Humanitext Reader

斯特拉波 · 地理学 §10.4.20-10.4.22

埃福罗斯论克里特的教育制度与习俗

第 338 段,共 577 段 · 希腊语

内容简介

斯特拉博引用埃福罗斯的叙述,介绍了克里特人的婚姻、少年教育与集体生活,以及通过“劫持”实现的独特同性恋习俗,最后概述了其政体及在罗马统治下的现状。

§10.4.20τῶν Κρητικῶν τὰ κυριώτατα τῶν καθʼ ἕκαστα τοιαῦτα εἴρηκε.
埃福罗斯对克里特人各项制度中最重要的部分作了如下叙述。
γαμεῖν μὲν ἅμα πάντες ἀναγκάζονται παρʼ αὐτοῖς οἱ κατὰ τὸν αὐτὸν χρόνον ἐκ τῆς τῶν παίδων ἀγέλης ἐκκριθέντες, οὐκ εὐθὺς δʼ ἄγονται παρʼ ἑαυτοὺς τὰς γαμηθείσας παῖδας, ἀλλʼ ἐπὰν ἤδη διοικεῖν ἱκαναὶ ὦσι τὰ περὶ τοὺς οἴκους·
在他们那里,所有在同一时间从“少年群”中被选拔出来的人都被强迫同时结婚,但他们并不立即把娶进门的少女带回自己家中,而是等到她们已经能够管理家务的时候才带回去。
φερνὴ δʼ ἐστίν, ἂν ἀδελφοὶ ὦσι, τὸ ἥμισυ τῆς τοῦ ἀδελφοῦ μερίδος·
如果有兄弟,嫁妆是兄弟份额的一半。
παῖδας δὲ γράμματά τε μανθάνειν καὶ τὰς ἐκ τῶν νόμων ᾠδὰς καί τινα εἴδη τῆς μουσικῆς.
而孩子们则要学习读写、法律规定的歌谣以及某些种类的音乐。
τοὺς μὲν οὖν ἔτι νεωτέρους εἰς τὰ συσσίτια ἄγουσι τὰ ἀνδρεῖα· χαμαὶ δὲ καθήμενοι διαιτῶνται μετʼ ἀλλήλων ἐν φαύλοις τριβωνίοις καὶ χειμῶνος καὶ θέρους τὰ αὐτά, διακονοῦσί τε καὶ ἑαυτοῖς καὶ τοῖς ἀνδράσι·
因此,他们把还比较年幼的孩子带到被称为“安德里亚”的共同进餐处;他们坐在地上,无论冬夏都穿着同样粗劣的外套,共同生活,并为自己和成年男子们服务。
συμβάλλουσι δʼ εἰς μάχην καὶ οἱ ἐκ τοῦ αὐτοῦ συσσιτίου πρὸς ἀλλήλους, καὶ πρὸς ἕτερα συσσίτια·
此外,来自同一共同进餐处的孩子们会互相进行战斗,也会与其他共同进餐处的孩子们战斗。
καθʼ ἕκαστον δὲ ἀνδρεῖον ἐφέστηκε παιδονόμος·
每个“安德里亚”都设有一名少年监督官。
οἱ δὲ μείζους εἰς τὰς ἀγέλας ἄγονται· τὰς δʼ ἀγέλας συνάγουσιν οἱ ἐπιφανέστατοι τῶν παίδων καὶ δυνατώτατοι ἕκαστος ὅσους πλείστους οἷός τέ ἐστιν ἀθροίζων·
而年龄较大的孩子则被带入“群”中;这些“群”是由孩子们中最显赫、最有力的人,各自尽可能多地召集人手组织起来的。
ἑκάστης δὲ τῆς ἀγέλης ἄρχων ἐστὶν ὡς τὸ πολὺ ὁ πατὴρ τοῦ συναγαγόντος, κύριος ὢν ἐξάγειν ἐπὶ θήραν καὶ δρόμους, τὸν δʼ ἀπειθοῦντα κολάζειν·
每个“群”的领导者通常是召集者的父亲,他有权带他们出去打猎和跑步,并惩罚不听话的人。
τρέφονται δὲ δημοσίᾳ·
他们由公费供养。
τακταῖς δέ τισιν ἡμέραις ἀγέλη πρὸς ἀγέλην συμβάλλει μετὰ αὐλοῦ καὶ λύρας εἰς μάχην ἐν ῥυθμῷ, ὥσπερ καὶ ἐν τοῖς πολεμικοῖς εἰώθασιν, ἐκφέρουσι δὲ καὶ τὰς πληγὰς τὰς μὲν διὰ χειρὸς τὰς δὲ καὶ διʼ ὅπλων σιδηρῶν.
在某些固定的日子里,群与群之间会伴随着长笛和竖琴的声音,像在战争中习惯的那样,有节奏地进行战斗,他们也会进行打击,有的是用手,有的则是用铁制武器。
