§10.3.4ἴσως δή τις ἂν φαίη λέγειν αὐτὸν ἀπόρθητον τὴν Αἰτωλίαν ἀφʼ οὗ τοὔνομα τοῦτʼ ἔσχε μετὰ τὴν Αἰτωλοῦ παρουσίαν· ἀλλʼ ἀφῄρηται καὶ τοῦ νοήματος τὸν λόγον, φήσας ἐν τοῖς ἐφεξῆς τὸ μὲν πλεῖστον τοῦ λαοῦ τοῦ διαμένοντος ἐν τοῖς Αἰτωλοῖς τοῦτο εἶναι τὸ τῶν Ἐπειῶν, συμμιχθέντων δʼ αὐτοῖς ὕστερον Αἰολέων τῶν ἅμα Βοιωτοῖς ἐκ Θετταλίας ἀναστάντων κοινῇ μετὰ τούτων τὴν χώραν κατασχεῖν.
也许有人会说,他说埃托利亚在埃托洛斯到来后获得这一名字以来就未被征服;但他通过在接下来的段落中说道,留在埃托利亚人中的大部分人口是埃佩伊人,而后来与玻俄提亚人一同从色萨利被驱逐的埃奥利斯人与他们混合,并与他们共同占领了这片土地,从而使这一解释自相矛盾,连其立论依据也被夺去了。
ἆρʼ οὖν ἔστι χωρὶς πολέμου τὴν ἀλλοτρίαν ἐπελθόντας συγκατανείμασθαι τοῖς ἔχουσι μηδὲν δεομένοις κοινωνίας τοιαύτης;
那么,在没有战争的情况下,侵入他人的土地并与那些根本不需要这种合伙关系的占领者共同分配土地,这可能吗?
ἢ τοῦτο μὲν οὐ πιστόν, τὸ δὲ κρατουμένοις τοῖς ὅπλοις ἐπʼ ἴσοις συμβῆναι πιστόν;
或者,尽管前者不可信,但在武器压迫下达成平等的妥协,这难道是可信的吗?
τί οὖν ἄλλο πόρθησις ἢ τὸ κρατεῖσθαι τοῖς ὅπλοις;
在武器压迫下屈服,这除了被征服之外还能是什么呢?
καὶ Ἀπολλόδωρος δʼ εἴρηκεν ἐκ τῆς Βοιωτίας ἐπελθόντας Ὕαντας ἱστορεῖσθαι καὶ ἐποίκους τοῖς Αἰτωλοῖς γενομένους· ὁ δʼ ὥσπερ κατωρθωκὼς ἐπιλέγει διότι ταῦτα καὶ τὰ τοιαῦτα διακριβοῦν εἰώθαμεν, ὅταν ᾖ τι τῶν πραγμάτων ἢ παντελῶς ἀπορούμενον ἢ ψευδῆ δόξαν ἔχον.
而阿波罗多洛斯也说,据记载,从玻俄提亚侵入的许安忒斯人成为了埃托利亚人的移民;但他(埃福罗斯)却像大功告成一般补充道:“因为每当事物中存在完全不明或带有错误见解的情况时,我们习惯于精确地探究这些及此类事情。
§10.3.5τοιοῦτος δʼ ὢν Ἔφορος ἑτέρων ὅμως κρείττων ἐστί·
” 尽管埃福罗斯是这样的人,但他仍然优于其他人。
καὶ αὐτὸς ὁ ἐσπουδασμένως οὕτως ἐπαινέσας αὐτὸν Πολύβιος καὶ φήσας περὶ τῶν Ἑλληνικῶν καλῶς μὲν Εὔδοξον, κάλλιστα δʼ Ἔφορον ἐξηγεῖσθαι περὶ κτίσεων συγγενειῶν μεταναστάσεων ἀρχηγετῶν, ἡμεῖς δέ φησί
"τὰ νῦν ὄντα δηλώσομεν καὶ περὶ θέσεως τόπων καὶ διαστημάτων· τοῦτο γάρ ἐστιν οἰκειότατον χωρογραφίᾳ.
