Humanitext Reader

斯特拉波 · 地理学 §10.4.9-10.4.10

米诺斯的出身、克里特的衰落与作者家系

第 334 段,共 577 段 · 希腊语

内容简介

本段探讨了关于米诺斯身份的不同说法,以及克里特岛如何从良法善治沦为海盗据点的衰落过程,并揭示了作者自身家族与克诺索斯及蓬托斯王室的历史渊源。

§10.4.9ταῦτα μὲν οὖν ὁποτέρως ἔχει χαλεπὸν εἰπεῖν.
因此,这两种情况究竟属实何者,实难断定。
ἔστι δὲ καὶ ἄλλος λόγος οὐχ ὁμολογούμενος, τῶν μὲν ξένον τῆς νήσου τὸν Μίνω λεγόντων τῶν δʼ ἐπιχώριον.
此外,还有一种未达成共识的传闻,有人说米诺斯是该岛的外来者,也有人说他是本地人。
ὁ μέντοι ποιητὴς τῇ δευτέρᾳ δοκεῖ μᾶλλον συνηγορεῖν ἀποφάσει, ὅταν φῇ ὅτι " πρῶτον Μίνωα τέκε Κρήτῃ ἐπίουρον.
然而,当诗人说道“[宙斯]首先孕育了米诺斯作为克里特的保护者”时,他似乎更赞同第二种说法。
" ὑπὲρ τῆς Κρήτης ὁμολογεῖται διότι κατὰ τοὺς παλαιοὺς χρόνους ἐτύγχανεν εὐνομουμένη καὶ ζηλωτὰς ἑαυτῆς τοὺς ἀρίστους τῶν Ἑλλήνων ἀπέφηνεν, ἐν δὲ τοῖς πρώτοις Λακεδαιμονίους, καθάπερ Πλάτων τε ἐν τοῖς νόμοις δηλοῖ καὶ Ἔφορος ἐν τῇ Εὐρώπῃ ἀναγέγραφεν·
关于克里特,人们一致公认它在古代享有良法善治,并使希腊人中最杰出者——尤其是拉刻代蒙人——成为自己的效法者,这正如柏拉图在《法律篇》中表明的那样,也是埃福罗斯在《欧罗巴》中记载的那样。
ὕστερον δὲ πρὸς τὸ χεῖρον μετέβαλεν ἐπὶ πλεῖστον.
然而,后来它在极大程度上变得每况愈下。
μετὰ γὰρ τοὺς Τυρρηνούς, οἳ μάλιστα ἐδῄωσαν τὴν καθʼ ἡμᾶς θάλατταν, οὗτοί εἰσιν οἱ διαδεξάμενοι τὰ λῃστήρια· τούτους δʼ ἐπόρθησαν ὕστερον οἱ Κίλικες· κατέλυσαν δὲ πάντας Ῥωμαῖοι τήν τε Κρήτην ἐκπολεμήσαντες καὶ τὰ πειρατικὰ τῶν Κιλίκων φρούρια.
因为在最肆意掠夺我们这片海洋的第勒尼安人之后,接替海盗行径的正是克里特人;此后基利基人又掠夺了他们,而罗马人最终通过向克里特宣战并摧毁基利基人的海盗堡垒,彻底消灭了他们所有人。
νῦν δὲ Κνωσσὸς καὶ Ῥωμαίων ἀποικίαν ἔχει.
如今,克诺索斯甚至还拥有罗马人的殖民地。
§10.4.10περὶ μὲν οὖν Κνωσσοῦ ταῦτα, πόλεως οὐκ ἀλλοτρίας ἡμῖν, διὰ δὲ τἀνθρώπινα καὶ τὰς ἐν αὐτοῖς μεταβολὰς καὶ συντυχίας ἐκλελειμμένων τῶν συμβολαίων τῶν ὑπαρξάντων ἡμῖν πρὸς τὴν πόλιν.
关于克诺索斯的情况便如上述,它对我们而言并非一座无关的城市,只是由于人事沧桑及其中的变迁与遭际,我们与该城之间曾存在的纽带已经断绝。
Δορύλαος γὰρ ἦν ἀνὴρ τακτικός, τῶν Μιθριδάτου τοῦ Εὐεργέτου φίλων· οὗτος διὰ τὴν ἐν τοῖς πολεμικοῖς ἐμπειρίαν ξενολογεῖν ἀποδειχθεὶς πολὺς ἦν ἔν τε τῇ Ἑλλάδι καὶ τῇ Θρᾴκῃ, πολὺς δὲ καὶ τοῖς παρὰ τῆς Κρήτης ἰοῦσιν, οὔπω τὴν νῆσον ἐχόντων Ῥωμαίων, συχνοῦ δὲ ὄντος ἐν αὐτῇ τοῦ μισθοφορικοῦ καὶ στρατιωτικοῦ πλήθους, ἐξ οὗ καὶ τὰ λῃστήρια πληροῦσθαι συνέβαινεν.
