Humanitext Reader

ストラボン · 地理誌 §10.3.1-10.3.3

クレテスの帰属論争とエポロスの記述への批判

324 / 577 箇所 · ギリシア語

要旨

ホメロスの詩を引用しつつ、クレテスがアカルナニア人かアイトリア人かの帰属論争を検討し、アイトリアの不可侵性を主張しながら同時に彼らがクレテスを敗走させたと記述する歴史家エポロスの論理的矛盾を批判している。

§10.3.1τοὺς δὲ Κουρῆτας τῶν μὲν Ἀκαρνᾶσι τῶν δʼ Αἰτωλοῖς προσνεμόντων, καὶ τῶν μὲν ἐκ Κρήτης τῶν δʼ ἐξ Εὐβοίας τὸ γένος εἶναι φασκόντων, ἐπειδὴ καὶ Ὅμηρος αὐτῶν μέμνηται, τὰ παρʼ ἐκείνου πρῶτον ἐπισκεπτέον.
クレテスについて、ある人々は彼らをアカルナニア人に、他の人々はアイトリア人に分類し、また、ある人々は彼らの出自がクレタからであると言い、他の人々はエウボイアからであると言っているが、ホメロスも彼らに言及しているのであるから、まずはホメロスの記述を検討しなければならない。
οἴονται δʼ αὐτὸν λέγειν Αἰτωλοὺς μᾶλλον ἢ Ἀκαρνᾶνας, εἴπερ οἱ Πορθαονίδαι ἦσαν " ἄγριος ἠδὲ Μέλας, τρίτατος δʼ ἦν ἱππότα Οἰνεύς·
人々は、もしポルタオンの子らが "アグリオスとメラス、そして三人目は騎士オイネウスであった。
ᾤκεον δʼ ἐν Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι.
彼らはプレウロンと険しきカリュドンに住んでいた。
" αὗται δʼ εἰσὶν Αἰτωλικαὶ πόλεις ἀμφότεραι καὶ φέρονται ἐν τῷ Αἰτωλικῷ καταλόγῳ ὥστε, ἐπεὶ τὴν Πλευρῶνα οἰκοῦντες φαίνονται καὶ κατʼ αὐτὸν οἱ Κουρῆτες, Αἰτωλοὶ ἂν εἶεν.
"であるとするならば、ホメロスは彼らをアカルナニア人というよりはむしろアイトリア人と言っているのだと考えている。 これらは両方ともアイトリアの都市であり、アイトリアの目録に記載されている。 したがって、ホメロスに従ってもクレテスがプレウロンに住んでいるように見える以上、彼らはアイトリア人ということになるだろう。
οἱ δʼ ἀντιλέγοντες τῷ τρόπῳ τῆς φράσεως παράγονται ὅταν φῇ " Κουρῆτές τʼ ἐμάχοντο καὶ Αἰτωλοὶ μενεχάρμαι ἀμφὶ πόλιν Καλυδῶνα.
これに反論する者たちは、ホメロスが "クレテスと、戦を好むアイトリア人が戦った、カリュドンの街の周囲で。 "と言うときの、その表現様式によって誤導されている。
" οὐδὲ γὰρ ἂν κυρίως εἶπεν οὕτως ἐμάχοντο Βοιωτοὶ καὶ Θηβαῖοι πρὸς ἀλλήλους οὐδʼ Ἀργεῖοι καὶ Πελοποννήσιοι.
なぜなら、彼は厳密な意味では、「ボイオティア人とテーバイ人が互いに戦った」とも言わないだろうし、また「アルゴス人とペロポネソス人」とも言わないだろうからである。
ἐδείχθη δʼ ἐν τοῖς ἔμπροσθεν ὅτι ἐστὶ καὶ ὁμηρικὸν τὸ ἔθος τοῦτο τῆς φράσεως καὶ ὑπὸ τῶν ἄλλων ποιητῶν τετριμμένον·
しかし、このような表現の習慣はホメロス的でもあり、他の詩人たちによっても使い古されたものであることは、すでに前述の箇所で示されている。
τοῦτο μὲν οὖν εὐαπολόγητον.
したがって、この点については容易に弁明できる。
ἐκεῖνοι δὲ λεγέτωσαν πῶς ἂν μὴ ὁμοεθνεῖς ὄντας μηδʼ Αἰτωλοὺς τοὺς Πλευρωνίους ἐν τοῖς Αἰτωλοῖς κατέλεγεν.
むしろ、あの反対者たちこそ、もしプレウロン人が同族でもなくアイトリア人でもないのなら、なぜホメロスが彼らをアイトリア人の中に数え上げたのかを説明すべきである。