§10.4.21ἴδιον δʼ αὐτοῖς τὸ περὶ τοὺς ἔρωτας νόμιμον· οὐ γὰρ πειθοῖ κατεργάζονται τοὺς ἐρωμένους ἀλλʼ ἁρπαγῇ·
此外,关于恋爱的习俗是他们特有的;因为他们不是通过说服,而是通过劫持来获得所爱之人的。
προλέγει τοῖς φίλοις πρὸ τριῶν ἢ πλειόνων ἡμερῶν ὁ ἐραστὴς ὅτι μέλλει τὴν ἁρπαγὴν ποιεῖσθαι·
爱者会在三天或更早之前向朋友们宣告他将要进行劫持。
τοῖς δʼ ἀποκρύπτειν μὲν τὸν παῖδα ἢ μὴ ἐᾶν πορεύεσθαι τὴν τεταγμένην ὁδὸν τῶν αἰσχίστων ἐστίν, ὡς ἐξομολογουμένοις ὅτι ἀνάξιος ὁ παῖς εἴη τοιούτου ἐραστοῦ τυγχάνειν·
但是对于他们(孩子的亲友)来说,把孩子藏起来或不允许他走既定的路线是最可耻的事情之一,因为这相当于承认这孩子不配得到这样的爱者。
συνιόντες δʼ, ἂν μὲν τῶν ἴσων ἢ τῶν ὑπερεχόντων τις ᾖ τοῦ παιδὸς τιμῇ καὶ τοῖς ἄλλοις ὁ ἁρπάζων, ἐπιδιώκοντες ἀνθήψαντο μόνον μετρίως τὸ νόμιμον ἐκπληροῦντες, τἆλλα δʼ ἐπιτρέπουσιν ἄγειν χαίροντες· ἂν δʼ ἀνάξιος, ἀφαιροῦνται·
当他们相遇时,如果劫持者在地位和其他方面与孩子平等或更优,他们只进行追赶并象征性地轻轻触碰以履行习俗,然后便高兴地允许他把孩子带走;但如果他不配,他们就会把孩子夺回。
πέρας δὲ τῆς ἐπιδιώξεώς ἐστιν ἕως ἂν ἀχθῇ ὁ παῖς εἰς τὸ τοῦ ἁρπάσαντος ἀνδρεῖον.
追赶的终点是孩子被带到劫持者的“安德里亚”。
ἐράσμιον δὲ νομίζουσιν οὐ τὸν κάλλει διαφέροντα, ἀλλὰ τὸν ἀνδρείᾳ καὶ κοσμιότητι καὶ δωρησάμενος ἀπάγει τὸν παῖδα τῆς χώρας εἰς ὃν βούλεται τόπον·
他们认为值得去爱的不是在外貌上杰出的人,而是在勇气和规矩上优秀的人。
ἐπακολουθοῦσι δὲ τῇ ἁρπαγῇ οἱ παραγενόμενοι, ἑστιαθέντες δὲ καὶ συνθηρεύσαντες δίμηνον (οὐ γὰρ ἔξεστι πλείω χρόνον κατέχειν τὸν παῖδα) εἰς τὴν πόλιν καταβαίνουσιν.
而爱者在赠送礼物后,将孩子带到他所希望的乡间某处;参与劫持的人随同他们前往,在共同宴饮和打猎两个月后(因为不允许留置孩子更长时间),他们便回到城里。
ἀφίεται δʼ ὁ παῖς δῶρα λαβὼν στολὴν πολεμικὴν καὶ βοῦν καὶ ποτήριον.
孩子在获得军服、一头公牛和一只杯子作为礼物后被释放。
ταῦτα μὲν τὰ κατὰ τὸν νόμον δῶρα καὶ ἄλλα πλείω καὶ πολυτελῆ, ὥστε συνερανίζειν τοὺς φίλους διὰ τὸ πλῆθος τῶν ἀναλωμάτων.
这些是法律规定的礼物,但还有许多其他昂贵的礼物,由于花费巨大,朋友们甚至会共同出资协助。
τὸν μὲν οὖν βοῦν θύει τῷ Διὶ καὶ ἑστιᾷ τοὺς συγκαταβαίνοντας, εἶτʼ ἀποφαίνεται περὶ τῆς πρὸς τὸν ἐραστὴν ὁμιλίας εἴτʼ ἀσμενίζων τετύχηκεν εἴτε μή, τοῦ νόμου τοῦτʼ ἐπιτρέψαντος, ἵνʼ εἴ τις αὐτῷ βία προσενήνεκται κατὰ τὴν ἁρπαγήν, ἐνταῦθα παρῇ τιμωρεῖν ἑαυτῷ καὶ ἀπαλλάττεσθαι.
孩子将公牛献祭给宙斯并款待一同回城的人,然后表明他与爱者的交往是否令他满意,法律允许这样做是为了,如果他在劫持期间受到了任何暴力的对待,他可以在这里为自己复仇并断绝关系。
