§10.3.4ἴσως δή τις ἂν φαίη λέγειν αὐτὸν ἀπόρθητον τὴν Αἰτωλίαν ἀφʼ οὗ τοὔνομα τοῦτʼ ἔσχε μετὰ τὴν Αἰτωλοῦ παρουσίαν·
おそらく誰かは、彼がアイトリアはアイトロスが到来した後にその名前を得て以来、略奪を免れてきたと言っているのだと主張するかもしれない。
ἀλλʼ ἀφῄρηται καὶ τοῦ νοήματος τὸν λόγον, φήσας ἐν τοῖς ἐφεξῆς τὸ μὲν πλεῖστον τοῦ λαοῦ τοῦ διαμένοντος ἐν τοῖς Αἰτωλοῖς τοῦτο εἶναι τὸ τῶν Ἐπειῶν, συμμιχθέντων δʼ αὐτοῖς ὕστερον Αἰολέων τῶν ἅμα Βοιωτοῖς ἐκ Θετταλίας ἀναστάντων κοινῇ μετὰ τούτων τὴν χώραν κατασχεῖν.
しかし彼は、続く箇所で、アイトリア人の間に留まっている民の大部分はエペイオス人のそれであり、後にボイオティア人と同時にテッサリアから追放されたアイオリア人たちが彼らに混じり合って、彼らと共同でこの国を占領したと述べることによって、この解釈の論拠さえも自ら奪ってしまっている。
ἆρʼ οὖν ἔστι χωρὶς πολέμου τὴν ἀλλοτρίαν ἐπελθόντας συγκατανείμασθαι τοῖς ἔχουσι μηδὲν δεομένοις κοινωνίας τοιαύτης;
では、戦争もなしに他国の土地に侵入し、そのような共同関係を全く求めていなかった占有者たちとともに、その土地を共同で分配することなどできるだろうか。
ἢ τοῦτο μὲν οὐ πιστόν, τὸ δὲ κρατουμένοις τοῖς ὅπλοις ἐπʼ ἴσοις συμβῆναι πιστόν;
それとも、前者は信じがたいが、武力によって圧倒された上で、対等な条件で合意に達したということは信じられるのだろうか。
τί οὖν ἄλλο πόρθησις ἢ τὸ κρατεῖσθαι τοῖς ὅπλοις;
武力によって圧倒されることの他に、略奪とは一体何であろうか。
καὶ Ἀπολλόδωρος δʼ εἴρηκεν ἐκ τῆς Βοιωτίας ἐπελθόντας Ὕαντας ἱστορεῖσθαι καὶ ἐποίκους τοῖς Αἰτωλοῖς γενομένους·
また、アポロドロスも、ボイオティアから侵入したヒュアンテス人がアイトリア人の入植者になったと伝えられていると述べている。
ὁ δʼ ὥσπερ κατωρθωκὼς ἐπιλέγει διότι ταῦτα καὶ τὰ τοιαῦτα διακριβοῦν εἰώθαμεν, ὅταν ᾖ τι τῶν πραγμάτων ἢ παντελῶς ἀπορούμενον ἢ ψευδῆ δόξαν ἔχον.
しかし彼(エポロス)は、まるで成功を収めたかのように、こう付け加えている。 「我々は、事柄の中に完全に不明な点があるか、あるいは誤った意見を持たれている場合には、これらやこれに類することを厳密に究明するのを常としている」と。
§10.3.5τοιοῦτος δʼ ὢν Ἔφορος ἑτέρων ὅμως κρείττων ἐστί·
エポロスはこのようではあるものの、それでも他者よりは優れている。
καὶ αὐτὸς ὁ ἐσπουδασμένως οὕτως ἐπαινέσας αὐτὸν Πολύβιος καὶ φήσας περὶ τῶν Ἑλληνικῶν καλῶς μὲν Εὔδοξον, κάλλιστα δʼ Ἔφορον ἐξηγεῖσθαι περὶ κτίσεων συγγενειῶν μεταναστάσεων ἀρχηγετῶν, ἡμεῖς δέ φησί
"τὰ νῦν ὄντα δηλώσομεν καὶ περὶ θέσεως τόπων καὶ διαστημάτων·
そして、彼をこれほど熱心に称賛し、ギリシアの事柄については、エウドクソスは立派に、エポロスは最も見事に、都市の創建、血縁関係、民族移動、そして始祖について説明していると述べた、あのポリュビオス自身も、「しかし我々」と彼は言う、「現代の状況を、場所の配置と距離の両方について明らかにしよう。
τοῦτο γάρ ἐστιν οἰκειότατον χωρογραφίᾳ.
