§10.4.15τοῦ δὲ ποιητοῦ τὸ μὲν ἑκατόμπολιν λέγοντος τὴν Κρήτην τὸ δὲ ἐνενηκοντάπολιν, Ἔφορος μὲν ὕστερον ἐπικτισθῆναι τὰς δέκα φησὶ μετὰ τὰ Τρωικὰ ὑπὸ τῶν Ἀλθαιμένει τῷ Ἀργείῳ συνακολουθησάντων Δωριέων·
詩人がクレタをある時には「百の都市を持つ」と言い、別の時には「九十の都市を持つ」と言っていることについて、エフォロスは、のちにトロイア戦争の後、アルゴス人アルタイメネスに従ったドーリス人たちによって、その十の都市が追加入植されたのだと言う。
τὸν μὲν οὖν Ὀδυσσέα λέγει ἐνενηκοντάπολιν ὀνομάσαι·
したがって彼(エフォロス)は、オデュッセウスが「九十の都市を持つ」と呼んだのだと言う。
οὗτος μὲν οὖν πιθανός ἐστιν ὁ λόγος, ἄλλοι δʼ ὑπὸ τῶν Ἰδομενέως ἐχθρῶν κατασκαφῆναί φασι τὰς δέκα·
さて、この説明は説得力があるが、他の人々は、イドメネウスの敵たちによってその十の都市が破壊されたのだと言う。
ἀλλʼ οὔτε κατὰ τὰ Τρωικά φησιν ὁ ποιητὴς ἑκατοντάπολιν ὑπάρξαι τὴν Κρήτην, ἀλλὰ μᾶλλον κατʼ αὐτόν (ἐκ γὰρ τοῦ ἰδίου προσώπου λέγει·
しかし、詩人はトロイア戦争の時点でクレタが「百の都市を持つ」状態であったと言っているのではなく、むしろ彼自身の時代について言っているのである(というのも、詩人は彼自身の言葉として語っているからである。
εἰ δʼ ἐκ τῶν τότε ὄντων τινὸς ἦν ὁ λόγος, καθάπερ ἐν τῇ Ὀδυσσείᾳ, ἡνίκα ἐνενηκοντάπολιν φράζει, καλῶς εἶχεν οὕτω δέχεσθαι), οὔτʼ εἰ συγχωρήσαιμεν τοῦτό γε, ὁ ἑξῆς λόγος σώζοιτʼ ἄν.
もし当時の人物の一人の言葉であったなら、例えば『オデュッセイア』において彼が「九十の都市を持つ」と語る時のように、そのように解釈するのが適切であったろう)。 また、仮にこの点(トロイア戦争期に百都市あったこと)を認めたとしても、それに続く説明は成り立たないであろう。
οὔτε γὰρ κατὰ τὴν στρατείαν οὔτε μετὰ τὴν ἐπάνοδον τὴν ἐκεῖθεν τοῦ Ἰδομενέως εἰκός ἐστιν ὑπὸ τῶν ἐχθρῶν αὐτοῦ τὰς πόλεις ἠφανίσθαι ταύτας·
というのも、イドメネウスの遠征中にも、あるいは彼のそこからの帰還後にも、彼の敵たちによってこれらの都市が消滅させられたというのは、ありそうにないことだからである。
ὁ γὰρ ποιητὴς φήσας
"
πάντας δʼ Ἰδομενεὺς Κρήτην εἰσήγαγʼ ἑταίρους,
οἳ φύγον ἐκ πολέμου, πόντος δέ οἱ οὔτινʼ ἀπηύρα,
"
καὶ τούτου τοῦ πάθους ἐμέμνητʼ ἄν·
なぜなら、詩人は、 "イドメネウスは、戦争を逃れた仲間たちをすべてクレタに連れ帰り、海は彼から一人も奪わなかった。 "と言っており、もしそのような災難があったなら、これも言及したはずだからである。
οὐ γὰρ δήπου Ὀδυσσεὺς μὲν ἔγνω τὸν ἀφανισμὸν τῶν πόλεων ὁ μηδενὶ συμμίξας τῶν Ἑλλήνων μήτε κατὰ τὴν πλάνην μήθʼ ὕστερον, ὁ δὲ καὶ συστρατεύσας τῷ Ἰδομενεῖ καὶ συνανασωθεὶς οὐκ ἔγνω τὰ συμβάντα οἴκοι αὐτῷ.
というのも、漂流中にもその後にもギリシア人の誰とも交わらなかったオデュッセウスが都市の消滅を知っていたのに、イドメネウスとともに遠征し、ともに無事に生還した者(ネストル)が、彼の故郷で彼に起こった出来事を知らなかったなどということは、まさかないはずだからである。
ἀλλὰ μὴν οὐδὲ μετὰ τὴν ἐπάνοδον·
さらに、帰還後であっても同様にあり得ない。
εἰ γὰρ μετὰ πάντων ἐσώθη τῶν ἑταίρων, ἰσχυρὸς ἐπανῆλθεν, ὥστʼ οὐκ ἔμελλον ἰσχύσειν οἱ ἐχθροὶ τοσοῦτον ὅσον δέκα ἀφαιρεῖσθαι πόλεις αὐτόν.