就连如此热切地赞美他、并说在希腊事务中,欧多克索斯叙述得好、而埃福罗斯在建城、亲族关系、迁徙和始祖方面叙述得最好的波利比乌斯自己,也说道:“然而我们,”他说,“将表明当前的事物,包括地点的分布和距离;因为这最适合于地理志。
"
ἀλλὰ μὴν σύ γε, ὦ Πολύβιε, ὁ τὰς λαοδογματικὰς ἀποφάσεις περὶ τῶν διαστημάτων εἰσάγων οὐκ ἐν τοῖς ἔξω τῆς Ἑλλάδος μόνον, ἀλλὰ καὶ ἐν τοῖς Ἑλληνικοῖς, καὶ διδοῖς εὐθύνας τὰς μὲν Ποσειδωνίῳ τὰς δʼ Ἀρτεμιδώρῳ τὰς δʼ ἄλλοις πλείοσι.
”然而,波利比乌斯啊,你这位在距离问题上引入世俗偏见的人,不仅在希腊以外的地方,而且在希腊事务中也是如此,并且你不得不为此向波塞多尼乌斯、阿耳忒弥多罗斯以及其他许多人进行交代(受到指责)。
καὶ ἡμῖν οὖν συγγνώμην καὶ οὐ δυσχεραίνειν δεῖ παρὰ τῶν τοιούτων μεταφέρουσι τὴν πολλὴν ἱστορίαν ἐάν τι πταίωμεν, ἀλλʼ ἀγαπᾶν ἐὰν τὰ πλείω τῶν εἰρημένων ἑτέροις ἄμεινον λέγωμεν ἢ τὰ παραλειφθέντα κατʼ ἄγνοιαν προστιθῶμεν.
因此,如果我们这些从这样的人那里转述了大量历史的人犯了什么错误,我们也应该得到原谅,而不应受到怨恨;相反,如果我们比其他人更好地说明了大部分已说的事情,或者补充了因无知而被遗漏的内容,人们应该感到满意。
§10.3.6περὶ δὲ Κουρήτων ἔτι καὶ τοιαῦτα λέγεται, τὰ μὲν ἐγγυτέρω ὄντα τῆς περὶ Αἰτωλῶν καὶ Ἀκαρνάνων ἱστορίας τὰ δʼ ἀπωτέρω·
关于库雷特斯人,还有以下这样的说法,有些与埃托利亚人和阿卡纳尼亚人的历史关系较近,有些则较远。
ἐγγυτέρω μὲν τὰ τοιαῦτα οἷα προείρηται, ὅτι τὴν χώραν ἣ νῦν Αἰτωλία καλεῖται Κουρῆτες ᾤκουν, ἐλθόντες δʼ οἱ Αἰτωλοὶ μετὰ Αἰτωλοῦ τούτους ἐξέβαλον εἰς τὴν Ἀκαρνανίαν· καὶ ἔτι τὰ τοιαῦτα, ὅτι τὴν Πλευρωνίαν ὑπὸ Κουρήτων οἰκουμένην καὶ Κουρῆτιν προσαγορευομένην Αἰολεῖς ἐπελθόντες ἀφείλοντο, τοὺς δὲ κατέχοντας ἐξέβαλον.
