシアやトラキアで、またクレータから来る人々の間でも大いに活動した。 その頃、ローマ人はまだその島を領有しておらず、島には傭兵や兵士の群れが多数存在しており、それによって海賊の群れも満たされることになっていたのである。
ἐπιδημοῦντος δὲ τοῦ Δορυλάου κατὰ τύχην ἐνέστη πόλεμος τοῖς Κνωσσίοις πρὸς τοὺς Γορτυνίους·
ドリュラオスが滞在していた時に、たまたまクノッソス人とゴルテュン人の間で戦争が勃発した。
αἱρεθεὶς δὲ στρατηγὸς καὶ κατορθώσας διὰ ταχέων ἤρατο τιμὰς τὰς μεγίστας, καὶ ἐπειδὴ μικρὸν ὕστερον ἐξ ἐπιβουλῆς δολοφονηθέντα ἔγνω τὸν Εὐεργέτην ὑπὸ τῶν φίλων ἐν Σινώπῃ, τὴν διαδοχὴν δὲ εἰς γυναῖκα καὶ παιδία ἥκουσαν, ἀπογνοὺς τῶν ἐκεῖ κατέμεινεν τῇ Κνωσσῷ·
彼は将軍に選ばれて速やかに勝利を収め、最大の栄誉を獲得したが、少しのちにエウエルゲテスがシノペにおいて友たちの陰謀により暗殺され、その王位継承が妻と子供たちに移ったことを知ると、そちらでの将来をあきらめてクノッソスに留まった。
τεκνοποιεῖται δʼ ἐκ Μακέτιδος γυναικὸς Στερόπης τοὔνομα δύο μὲν υἱεῖς Λαγέταν καὶ Στρατάρχαν, ὧν τὸν Στρατάρχαν ἐσχατόγηρων καὶ ἡμεῖς ἤδη εἴδομεν, θυγατέρα δὲ μίαν.
彼はステロペという名のマケドニア人の妻との間に、ラゲタスとストラタルカスという二人の息子(このうちストラタルカスについては、極めて高齢になったのを私も実際に目にした)と、一人の娘をもうけた。
δυεῖν δὲ ὄντων υἱῶν τοῦ Εὐεργέτου διεδέξατο τὴν βασιλείαν Μιθριδάτης ὁ προσαγορευθεὶς Εὐπάτωρ ἕνδεκα ἔτη γεγονώς·
エウエルゲテスには二人の息子がいたが、その王位はエウパトルと呼ばれたミトリダテスが十一歳の時に継承した。
τούτῳ σύντροφος ὑπῆρξεν ὁ τοῦ Φιλεταίρου Δορύλαος· ἦν δʼ ὁ Φιλέταιρος ἀδελφὸς τοῦ τακτικοῦ Δορυλάου.
彼(ミトリダテス)の乳兄弟となったのはフィレタイロスの息子ドリュラオスであり、このフィレタイロスは戦術家ドリュラオスの兄弟であった。
ἀνδρωθεὶς δʼ ὁ βασιλεὺς ἐπὶ τοσοῦτο ᾕρητο τῇ συντροφίᾳ τῇ πρὸς τὸν Δορύλαον ὥστʼ οὐκ ἐκεῖνον μόνον εἰς τιμὰς ἦγε τὰς μεγίστας, ἀλλὰ καὶ τῶν συγγενῶν ἐπεμελεῖτο καὶ τοὺς ἐν Κνωσσῷ μετεπέμπετο·
王は成人すると、ドリュラオスとの友情を非常に重視したため、彼を最高の栄誉へと引き上げただけでなく、その親族たちをも気にかけ、クノッソスにいる者たちを呼び寄せた。
ἦσαν δʼ οἱ περὶ Λαγέταν, τοῦ μὲν πατρὸς ἤδη τετελευτηκότος, αὐτοὶ δʼ ἠνδρωμένοι, καὶ ἧκον ἀφέντες τὰ ἐν Κνωσσῷ·
彼らはラゲタスの一家であり、父親はすでに亡くなっており、彼ら自身は成人していたが、彼らはクノッソスでの暮らしを捨ててやって来た。
τοῦ δὲ Λαγέτα θυγάτηρ ἦν ἡ μήτηρ τῆς ἐμῆς μητρός.
このラゲタスの娘が、私の母の母であった。
εὐτυχοῦντος μὲν δὴ ἐκείνου συνευτυχεῖν καὶ τούτοις συνέβαινε, καταλυθέντος δὲ (ἐφωράθη γὰρ ἀφιστὰς τοῖς Ῥωμαίοις τὴν βασιλείαν ἐφʼ ᾧ αὐτὸς εἰς τὴν ἀρχὴν καταστήσεται) συγκατελύθη καὶ τὰ τούτων καὶ ἐταπεινώθησαν·
彼が幸運であった間は、彼らもまた共に幸運を享受したが、彼が失脚すると(というのも、彼自身が支配権を握るために、王国をローマ人に寝返らせようとしたことが露見したからである)、彼らの地位も共に崩壊し、彼らは零落した。
ὠλιγωρήθη δὲ καὶ τὰ πρὸς τοὺς Κνωσσίους συμβόλαια καὶ αὐτοὺς μυρίας μεταβολὰς δεξαμένους.
そして、クノッソスの人々との関係も顧みられなくなってしまった。 彼ら自身もまた数々の変転を経験したからである。