なぜなら、もし彼がすべての仲間とともに救われたのであれば、彼は強力な状態で帰還したはずであり、したがって敵たちが彼から十の都市を奪うほど強力になるはずはなかったからである。
τῆς μὲν οὖν χώρας τῶν Κρητῶν τοιαύτη τις ἡ περιοδεία.
クレタ人の土地に関する巡歴は、大要このようである。
§10.4.16τῆς δὲ πολιτείας ἧς Ἔφορος ἀνέγραψε τὰ κυριώτατα ἐπιδραμεῖν ἀποχρώντως ἂν ἔχοι.
次に、エフォロスが記録した国制について、その最も主要な特徴をざっとたどるだけで十分であろう。
δοκεῖ δέ, φησίν, ὁ νομοθέτης μέγιστον ὑποθέσθαι ταῖς πόλεσιν ἀγαθὸν τὴν ἐλευθερίαν·
彼(エフォロス)によれば、立法者は都市にとって最大の善を自由であると仮定したと思われる。
μόνην γὰρ ταύτην ἴδια ποιεῖν τῶν κτησαμένων τὰ ἀγαθά, τὰ δʼ ἐν δουλείᾳ τῶν ἀρχόντων ἀλλʼ οὐχὶ τῶν ἀρχομένων εἶναι·
なぜなら、この自由だけが、獲得された善きものをそれを獲得した者たちの私有物とするのであり、奴隷状態におけるものは支配者のものであって被支配者のものではないからである。
τοῖς δʼ ἔχουσι ταύτην φυλακῆς δεῖν·
そして、この自由を持つ者たちには防衛(守護)が必要である。
τὴν μὲν οὖν ὁμόνοιαν διχοστασίας αἰρομένης ἀπαντᾶν, ἣ γίνεται διὰ πλεονεξίαν καὶ τρυφήν·
さて、不和(和合)は、強欲と奢侈によって生じる分裂が取り除かれるときに生じる。
σωφρόνως γὰρ καὶ λιτῶς ζῶσιν ἅπασιν οὔτε φθόνον οὔθʼ ὕβριν οὔτε μῖσος ἀπαντᾶν πρὸς τοὺς ὁμοίους·
というのも、節度を持って質素に生きるすべての人々には、同等の者たちに対する羨望も傲慢も憎悪も生じないからである。
διόπερ τοὺς μὲν παῖδας εἰς τὰς ὀνομαζομένας ἀγέλας κελεῦσαι φοιτᾶν, τοὺς δὲ τελείους ἐν τοῖς συσσιτίοις ἃ καλοῦσιν ἀνδρεῖα συσσιτεῖν, ὅπως τῶν ἴσων μετάσχοιεν τοῖς εὐπόροις οἱ πενέστεροι δημοσίᾳ τρεφόμενοι·
それゆえ彼は、少年たちにはいわゆる「群れ(アゲライ)」に通うことを命じ、成人した者たちには彼らが「アンドレイア(男たちの食事処)」と呼ぶ共同食事所で食事を共にすることを命じた。 それは、公共の費用で養われることによって、より貧しい人々が富裕な人々と同じものを分かち合えるようにするためであった。
πρὸς δὲ τὸ μὴ δειλίαν ἀλλʼ ἀνδρείαν κρατεῖν ἐκ παίδων ὅπλοις καὶ πόνοις συντρέφειν, ὥστε καταφρονεῖν καύματος καὶ ψύχους καὶ τραχείας ὁδοῦ καὶ ἀνάντους καὶ πληγῶν τῶν ἐν γυμνασίοις καὶ μάχαις ταῖς κατὰ σύνταγμα·
また、臆病ではなく勇気が支配するように、子供の頃から武器と労苦によって共に育て、それによって暑さや寒さ、険しく急な道、体育場や隊列による戦闘における打撃を侮るようにした。
ἀσκεῖν δὲ καὶ τοξικῇ καὶ ἐνοπλίῳ ὀρχήσει, ἣν καταδεῖξαι Κουρῆτα πρῶτον, ὕστερον δὲ καὶ συντάξαντα τὴν κληθεῖσαν ἀπʼ αὐτοῦ πυρρίχην, ὥστε μηδὲ τὴν παιδιὰν ἄμοιρον εἶναι τῶν πρὸς πόλεμον χρησίμων·
また、弓術や武装舞踊(これはクレスが最初に示し、のちに彼にちなんで名付けられたピュリケーを組織したものである)を練習させ、遊びでさえ戦争に役立つものと無縁であってはならないようにした。
ὡς δʼ αὕτως καὶ τοῖς ῥυθμοῖς Κρητικοῖς χρῆσθαι κατὰ τὰς ᾠδὰς συντονωτάτοις οὖσιν οὓς Θάλητα ἀνευρεῖν, ᾧ καὶ τοὺς παιᾶνας καὶ τὰς ἄλλας τὰς ἐπιχωρίους ᾠδὰς ἀνατιθέασι καὶ πολλὰ τῶν νομίμων·
同様に、歌においてはタレタスが考案した極めて引き締まったクレタの韻律を用いることとし、彼にはパイアン(賛歌)やその他の地元の歌、そして多くの慣習が帰せられている。
καὶ ἐσθῆτι δὲ καὶ ὑποδέσει πολεμικῇ χρῆσθαι, καὶ τῶν δώρων τιμιώτατα αὐτοῖς εἶναι τὰ ὅπλα.
また、軍装や軍靴を用い、彼らにとって最も名誉ある贈り物は武器であるとした。