§10.3.2Ἔφορος δὲ τοὺς Αἰτωλοὺς εἰπὼν ἔθνος εἶναι μηδεπώποτε γεγενημένον ὑφʼ ἑτέροις, ἀλλὰ πάντα τὸν μνημονευόμενον χρόνον μεμενηκὸς ἀπόρθητον διά τε τὰς δυσχωρίας τῶν τόπων καὶ διὰ τὴν περὶ τὸν πόλεμον ἄσκησιν, ἐξ ἀρχῆς μέν φησιν ἅπασαν τὴν χώραν Κουρῆτας κατασχεῖν, ἀφικομένου δʼ ἐξ Ἤλιδος Αἰτωλοῦ τοῦ Ἐνδυμίωνος καὶ τοῖς πολέμοις κρατοῦντος αὐτῶν, τοὺς μὲν Κουρῆτας εἰς τὴν νῦν καλουμένην Ἀκαρνανίαν ὑποχωρῆσαι, τοὺς δʼ Αἰτωλοὺς συγκατελθόντας Ἐπειοῖς τὰς ἀρχαιοτάτας κτίσαι τῶν ἐν Αἰτωλίᾳ πόλεων, δεκάτῃ δʼ ὕστερον γενεᾷ τὴν Ἦλιν ὑπὸ Ὀξύλου τοῦ Αἵμονος συνοικισθῆναι περαιωθέντος ἐκ τῆς Αἰτωλίας.
一方エポロスは、アイトリア人はかつて他者に服属したことがなく、険しい地形と戦争への鍛錬のために、記憶に残る全期間を通じて略奪を免れて残ってきた民族であると述べた上で、当初はクレテスがその全地域を占有していたが、エリスからエンデュミオンの息子アイトロスが到来して戦争で彼らを圧倒すると、クレテスは現在アカルナニアと呼ばれている場所に退却し、一方アイトリア人はエペイオス人たちとともにその土地に入り込んで、アイトリアの最も古い都市群を創建したと言う。 そして、その十世代後に、ハイモンの息子オクシュロスがアイトリアから渡って、エリスを共同居住させたと言う。
παρατίθησι δὲ τούτων μαρτύρια τὰ ἐπιγράμματα, τὸ μὲν ἐν Θέρμοις τῆς Αἰτωλίας, ὅπου τὰς ἀρχαιρεσίας ποιεῖσθαι πάτριον αὐτοῖς ἐστιν, ἐγκεχαραγμένον τῇ βάσει τῆς Αἰτωλοῦ εἰκόνος " χώρης οἰκιστῆρα, παρʼ Ἀλφειοῦ ποτε δίναις θρεφθέντα, σταδίων γείτονʼ Ὀλυμπιάδος, Ἐνδυμίωνος παῖδʼ Αἰτωλὸν τόνδʼ ἀνέθηκαν Αἰτωλοί, σφετέρας μνῆμʼ ἀρετῆς ἐσορᾶν.
そして彼は、これらの証拠として碑文を提示している。 その一つはアイトリアのテルモスにあり(そこは彼らが祖先伝来の習慣として役員選挙を行う場所である)、アイトロスの像の台座に刻まれている。 "この国の創建者、かつてアルペイオス川の渦の傍らで育てられ、オリンピアの競技場の隣人なる者、エンデュミオンの子アイトロスを、ここにアイトリア人は、自らの徳の記念として仰ぎ見るために捧げた。
" τὸ δʼ ἐν τῇ ἀγορᾷ τῶν Ἠλείων ἐπὶ τῷ Ὀξύλου ἀνδριάντι " Αἰτωλός ποτε τόνδε λιπὼν αὐτόχθονα δῆμον κτήσατο Κουρῆτιν γῆν δορὶ πολλὰ καμών·
"もう一つは、エリス人の広場にあるオクシュロスの像に刻まれている。 "アイトロスはかつて、この土着の民を去り、槍によって大いに苦労してクレティスの地を獲得した。
τῆς δʼ αὐτῆς γενεᾶς δεκατόσπορος Αἵμονος υἱός Ὄξυλος ἀρχαίην ἔκτισε τήνδε πόλιν. "
それと同じ家系の十代目の子孫、ハイモンの息子オクシュロスが、この古代の都市を創建した。
§10.3.3τὴν μὲν οὖν συγγένειαν τὴν πρὸς ἀλλήλους τῶν τε Ἠλείων καὶ τῶν Αἰτωλῶν ὀρθῶς ἐπισημαίνεται διὰ τῶν ἐπιγραμμάτων, ἐξομολογουμένων ἀμφοῖν οὐ τὴν συγγένειαν μόνον ἀλλὰ καὶ τὸ ἀρχηγέτας ἀλλήλων εἶναι·
"さて、エリス人とアイトリア人の互いの血縁関係については、彼は碑文を通じて正しく指摘しており、双方が単に血縁関係だけでなく、互いの始祖であることを認めている。
διʼ οὗ καλῶς ἐξελέγχει ψευδομένους τοὺς φάσκοντας τῶν μὲν Αἰτωλῶν ἀποίκους εἶναι τοὺς Ἠλείους, μὴ μέντοι τῶν Ἠλείων τοὺς Αἰτωλούς.