なぜなら、これが地誌に最もふさわしいからである」と。
"
ἀλλὰ μὴν σύ γε, ὦ Πολύβιε, ὁ τὰς λαοδογματικὰς ἀποφάσεις περὶ τῶν διαστημάτων εἰσάγων οὐκ ἐν τοῖς ἔξω τῆς Ἑλλάδος μόνον, ἀλλὰ καὶ ἐν τοῖς Ἑλληνικοῖς, καὶ διδοῖς εὐθύνας τὰς μὲν Ποσειδωνίῳ τὰς δʼ Ἀρτεμιδώρῳ τὰς δʼ ἄλλοις πλείοσι.
しかしながら、ポリュビオスよ、あなたこそは、ギリシア以外の国々だけでなく、ギリシアの事柄においても、距離に関する世俗的な見解を持ち込んでおり、ある点ではポセイドニオスに、別の点ではアルテミドロスに、また別の点では多くの他者に対して釈明を行っているではないか。
καὶ ἡμῖν οὖν συγγνώμην καὶ οὐ δυσχεραίνειν δεῖ παρὰ τῶν τοιούτων μεταφέρουσι τὴν πολλὴν ἱστορίαν ἐάν τι πταίωμεν, ἀλλʼ ἀγαπᾶν ἐὰν τὰ πλείω τῶν εἰρημένων ἑτέροις ἄμεινον λέγωμεν ἢ τὰ παραλειφθέντα κατʼ ἄγνοιαν προστιθῶμεν.
したがって、このような人々から多くの歴史を引いてきている我々が、もし何か過ちを犯したとしても、我々は許されるべきであり、不満を抱かれるべきではない。 むしろ、他者によって語られたことの大部分をより良く語っているか、あるいは無知ゆえに見落とされたことを付け加えているならば、満足すべきなのである。
§10.3.6περὶ δὲ Κουρήτων ἔτι καὶ τοιαῦτα λέγεται, τὰ μὲν ἐγγυτέρω ὄντα τῆς περὶ Αἰτωλῶν καὶ Ἀκαρνάνων ἱστορίας τὰ δʼ ἀπωτέρω·
クレスについては、さらに以下のようなことも語られており、あるものはアイトリア人とアカルナニア人の歴史により近く、他のものはより遠いものである。
ἐγγυτέρω μὲν τὰ τοιαῦτα οἷα προείρηται, ὅτι τὴν χώραν ἣ νῦν Αἰτωλία καλεῖται Κουρῆτες ᾤκουν, ἐλθόντες δʼ οἱ Αἰτωλοὶ μετὰ Αἰτωλοῦ τούτους ἐξέβαλον εἰς τὴν Ἀκαρνανίαν·
近いものとは、前述のようなこと、すなわち、現在アイトリアと呼ばれている国にはクレスが住んでいたが、アイトロスとともに到来したアイトリア人が彼らをアカルナニアへと追い出したということである。
καὶ ἔτι τὰ τοιαῦτα, ὅτι τὴν Πλευρωνίαν ὑπὸ Κουρήτων οἰκουμένην καὶ Κουρῆτιν προσαγορευομένην Αἰολεῖς ἐπελθόντες ἀφείλοντο, τοὺς δὲ κατέχοντας ἐξέβαλον.