因为多里劳斯曾是一位军事战术家,是米特里达梯·欧埃尔格特斯的“友臣”之一;他因在军事事务上的丰富经验而被指派去征召雇佣兵,并在希腊和色雷斯大肆活动,还在那些来自克里特的人中广泛招募,当时罗马人尚未占领该岛,岛上有大批的雇佣兵和士兵,海盗团伙也正因如此得以充实。
ἐπιδημοῦντος δὲ τοῦ Δορυλάου κατὰ τύχην ἐνέστη πόλεμος τοῖς Κνωσσίοις πρὸς τοὺς Γορτυνίους·
正值多里劳斯旅居该地时,克诺索斯人与戈尔廷人之间偶然爆发了战争;他被选任为将军并迅速取胜,赢得了极高的荣誉。
αἱρεθεὶς δὲ στρατηγὸς καὶ κατορθώσας διὰ ταχέων ἤρατο τιμὰς τὰς μεγίστας, καὶ ἐπειδὴ μικρὸν ὕστερον ἐξ ἐπιβουλῆς δολοφονηθέντα ἔγνω τὸν Εὐεργέτην ὑπὸ τῶν φίλων ἐν Σινώπῃ, τὴν διαδοχὴν δὲ εἰς γυναῖκα καὶ παιδία ἥκουσαν, ἀπογνοὺς τῶν ἐκεῖ κατέμεινεν τῇ Κνωσσῷ·
不久之后,当他得知欧埃尔格特斯在西诺普因手下亲信的阴谋而被刺杀、王位继承权落入其妻儿手中时,他便放弃了对那里的指望,留在克诺索斯安顿下来。
τεκνοποιεῖται δʼ ἐκ Μακέτιδος γυναικὸς Στερόπης τοὔνομα δύο μὲν υἱεῖς Λαγέταν καὶ Στρατάρχαν, ὧν τὸν Στρατάρχαν ἐσχατόγηρων καὶ ἡμεῖς ἤδη εἴδομεν, θυγατέρα δὲ μίαν.
他与一个名叫斯特罗佩的马其顿女子生了两个儿子,即拉盖塔斯和斯特拉塔耳卡斯(其中斯特拉塔耳卡斯极度高寿,我曾亲眼见过他),以及一个女儿。
δυεῖν δὲ ὄντων υἱῶν τοῦ Εὐεργέτου διεδέξατο τὴν βασιλείαν Μιθριδάτης ὁ προσαγορευθεὶς Εὐπάτωρ ἕνδεκα ἔτη γεγονώς· τούτῳ σύντροφος ὑπῆρξεν ὁ τοῦ Φιλεταίρου Δορύλαος· ἦν δʼ ὁ Φιλέταιρος ἀδελφὸς τοῦ τακτικοῦ Δορυλάου.
欧埃尔格特斯有两个儿子,继承王位的是被称为尤帕托尔的米特里达梯,当时他年仅十一岁;与他一同长大的乳兄弟是菲莱泰罗斯之子多里劳斯,而菲莱泰罗斯是战术家多里劳斯的兄弟。
ἀνδρωθεὶς δʼ ὁ βασιλεὺς ἐπὶ τοσοῦτο ᾕρητο τῇ συντροφίᾳ τῇ πρὸς τὸν Δορύλαον ὥστʼ οὐκ ἐκεῖνον μόνον εἰς τιμὰς ἦγε τὰς μεγίστας, ἀλλὰ καὶ τῶν συγγενῶν ἐπεμελεῖτο καὶ τοὺς ἐν Κνωσσῷ μετεπέμπετο· ἦσαν δʼ οἱ περὶ Λαγέταν, τοῦ μὲν πατρὸς ἤδη τετελευτηκότος, αὐτοὶ δʼ ἠνδρωμένοι, καὶ ἧκον ἀφέντες τὰ ἐν Κνωσσῷ· τοῦ δὲ Λαγέτα θυγάτηρ ἦν ἡ μήτηρ τῆς ἐμῆς μητρός.
国王成年后,极其珍视与多里劳斯的同窗情谊,以至于不仅将他提拔到极高地位,还关照他的亲属,并派人去召回在克诺索斯的人;这些人是拉盖塔斯及其家人,当时其父已故,他们自己已是成年男子,他们便放弃了在克诺索斯的家业而来;而拉盖塔斯的女儿就是我母亲的母亲。
εὐτυχοῦντος μὲν δὴ ἐκείνου συνευτυχεῖν καὶ τούτοις συνέβαινε, καταλυθέντος δὲ (ἐφωράθη γὰρ ἀφιστὰς τοῖς Ῥωμαίοις τὴν βασιλείαν ἐφʼ ᾧ αὐτὸς εἰς τὴν ἀρχὴν καταστήσεται) συγκατελύθη καὶ τὰ τούτων καὶ ἐταπεινώθησαν· ὠλιγωρήθη δὲ καὶ τὰ πρὸς τοὺς Κνωσσίους συμβόλαια καὶ αὐτοὺς μυρίας μεταβολὰς δεξαμένους.
当他得势时,他们自然也共享了这份荣华,但他倒台时(因为他被发现企图将王国叛送给罗马人,以换取自己登上统治地位),他们的家业也随之倾覆,走向了衰微;与此同时,他们同克诺索斯人之间的联系也遭到了冷落,而克诺索斯人自身也经历了无数的变迁。

