Humanitext Reader

斯特拉波 · 地理学 §10.4.15-10.4.16

关于克里特城市数量的讨论与克里特政制

第 336 段,共 577 段 · 希腊语

内容简介

本段讨论了关于荷马对克里特城市数量描述的解释争议,涉及埃福罗斯等人的观点,随后概述了埃福罗斯所记录的以自由、集体生活和军事训练为支柱的克里特政体。

§10.4.15τοῦ δὲ ποιητοῦ τὸ μὲν ἑκατόμπολιν λέγοντος τὴν Κρήτην τὸ δὲ ἐνενηκοντάπολιν, Ἔφορος μὲν ὕστερον ἐπικτισθῆναι τὰς δέκα φησὶ μετὰ τὰ Τρωικὰ ὑπὸ τῶν Ἀλθαιμένει τῷ Ἀργείῳ συνακολουθησάντων Δωριέων·
关于诗人有时称克里特为“百城之国”,有时又称“九十城之国”,埃福罗斯说,这十座城市是后来在特洛伊战争之后,由随同阿哥斯人阿尔泰梅内斯的多利安人所增建的。
τὸν μὲν οὖν Ὀδυσσέα λέγει ἐνενηκοντάπολιν ὀνομάσαι·
因此他说,是奥德修斯称其为“九十城之国”。
οὗτος μὲν οὖν πιθανός ἐστιν ὁ λόγος, ἄλλοι δʼ ὑπὸ τῶν Ἰδομενέως ἐχθρῶν κατασκαφῆναί φασι τὰς δέκα·
这个说法固然有说服力,但其他人则说,这十座城市是被伊多梅纽斯的敌人所摧毁的。
ἀλλʼ οὔτε κατὰ τὰ Τρωικά φησιν ὁ ποιητὴς ἑκατοντάπολιν ὑπάρξαι τὴν Κρήτην, ἀλλὰ μᾶλλον κατʼ αὐτόν (ἐκ γὰρ τοῦ ἰδίου προσώπου λέγει· εἰ δʼ ἐκ τῶν τότε ὄντων τινὸς ἦν ὁ λόγος, καθάπερ ἐν τῇ Ὀδυσσείᾳ, ἡνίκα ἐνενηκοντάπολιν φράζει, καλῶς εἶχεν οὕτω δέχεσθαι), οὔτʼ εἰ συγχωρήσαιμεν τοῦτό γε, ὁ ἑξῆς λόγος σώζοιτʼ ἄν.
然而,诗人并不是说在特洛伊战争时期克里特有百座城市,而更像是说在他自己的时代(因为他是以自己的身份说话;如果这番话是出自当时的某个人之口,就像在《奥德赛》中他称其为“九十城之国”时那样,那么如此理解也是妥当的),而且,即使我们宽容地承认这一点,接下来的说法也无法成立。
οὔτε γὰρ κατὰ τὴν στρατείαν οὔτε μετὰ τὴν ἐπάνοδον τὴν ἐκεῖθεν τοῦ Ἰδομενέως εἰκός ἐστιν ὑπὸ τῶν ἐχθρῶν αὐτοῦ τὰς πόλεις ἠφανίσθαι ταύτας·
因为无论是在远征期间还是在伊多梅纽斯从那里归来之后,他的城市都不大可能被他的敌人消灭。
ὁ γὰρ ποιητὴς φήσας " πάντας δʼ Ἰδομενεὺς Κρήτην εἰσήγαγʼ ἑταίρους, οἳ φύγον ἐκ πολέμου, πόντος δέ οἱ οὔτινʼ ἀπηύρα, " καὶ τούτου τοῦ πάθους ἐμέμνητʼ ἄν·
因为诗人说过: “伊多梅纽斯将所有逃离战争的伙伴带回了克里特,大海没有夺走他身边的任何人,” 如果发生了这样的灾难,他也一定会提及。
οὐ γὰρ δήπου Ὀδυσσεὺς μὲν ἔγνω τὸν ἀφανισμὸν τῶν πόλεων ὁ μηδενὶ συμμίξας τῶν Ἑλλήνων μήτε κατὰ τὴν πλάνην μήθʼ ὕστερον, ὁ δὲ καὶ συστρατεύσας τῷ Ἰδομενεῖ καὶ συνανασωθεὶς οὐκ ἔγνω τὰ συμβάντα οἴκοι αὐτῷ.
因为绝不可能出现这种情况:在漂泊期间和之后都没有遇到任何希腊人的奥德修斯知道这些城市的消灭,而与伊多梅纽斯一同出征并一同生还的人(内斯托尔)却不知道他家中发生的事情。
ἀλλὰ μὴν οὐδὲ μετὰ τὴν ἐπάνοδον·
而且,在归来之后也是不可能的。
εἰ γὰρ μετὰ πάντων ἐσώθη τῶν ἑταίρων, ἰσχυρὸς ἐπανῆλθεν, ὥστʼ οὐκ ἔμελλον ἰσχύσειν οἱ ἐχθροὶ τοσοῦτον ὅσον δέκα ἀφαιρεῖσθαι πόλεις αὐτόν.