これによって彼は、エリス人はアイトリア人の入植者であるが、アイトリア人はエリス人のそれではないと主張して偽る者たちを立派に論破している。
τὴν δʼ ἀνομολογίαν τῆς γραφῆς καὶ τῆς ἀποφάσεως φαίνεται τὴν αὐτὴν ἐπιδεδειγμένος κἀνταῦθα ἥνπερ ἐπὶ τοῦ μαντείου τοῦ ἐν Δελφοῖς παρεστήσαμεν.
しかし、記述と主張の不一致については、彼がデルポイの神託のところで我々が指摘したのと同じ不一致を、ここでも示しているのが見て取れる。
εἰπὼν γὰρ ἀπόρθητον ἐκ τοῦ μνημονευομένου χρόνου παντὸς τὴν Αἰτωλίαν, εἰπὼν δὲ καὶ ἐξ ἀρχῆς τὴν χώραν ταύτην τοὺς Κουρῆτας κατασχεῖν ὤφειλε μὲν τοῖς εἰρημένοις ἀκόλουθον τοῦτο φέρειν, ὅτι οἱ Κουρῆτες διέμειναν ἕως εἰς αὐτὸν κατέχοντες τὴν Αἰτωλίαν γῆν·
なぜなら、アイトリアは記憶に残るすべての時間を通じて略奪されなかったと言い、また当初はこの地をクレテスが占有していたと言ったのだから、彼はこれら言われたことに従う形で、クレテスがエポロス自身の時代にいたるまでアイトリアの地を領有し続けた、という結論を導くべきであったからである。
οὕτω γὰρ ἔμελλεν ἀπόρθητός τε καὶ οὐδέποτε ὑπʼ ἄλλοις γεγονυῖα ὀρθῶς λεχθήσεσθαι·
そうして初めて、その地は略奪されず、かつて他者に従ったことがない、と正しく言われることになったはずだからである。
ὁ δʼ ἐκλαθόμενος τῆς ὑποσχέσεως οὐ τοῦτʼ ἐπιφέρει ἀλλὰ τοὐναντίον, ὡς ἀφικομένου ἐξ Ἤλιδος Αἰτωλοῦ καὶ τοῖς πολέμοις κρατοῦντος αὐτῶν οἱ Κουρῆτες ἀπῆλθον εἰς τὴν Ἀκαρνανίαν·
ところが彼は自らの前提を忘れてしまい、この結論を導くのではなく、逆に、エリスからアイトロスが到来して戦争で彼らを圧倒したために、クレテスはアカルナニアに去ったということを導いている。
τί οὖν ἄλλο πορθήσεως ἴδιον ἢ τῷ πολέμῳ κρατηθῆναι καὶ τὴν χώραν ἐκλιπεῖν;
戦争で圧倒されて土地を去るということの他に、いったい何が略奪に固有の特徴だというのか。
τοῦτο δὲ καὶ τὸ ἐπίγραμμα μαρτυρεῖ τὸ παρὰ τοῖς Ἠλείοις·
そしてこのことは、エリス人たちのところにある碑文も証言している。
ὁ γὰρ Αἰτωλός φησί " κτήσατο Κουρῆτιν γῆν δορὶ πολλὰ καμών. "
というのも、アイトロスはこう言っているからである。 "槍によって大いに苦労してクレティスの地を獲得した。 "

語釈・文法注

  1. 10.3.1τοὺς δὲ Κουρῆτας τῶν μὲν Ἀκαρνᾶσι τῶν δʼ Αἰτωλοῖς προσνεμόντων — προσνεμόντων は絶対属格(主語は一般の人々)。「人々がクレテスをある者はアカルナニア人に、ある者はアイトリア人に分類する中で」という意味。
  2. 10.3.3ὤφειλε μὲν τοῖς εἰρημένοις ἀκόλουθον τοῦτο φέρειν — ὤφειλε + 不定詞(ここでは φέρειν)は「本来〜すべきであった」という、過去に実現しなかった義務・当然を表す。
  3. 10.3.3ἔμελλεν ἀπόρθητός τε καὶ οὐδέποτε ὑπʼ ἄλλοις γεγονυῖα ὀρθῶς λεχθήσεσθαι — ἔμελλεν + 未来不定詞 λεχθήσεσθαι は、過去における必然・予定・当然(〜されるはずであった)を表す。

この箇所を引用する

ストラボン, 地理誌 §10.3.1-10.3.3. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:10.3.1-10.3.3

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。