词汇与语法注释

  1. 10.4.9τῶν μὲν ξένον... τῶν δʼ ἐπιχώριον — 此处为属格绝对结构(genitive absolute),具体补充说明了前文名词短语 `ἄλλος λόγος οὐχ ὁμολογούμενος`(未达成共识的另一种说法)中相互对立的两种具体观点。
  2. 10.4.9Κρήτῃ — 在荷马史诗的引用中,`Κρήτῃ` 既可理解为表示地点的与格(在克里特),也可理解为表示利益的与格(为了克里特)。鉴于米诺斯被描述为保护者(`ἐπίουρον`),此处作利益与格更为契合上下文。
  3. 10.4.10πολὺς ἦν — 形容词 `πολύς` 与系动词连用的惯用表达,意为“大肆活动”或“极其活跃”,此处用以叙述多里劳斯在希腊和色雷斯等地不遗余力地招募雇佣兵的忙碌状态。
  4. 10.4.10ἐφʼ ᾧ αὐτὸς εἰς τὴν ἀρχὴν καταστήσεται — 连接词 `ἐφʼ ᾧ` 后接将来直说法的结构(`καταστήσεται`),用于表示“以……为条件”或“目的在于”。这规定了多里劳斯企图向罗马人出卖王国以换取自己登上统治宝座的具体条件。

引用这一段

斯特拉波, 地理学 §10.4.9-10.4.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:10.4.9-10.4.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。