因为如果他是与所有的伙伴一同获救的,那么他归来时实力强大,以至于敌人不可能强大到夺走他的十座城市。
τῆς μὲν οὖν χώρας τῶν Κρητῶν τοιαύτη τις ἡ περιοδεία.
关于克里特人土地的巡历大体如此。
§10.4.16τῆς δὲ πολιτείας ἧς Ἔφορος ἀνέγραψε τὰ κυριώτατα ἐπιδραμεῖν ἀποχρώντως ἂν ἔχοι.
至于埃福罗斯记录了最重要特征的国制,略加概述便已足够。
δοκεῖ δέ, φησίν, ὁ νομοθέτης μέγιστον ὑποθέσθαι ταῖς πόλεσιν ἀγαθὸν τὴν ἐλευθερίαν·
他说,立法者似乎将自由设想为城市的最大福祉。
μόνην γὰρ ταύτην ἴδια ποιεῖν τῶν κτησαμένων τὰ ἀγαθά, τὰ δʼ ἐν δουλείᾳ τῶν ἀρχόντων ἀλλʼ οὐχὶ τῶν ἀρχομένων εἶναι·
因为唯有自由才能使获得福祉者的福祉成为他们自己的私有物,而奴隶状态下的物则属于统治者而非被统治者。
τοῖς δʼ ἔχουσι ταύτην φυλακῆς δεῖν·
而对于拥有自由的人来说,需要有防卫。
τὴν μὲν οὖν ὁμόνοιαν διχοστασίας αἰρομένης ἀπαντᾶν, ἣ γίνεται διὰ πλεονεξίαν καὶ τρυφήν·
因此,当由于贪婪和奢侈而产生的冲突被消除时,和睦就会出现。
σωφρόνως γὰρ καὶ λιτῶς ζῶσιν ἅπασιν οὔτε φθόνον οὔθʼ ὕβριν οὔτε μῖσος ἀπαντᾶν πρὸς τοὺς ὁμοίους·
因为对于所有节制且朴素生活的人来说,对同等的人既不会产生嫉妒,也不会产生傲慢或仇恨。
διόπερ τοὺς μὲν παῖδας εἰς τὰς ὀνομαζομένας ἀγέλας κελεῦσαι φοιτᾶν, τοὺς δὲ τελείους ἐν τοῖς συσσιτίοις ἃ καλοῦσιν ἀνδρεῖα συσσιτεῖν, ὅπως τῶν ἴσων μετάσχοιεν τοῖς εὐπόροις οἱ πενέστεροι δημοσίᾳ τρεφόμενοι·
因此,他命令孩子们参加所谓的“群落(阿格莱)”,成年人则在他们称为“安德里亚(男子会所)”的公共食堂共同进餐,以便较穷的人由公共供养,从而能与富人分享同等的事物。
πρὸς δὲ τὸ μὴ δειλίαν ἀλλʼ ἀνδρείαν κρατεῖν ἐκ παίδων ὅπλοις καὶ πόνοις συντρέφειν, ὥστε καταφρονεῖν καύματος καὶ ψύχους καὶ τραχείας ὁδοῦ καὶ ἀνάντους καὶ πληγῶν τῶν ἐν γυμνασίοις καὶ μάχαις ταῖς κατὰ σύνταγμα·
为了让勇气而非懦弱占上风,他让他们从小就在武器和劳苦中共同成长,从而鄙视炎热、寒冷、崎岖和陡峭的道路,以及在体育场和队列战斗中的打击。
ἀσκεῖν δὲ καὶ τοξικῇ καὶ ἐνοπλίῳ ὀρχήσει, ἣν καταδεῖξαι Κουρῆτα πρῶτον, ὕστερον δὲ καὶ συντάξαντα τὴν κληθεῖσαν ἀπʼ αὐτοῦ πυρρίχην, ὥστε μηδὲ τὴν παιδιὰν ἄμοιρον εἶναι τῶν πρὸς πόλεμον χρησίμων·
他们还要练习弓术和武装舞蹈(这是库雷特人最先示范,后来他又组织了以他命名的皮里科舞),使他们的游戏也不缺乏对战争有用的东西。
ὡς δʼ αὕτως καὶ τοῖς ῥυθμοῖς Κρητικοῖς χρῆσθαι κατὰ τὰς ᾠδὰς συντονωτάτοις οὖσιν οὓς Θάλητα ἀνευρεῖν, ᾧ καὶ τοὺς παιᾶνας καὶ τὰς ἄλλας τὰς ἐπιχωρίους ᾠδὰς ἀνατιθέασι καὶ πολλὰ τῶν νομίμων·
同样,在歌唱中也要使用由萨莱塔斯所发明、极为激烈的克里特节奏,人们将赞美诗(派安)和其他地方歌曲以及许多习俗归功于他。
καὶ ἐσθῆτι δὲ καὶ ὑποδέσει πολεμικῇ χρῆσθαι, καὶ τῶν δώρων τιμιώτατα αὐτοῖς εἶναι τὰ ὅπλα.
他们还使用军装和军鞋,对他们来说最珍贵的礼物是武器。