较近的确实是前文已经说过的那种,即库雷特斯人曾居住在现在被称为埃托利亚的土地上,而埃托利亚人与埃托洛斯一同到来后,将他们驱逐到了阿卡纳尼亚;还有诸如,侵入普莱夫龙地方(该地由库雷特斯人居住且被称为库雷提斯)的埃奥利斯人夺取了该地,并驱逐了那里的占领者。
Ἀρχέμαχος δʼ ὁ Εὐβοεύς φησι τοὺς Κουρῆτας ἐν Χαλκίδι συνοικῆσαι, συνεχῶς δὲ περὶ τοῦ Ληλάντου πεδίου πολεμοῦντας, ἐπειδὴ οἱ πολέμιοι τῆς κόμης ἐδράττοντο τῆς ἔμπροσθεν καὶ κατέσπων αὐτούς, ὄπισθεν κομῶντας γενέσθαι, τὰ δʼ ἔμπροσθεν κείρεσθαι· διὸ καὶ Κουρῆτας ἀπὸ τῆς κουρᾶς κληθῆναι· μετοικῆσαι δʼ εἰς τὴν Αἰτωλίαν, καὶ κατασχόντας τὰ περὶ Πλευρῶνα χωρία τοὺς πέραν οἰκοῦντας τοῦ Ἀχελώου διὰ τὸ ἀκούρους φυλάττειν τὰς κεφαλὰς Ἀκαρνᾶνας καλέσαι· ἔνιοι δʼ ἀπὸ ἥρωος τοὔνομα σχεῖν ἑκάτερον τὸ φῦλον· οἱ δʼ ἀπὸ τοῦ ὄρους τοῦ Κουρίου τοὺς Κουρῆτας ὀνομασθῆναι τοῦ ὑπερκειμένου τῆς Πλευρῶνος, εἶναί τε φῦλόν τι Αἰτωλικὸν τοῦτο, ὡς Ὀφιεῖς καὶ Ἀγραίους καὶ Εὐρυτᾶνας καὶ ἄλλα πλείω.
而优波亚的阿尔克马科斯说,库雷特斯人曾在卡尔基斯共同居住,但为了勒兰托斯平原而不断交战,因为敌人会揪住他们的前发并把他们拉倒,于是他们让后发变长,而剪短前发;因此他们也因剪发(koura)而被称为“库雷特斯”;他们后来迁徙到了埃托利亚,并在占领了普莱夫龙周围的地区后,称阿刻罗奥斯河对岸的居民为“阿卡纳尼亚人”,因为他们保持着头发不剪(akouroi);但也有人说,这两个部落的名字分别得自一位英雄;另有人说,库雷特斯人得名于普莱夫龙之上的库里翁山,而他们是埃托利亚人的一个部落,就像奥菲伊斯人、阿格莱奥斯人、埃乌律塔内斯人及其他许多部落一样。
ὡς δʼ εἴρηται, τῆς Αἰτωλίας δίχα διῃρημένης τὰ μὲν περὶ Καλυδῶνα τὸν Οἰνέα ἔχειν φασί, τῆς δὲ Πλευρωνίας μέρος μέν τι καὶ τοὺς Πορθαονίδας ἔχειν τοὺς περὶ τὸν Ἄγριον, εἴπερ
"
ᾤκεον ἐν Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι.
正如前文所说,当埃托利亚被分为两部分时,他们说奥伊纽斯占有卡吕冬周围的地区,而普莱夫龙地方的一部分由阿格里奥斯周围的波尔塔翁子孙占有,如果确实“他们居住在普莱夫龙和险峻的卡吕冬”。
"
ἐπικρατεῖν μέντοι Θέστιον τῆς Πλευρωνίας, τὸν πενθερὸν τοῦ Οἰνέως Ἀλθαίας δὲ πατέρα, ἡγούμενον τῶν Κουρήτων· πολέμου δʼ ἐμπεσόντος τοῖς Θεστιάδαις πρὸς Οἰνέα καὶ Μελέαγρον, ὡς μὲν ὁ ποιητής
"
ἀμφὶ συὸς κεφαλῇ καὶ δέρματι
"
κατὰ τὴν περὶ τοῦ κάπρου μυθολογίαν, ὡς δὲ τὸ εἰκὸς περὶ μέρος τῆς χώρας, οὕτω δὴ λέγεται
"
Κουρῆτές τʼ ἐμάχοντο καὶ Αἰτωλοὶ μενεχάρμαι.
然而,奥伊纽斯的岳父、阿尔泰娅的父亲忒斯提奥斯统治着普莱夫龙地方并领导着库雷特斯人;当忒斯提奥斯的子孙与奥伊纽斯及梅莱阿格罗斯之间爆发战争时——根据诗人的说法是“为了猪的头和皮”,这符合关于野猪的神话,但实际上大概是为了国土的一部分——因此确实有人说:“库雷特斯人与在战场上坚守的埃托利亚人交战。
"
ταῦτα μὲν τὰ ἐγγυτέρω.
”这些是关系较近的事项。