§10.4.6"
ἄλλη δʼ ἄλλων γλῶσσα μεμιγμένη
"
φησὶν ὁ ποιητής
"
ἐν μὲν Ἀχαιοί,
ἐν δʼ Ἐτεόκρητες μεγαλήτορες, ἐν δὲ Κύδωνες,
Δωριέες τε τριχάικες δῖοί τε Πελασγοί.
「言語は互いに混じり合っている」と詩人は言う。 「中にはアカイア人が、また大いなる心を持つエテオクレテス人が、さらにキュドネス人が、三つの部族に分かれたドリエウス人が、そして神のごときペラスゴイ人がいる。
"
τούτων φησὶ Στάφυλος τὸ μὲν πρὸς ἕω Δωριεῖς κατέχειν, τὸ δὲ δυσμικὸν Κύδωνας, τὸ νότιον Ἐτεόκρητας, ὧν εἶναι πολίχνιον Πρᾶσον, ὅπου τὸ τοῦ Δικταίου Διὸς ἱερόν·
」これらについてスタピュロスが言うには、東の方をドリエウス人が、西をキュドネス人が、南をエテオクレテス人が占めており、そのエテオクレテス人の間にはプラソスという小さな都市があり、そこにはディクテのゼウスの神殿がある。
τοὺς δʼ ἄλλους ἰσχύοντας πλέον οἰκῆσαι τὰ πεδία.
他の人々はより強い勢力を持っていたので、平野に住んだ。
τοὺς μὲν οὖν Ἐτεόκρητας καὶ τοὺς Κύδωνας αὐτόχθονας ὑπάρξαι εἰκός, τοὺς δὲ λοιποὺς ἐπήλυδας, οὓς ἐκ Θετταλίας φησὶν ἐλθεῖν Ἄνδρων τῆς Δωρίδος μὲν πρότερον νῦν δὲ Ἑστιαιώτιδος λεγομένης·
したがって、エテオクレテス人とキュドネス人は先住民族であり、残りの人々は移住者であった可能性が高い。 これら残りの人々についてアンドロンは、以前はドリスと呼ばれ、今はヘスティアイオティスと呼ばれている地方から来たと述べている。
ἐξ ἧς ὡρμήθησαν, ὥς φησιν, οἱ περὶ τὸν Παρνασσὸν οἰκήσαντες Δωριεῖς καὶ ἔκτισαν τήν τε Ἐρινεὸν καὶ Βοιὸν καὶ Κυτίνιον, ἀφʼ οὗ καὶ τριχάικες ὑπὸ τοῦ ποιητοῦ λέγονται.
そこから、彼が言うには、パルナッソス山の周辺に住み着いたドリエウス人たちが出発し、エリネオス、ボイオン、キティニオンを創建した。 そのことから彼らは詩人によって「トリカイケス」と呼ばれている。
οὐ πάνυ δὲ τὸν τοῦ Ἄνδρωνος λόγον ἀποδέχονται, τὴν μὲν τετράπολιν Δωρίδα τρίπολιν ἀποφαίνοντος, τὴν δὲ μητρόπολιν τῶν Δωριέων ἄποικον Θετταλῶν·
しかし人々はアンドロンの説をあまり受け入れていない。 なぜなら、彼は四都市同盟であるドリスを三都市同盟であるとし、またドリエウス人の本国をテッサリアからの植民地としているからである。
τριχάικας δὲ δέχονται ἤτοι ἀπὸ τῆς τριλοφίας ἢ ἀπὸ τοῦ τριχίνους εἶναι τοὺς λόφους.
一方、「トリカイケス」という呼称については、三つの兜の飾り、あるいは兜の飾りが獣の毛でできていたことに由来すると解釈している。
§10.4.7πόλεις δʼ εἰσὶν ἐν τῇ Κρήτῃ πλείους μέν, μέγισται δὲ καὶ ἐπιφανέσταται τρεῖς, Κνωσσὸς Γόρτυνα Κυδωνία.
クレータには多くの都市があるが、最も大きくて最も有名なものは、クノッソス、ゴルテュン、キュドニアの三つである。
διαφερόντως δὲ τὴν Κνωσσὸν καὶ Ὅμηρος ὑμνεῖ μεγάλην καλῶν καὶ βασίλειον τοῦ Μίνω καὶ οἱ ὕστερον.
とりわけクノッソスについては、ホメロスもこれを「大いなる」都市と呼び、またミノスの王都と呼んで称えており、のちの人々も同様である。
καὶ δὴ καὶ διετέλεσε μέχρι πολλοῦ φερομένη τὰ πρῶτα, εἶτα ἐταπεινώθη καὶ πολλὰ τῶν νομίμων ἀφῃρέθη, μετέστη δὲ τὸ ἀξίωμα εἴς τε Γόρτυναν καὶ Λύττον, ὕστερον δʼ ἀνέλαβε πάλιν τὸ παλαιὸν σχῆμα τὸ τῆς μητροπόλεως.