词汇与语法注释

  1. 10.4.15τοῦ δὲ ποιητοῦ τὸ μὲν ἑκατόμπολιν λέγοντος — 属格独立结构(τοῦ δὲ ποιητοῦ ... λέγοντος)在此起到对比引入的作用,将诗人的不同描述与主句中埃福罗斯的历史解释进行对比。
  2. 10.4.15ὁ δὲ καὶ συστρατεύσας τῷ Ἰδομενεῖ καὶ συνανασωθεὶς — 虽然主语未明确说明,但指代的是所引荷马史诗(《奥德赛》第三卷)中的说话者涅斯托尔。在与奥德修斯(μέν)的对比(δέ)中,意为“与伊多梅纽斯一同参战并一同生还的另一人”。
  3. 10.4.16τῆς δὲ πολιτείας ἧς Ἔφορος ἀνέγραψε τὰ κυριώτατα ἐπιδραμεῖν — 动词 ἐπιδραμεῖν(略加概述、粗略涉及)支配属格,在此处指向先行词属格 τῆς πολιτείας(受关系代词 ἧς 修饰)。
  4. 10.4.16διχοστασίας αἰρομένης — 动词 αἴρω(除去、消除)的现在被动分词。在此构成属格独立结构,应理解为“当分裂被消除时”(而非“当分裂产生时”)。

引用这一段

斯特拉波, 地理学 §10.4.15-10.4.16. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:10.4.15-10.4.16

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。