τοῖς δὲ καλοῖς τὴν ἰδέαν καὶ προγόνων ἐπιφανῶν ἐραστῶν μὴ τυχεῖν, ὡς διὰ τὸν τρόπον τοῦτο παθοῦσιν.
而对于容貌美丽且祖先显赫的孩子来说,得不到爱者是一件可耻的事,因为这被认为是因为他们的品行才落得如此境地。
ἔχουσι δὲ τιμὰς οἱ παρασταθέντες (οὕτω γὰρ καλοῦσι τοὺς ἁρπαγέντας)· ἔν τε γὰρ τοῖς χοροῖς καὶ τοῖς δρόμοις ἔχουσι τὰς ἐντιμοτάτας χώρας, τῇ τε στολῇ κοσμεῖσθαι διαφερόντως τῶν ἄλλων ἐφίεται τῇ δοθείσῃ παρὰ τῶν ἐραστῶν, καὶ οὐ τότε μόνον ἀλλὰ καὶ τέλειοι γενόμενοι διάσημον ἐσθῆτα φέρουσιν, ἀφʼ ἧς γνωσθήσεται ἕκαστος κλεινὸς γενόμενος· τὸν μὲν γὰρ ἐρώμενον καλοῦσι κλεινὸν τὸν δʼ ἐραστὴν φιλήτορα.
那些“并肩站立者”(因为他们这样称呼被劫持的人)享有荣誉;因为无论是在舞蹈中还是在跑步中,他们都占有最光荣的位置,并且他们被允许用爱者赠送的衣服装扮得比其他人更突出,不仅在当时,甚至在他们成为成年人之后,他们也穿着一种标志性的衣服,从中人们可以认出每个人都成为了“克莱诺斯”;因为他们把被爱者称为“克莱诺斯”,而把爱者称为“皮莱托尔”。
§10.4.22ταῦτα μὲν τὰ περὶ τοὺς ἔρωτας νόμιμα.
以上是关于恋爱的习俗。
ἄρχοντας δὲ δέκα αἱροῦνται· περὶ δὲ τῶν μεγίστων συμβούλοις χρῶνται τοῖς γέρουσι καλουμένοις· καθίστανται δʼ εἰς τοῦτο τὸ συνέδριον οἱ τῆς τῶν κόσμων ἀρχῆς ἠξιωμένοι καὶ τἆλλα δόκιμοι κρινόμενοι.
他们选举十名执政官;在最重要的事务上,他们任用被称为“长老”的人作为顾问;那些被认为配得上执政官职位、且在其他方面被判定为优秀的人,会被任命进入这个议事会。
ἀξίαν δʼ ἀναγραφῆς τὴν τῶν Κρητῶν πολιτείαν ὑπέλαβον διά τε τὴν ἰδιότητα καὶ τὴν δόξαν· οὐ πολλὰ δὲ διαμένει τούτων τῶν νομίμων, ἀλλὰ τοῖς Ῥωμαίων διατάγμασι τὰ πλεῖστα διοικεῖται, καθάπερ καὶ ἐν ταῖς ἄλλαις ἐπαρχίαις συμβαίνει.
我认为克里特人的政体因其独特性和名声而值得记录;但是这些习俗中保留下来的并不多,大部分事务都是根据罗马人的法令来管理的,这在其他行省中也是一样。

词汇与语法注释

  1. 10.4.20εἴρηκε — 主语未明确说明,但指历史学家埃福罗斯,前几章中一直在引用和参考他的著作。
  2. 10.4.20μανθάνειν — 在依赖于 εἴρηκε 的间接引语中作宾格与不定式结构,其主语为宾格的 παῖδας。
  3. 10.4.21καὶ δωρησάμενος — 由于文本中疑似存在残缺,主句动词已遗失,但在上下文语境中,主语已连同分词 δωρησάμενος 一起切换回“爱者(ἐραστής)”,描述其赠送礼物并带走孩子的行为。
  4. 10.4.21τοῖς δὲ καλοῖς τὴν ἰδέαν καὶ προγόνων ἐπιφανῶν ἐραστῶν μὴ τυχεῖν — 不定式 μὴ τυχεῖν(未能获得)的主语为与格的 τοῖς καλοῖς...,而表示“是耻辱”(如 αἰσχρόν ἐστιν)的谓语在文中被省略,或需要从上下文中推断。

引用这一段

斯特拉波, 地理学 §10.4.20-10.4.22. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:10.4.20-10.4.22

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。