そして実際、長い間、首位を保ち続けたが、のちに没落し、その多くの慣習や制度を奪われた。 そしてその権威はゴルテュンとリュットスへと移ったが、のちに再びかつての中心都市としての姿を取り戻した。
κεῖται δʼ ἐν πεδίῳ κύκλον ἔχουσα ἡ Κνωσσὸς τὸν ἀρχαῖον τριάκοντα σταδίων, μεταξὺ τῆς Λυκτίας καὶ τῆς Γορτυνίας, σταδίους διακοσίους, τῆς δὲ Λύττου, ἣν ὁ ποιητὴς Λύκτον ὠνόμασεν, ἑκατὸν εἴκοσι·
クノッソスは平野の中に位置しており、古代の全周は三十スタディオンで、リュクティアとゴルテュニアの間にあり、後者からは二百スタディオン、リュットス(詩人がリュクトスと呼んだ都市)からは百二十スタディオン離れている。
τῆς δὲ θαλάττης Κνωσσὸς μὲν τῆς βορείου πέντε καὶ εἴκοσι, Γόρτυνα δὲ τῆς Λιβυκῆς ἐνενήκοντα, Λύττος δὲ καὶ αὐτὴ τῆς Λιβυκῆς ὀγδοήκοντα.
海からの距離については、クノッソスは北の海から二十五スタディオン、ゴルテュンはリビアの海から九十スタディオン、リュットスも同様にリビアの海から八十スタディオンである。
ἔχει δʼ ἐπίνειον τὸ Ἡράκλειον ἡ Κνωσσός.
クノッソスはヘラクレイオンを外港として持っている。
§10.4.8Μίνω δέ φασιν ἐπινείῳ χρήσασθαι τῷ Ἀμνισῷ, ὅπου τὸ τῆς Εἰλειθυίας ἱερόν.
人々が言うには、ミノスはアムニソスを港として使用した。 そこにはエイレイテュイアの神殿がある。
ἐκαλεῖτο δʼ ἡ Κνωσσὸς Καίρατος πρότερον ὁμώνυμος τῷ παραρρέοντι ποταμῷ.
クノッソスは、以前は傍らを流れる川と同じ名前のカイラトスと呼ばれていた。
ἱστόρηται δʼ ὁ Μίνως νομοθέτης γενέσθαι σπουδαῖος θαλαττοκρατῆσαί τε πρῶτος, τριχῆ δὲ διελὼν τὴν νῆσον ἐν ἑκάστῳ τῷ μέρει κτίσαι πόλιν, τὴν μὲν Κνωσσὸν ἐν τῷ καταντικρὺ τῆς Πελοποννήσου· καὶ αὐτὴ δʼ ἐστὶ προσβόρειος.
ミノスは優れた立法者となり、最初に制海権を握ったと伝えられており、島を三つに分割してそれぞれの部分に都市を創建した。 クノッソスはペロポネソスの向かいにある部分[……]に創建され、これもまた北向きに位置している。
ὡς δʼ εἴρηκεν Ἔφορος, ζηλωτὴς ὁ Μίνως ἀρχαίου τινὸς Ῥαδαμάνθυος δικαιοτάτου ἀνδρὸς ὁμωνύμου τοῦ ἀδελφοῦ αὐτοῦ, ὃς πρῶτος τὴν νῆσον ἐξημερῶσαι δοκεῖ νομίμοις καὶ συνοικισμοῖς πόλεων καὶ πολιτείαις, σκηψάμενος παρὰ Διὸς φέρειν ἕκαστα τῶν τιθεμένων δογμάτων εἰς μέσον.
エポロスが述べているように、ミノスは、彼の兄弟と同名である古代の極めて正しい男ラダマンテュスの崇拝者であった。 ラダマンテュスは、法や都市の共同居住、国家制度によって最初にこの島を開化させたとされ、自らが制定した決定事項のそれぞれをゼウスから得て公にもたらしたと称した。
τοῦτον δὴ μιμούμενος καὶ ὁ Μίνως διʼ ἐννέα ἐτῶν, ὡς ἔοικεν, ἀναβαίνων ἐπὶ τὸ τοῦ Διὸς ἄντρον καὶ διατρίβων ἐνθάδε, ἀπῄει συντεταγμένα ἔχων παραγγέλματά τινα, ἃ ἔφασκεν εἶναι προστάγματα τοῦ Διός·
ミノスも彼に倣って、どうやら九年ごとにゼウスの洞窟に登り、そこで時を過ごしては、ゼウスの命令であると彼が主張するいくつかの体系化された布告を携えて戻ってきた。
ἀφʼ ἧς αἰτίας καὶ τὸν ποιητὴν οὕτως εἰρηκέναι
"
ἐνθάδε Μίνως
ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής.
そのため詩人もまた次のように言ったのである。 「そこにおいてミノスは、偉大なるゼウスの語らいの友として、九年ごとに王として支配した。
"
τοιαῦτα δʼ εἰπόντος οἱ ἀρχαῖοι περὶ αὐτοῦ πάλιν ἄλλους εἰρήκασι λόγους ὑπεναντίους τούτοις, ὡς τυραννικός τε γένοιτο καὶ βίαιος καὶ δασμολόγος, τραγῳδοῦντες τὰ περὶ τὸν Μινώταυρον καὶ τὸν λαβύρινθον καὶ τὰ Θησεῖ συμβάντα καὶ Δαιδάλῳ.
」彼についてこのようなことが言われる一方で、古代の人々はこれとは正反対の別の話を伝えている。 すなわち、彼は僭主的で、暴力的で、貢納金を徴収する者であったとし、ミノタウロスやラビュリントス、テーセウスやダイダロスに起こった出来事を悲劇的に語った。