そしてさらに、クレスによって住まわれ、クレティスと呼ばれていたプレウロン地方を、侵入したアイオリア人が奪い取り、占有していた人々を追い出したというようなことである。
Ἀρχέμαχος δʼ ὁ Εὐβοεύς φησι τοὺς Κουρῆτας ἐν Χαλκίδι συνοικῆσαι, συνεχῶς δὲ περὶ τοῦ Ληλάντου πεδίου πολεμοῦντας, ἐπειδὴ οἱ πολέμιοι τῆς κόμης ἐδράττοντο τῆς ἔμπροσθεν καὶ κατέσπων αὐτούς, ὄπισθεν κομῶντας γενέσθαι, τὰ δʼ ἔμπροσθεν κείρεσθαι·
エウボイアのアルケマコスは、クレスはカルキスに共に住んでいたが、レラントス平原をめぐって絶えず戦っており、敵が彼らの前髪を掴んで引きずり下ろしたため、後ろ髪を伸ばし、前髪を刈るようになったと言う。
διὸ καὶ Κουρῆτας ἀπὸ τῆς κουρᾶς κληθῆναι·
そのため、彼らは髪の「刈り込み(クーラ)」にちなんで「クレス(クーレーテス)」と呼ばれるようになったというのである。
μετοικῆσαι δʼ εἰς τὴν Αἰτωλίαν, καὶ κατασχόντας τὰ περὶ Πλευρῶνα χωρία τοὺς πέραν οἰκοῦντας τοῦ Ἀχελώου διὰ τὸ ἀκούρους φυλάττειν τὰς κεφαλὰς Ἀκαρνᾶνας καλέσαι·
そして彼らはアイトリアに移住し、プレウロン周辺の地域を占領した際、アケロオス川の向こう側に住む人々を、彼らが頭髪を「刈り込まずに(アクーロイ)」保っていたことから、「アカルナニア人(アカルナーネス)」と呼んだという。
ἔνιοι δʼ ἀπὸ ἥρωος τοὔνομα σχεῖν ἑκάτερον τὸ φῦλον· οἱ δʼ ἀπὸ τοῦ ὄρους τοῦ Κουρίου τοὺς Κουρῆτας ὀνομασθῆναι τοῦ ὑπερκειμένου τῆς Πλευρῶνος, εἶναί τε φῦλόν τι Αἰτωλικὸν τοῦτο, ὡς Ὀφιεῖς καὶ Ἀγραίους καὶ Εὐρυτᾶνας καὶ ἄλλα πλείω.
しかしある人々は、どちらの部族もそれぞれ英雄からその名を得たと言い、他の人々は、クレスはプレウロンの上にそびえるクリオン山にちなんで名付けられたのであり、彼らはオピエウス人、アグライオス人、エウリュタネス人、その他多くの部族のような, ある種のアイトリアの部族であったと言う。
ὡς δʼ εἴρηται, τῆς Αἰτωλίας δίχα διῃρημένης τὰ μὲν περὶ Καλυδῶνα τὸν Οἰνέα ἔχειν φασί, τῆς δὲ Πλευρωνίας μέρος μέν τι καὶ τοὺς Πορθαονίδας ἔχειν τοὺς περὶ τὸν Ἄγριον, εἴπερ
"
ᾤκεον ἐν Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι.
また、前述のようにアイトリアが二分されていたとき、カリュドン周辺の地域はオイネウスが領有していたと言われ、プレウロン地方の一部はアグリオスの一族であるポルタオンの子らが領有していたと言われる、もし本当に「彼らはプレウロンと険しきカリュドンに住んでいた」のであるならば。
"
ἐπικρατεῖν μέντοι Θέστιον τῆς Πλευρωνίας, τὸν πενθερὸν τοῦ Οἰνέως Ἀλθαίας δὲ πατέρα, ἡγούμενον τῶν Κουρήτων·
しかしながら、オイネウスの義父でありアルタイアの父であるテスティオスが、クレスを率いてプレウロン地方を支配していたという。
πολέμου δʼ ἐμπεσόντος τοῖς Θεστιάδαις πρὸς Οἰνέα καὶ Μελέαγρον, ὡς μὲν ὁ ποιητής
"
ἀμφὶ συὸς κεφαλῇ καὶ δέρματι
"
κατὰ τὴν περὶ τοῦ κάπρου μυθολογίαν, ὡς δὲ τὸ εἰκὸς περὶ μέρος τῆς χώρας, οὕτω δὴ λέγεται
"
Κουρῆτές τʼ ἐμάχοντο καὶ Αἰτωλοὶ μενεχάρμαι.
そして、テスティオスの子らとオイネウスおよびメレアグロスとの間に戦争が勃発したとき――詩人によれば、猪の神話に従って「猪の頭と皮をめぐって」であるが、実のところはおそらく国土の一部をめぐってであったが――このように語られているのである。 「クレスと、戦を好むアイトリア人が戦った」と。
"
ταῦτα μὲν τὰ ἐγγυτέρω.
これらがより近い事柄である。