Humanitext Reader

ストラボン · 地理誌 §10.3.21-10.3.23

カベイロイらの出自伝承と神話解釈の意義

331 / 577 箇所 · ギリシア語

要旨

アクーシラオスやフェレキュデスによるカベイロイとコリュバンテスの出自説、および「イダの指」の名称の由来や鉄の発見にまつわる伝承を検討し、神話に託された自然哲学的な真理を探求する意義を語る。

§10.3.21Ἀκουσίλαος δʼ ὁ Ἀργεῖος ἐκ Καβειροῦς καὶ Ἡφαίστου Κάμιλλον λέγει, τοῦ δὲ τρεῖς Καβείρους, ὧν νύμφας Καβειρίδας·
アルゴスのアクーシラオスは、カベイローとヘパイストスからカミロスが生まれたと言い、その彼から3人のカベイロイが生まれ、その彼らの姉妹がカベイリデスと呼ばれるニンフたちであると言う。
Φερεκύδης δʼ ἐξ Ἀπόλλωνος καὶ Ῥητίας Κύρβαντας ἐννέα, οἰκῆσαι δʼ αὐτοὺς ἐν Σαμοθρᾴκῃ· ἐκ δὲ Καβειροῦς τῆς Πρωτέως καὶ Ἡφαίστου Καβείρους τρεῖς καὶ νύμφας τρεῖς Καβειρίδας, ἑκατέροις δʼ ἱερὰ γίνεσθαι.
一方フェレキュデスは、アポロンとレティアから9人のコリュバンテスが生まれ、彼らはサモトラケに住んだと言い、また、プロテウスの娘カベイローとヘパイストスから3人のカベイロイと3人のニンフたるカベイリデスが生まれ、両者に対してそれぞれ神聖な儀式が執り行われると言う。
μάλιστα μὲν οὖν ἐν Ἴμβρῳ καὶ Λήμνῳ τοὺς Καβείρους τιμᾶσθαι συμβέβηκεν, ἀλλὰ καὶ ἐν Τροίᾳ κατὰ πόλεις·
さて、特にイムブロス島とレムノス島においてカベイロイが崇拝されることになっているが、トロイアにおいても各都市でそうである。
τὰ δʼ ὀνόματα αὐτῶν ἐστι μυστικά.
そして彼らの名は秘儀的である。
Ἡρόδοτος δὲ καὶ ἐν Μέμφει λέγει τῶν Καβείρων ἱερὰ καθάπερ καὶ τοῦ Ἡφαίστου, διαφθεῖραι δʼ αὐτὰ Καμβύσην.
ヘロドトスは、メンピスにもカベイロイの神殿が、ヘパイストスのものと同様にあると言い、カンビュセスがそれらを破壊したと言う。
ἔστι δʼ ἀοίκητα τὰ χωρία τῆς τῶν δαιμόνων τούτων τιμῆς, τό τε Κορυβαντεῖον τὸ ἐν τῇ Ἁμαξιτίᾳ τῆς νῦν Ἀλεξανδρέων χώρας ἐγγὺς τοῦ Σμινθίου, καὶ ἡ Κορύβισσα ἐν τῇ Σκηψίᾳ περὶ ποταμὸν Εὐρήεντα καὶ κώμην ὁμώνυμον καὶ ἔτι χείμαρρον Αἰθαλόεντα.
しかし、これらのダイモンたちの崇拝のための場所は今や無人となっている。 すなわち、現在の「アレクサンドリア人の領土」のうちのアマクシティア地方にありスミンティオンに近いコリュバンティオン、そしてスケプシス地方の、エウレエイス川と、同名の村と、さらにはアイタロエイス急流の周辺にあるコリュビッサがそうである。
πιθανὸν δέ φησιν ὁ Σκήψιος, Κουρῆτας μὲν καὶ Κορύβαντας εἶναι τοὺς αὐτούς, οἳ περὶ τὰς τῆς μητρὸς τῶν θεῶν ἁγιστείας πρὸς ἐνόπλιον ὄρχησιν ᾔθεοι καὶ κόροι τυγχάνουσι παρειλημμένοι.
スケプシスのデメトリオスは、クーレテスとコリュバンテスは同一であり、神々の母の聖なる儀式において、武装した舞踏のために召し出された若者や少年たちである、というのは説得力があると言っている。
καὶ Κορύβαντες δὲ ἀπὸ τοῦ κορύπτοντας βαίνειν ὀρχηστικῶς, οὓς καὶ βητάρμονας λέγει ὁ ποιητής " δεῦτʼ ἄγε Φαιήκων βητάρμονες, ὅσσοι ἄριστοι.
そしてまた、コリュバンテスという名も、頭を突き出しながら舞踏的に歩むことに由来する。 詩人が彼らを「舞踏の名手」と呼んでいるのも彼らのことである。 「さあ、歩み出よ、パイアケスの舞踏の名手たちよ、優れた者たちは皆。
" τῶν δὲ Κορυβάντων ὀρχηστικῶν καὶ ἐνθουσιαστικῶν ὄντων καὶ τοὺς μανικῶς κινουμένους κορυβαντιᾶν φαμεν.
」コリュバンテスが舞踏的で熱狂的であったことから、我々は狂気のごとく動く人々を「コリュバス化する」と言うのである。
§10.3.22δακτύλους δʼ Ἰδαίους φασί τινες κεκλῆσθαι τοὺς πρώτους οἰκήτορας τῆς κατὰ τὴν Ἴδην ὑπωρείας·
ある人々は、イダ山の麓の最初の居住者たちが「イダの指」と呼ばれたのだと言う。
πόδας μὲν γὰρ λέγεσθαι τὰς ὑπωρείας, κορυφὰς δὲ τὰ ἄκρα τῶν ὀρῶν·
というのも、山の麓は「足」と呼ばれ、山の頂は「頭」と呼ばれるからである。
αἱ οὖν κατὰ μέρος ἐσχατιαὶ καὶ πᾶσαι τῆς μητρὸς τῶν θεῶν ἱεραὶ περὶ τὴν Ἴδην Σοφοκλῆς δὲ οἴεται πέντε τοὺς πρώτους ἄρσενας γενέσθαι, οἳ σίδηρόν τε ἐξεῦρον καὶ εἰργάσαντο πρῶτοι καὶ ἄλλα πολλὰ τῶν πρὸς τὸν βίον χρησίμων, πέντε δὲ καὶ ἀδελφὰς τούτων, ἀπὸ δὲ τοῦ ἀριθμοῦ δακτύλους κληθῆναι.
したがって、イダ山の周辺で神々の母に対して神聖とされる部分的な末端部全体が(指にたとえられたのである)。 ソポクレスは、最初に生まれた5人の男性がおり、彼らが最初に鉄を発見して加工し、また生活に有用な他の多くのものを生み出し、また彼らには5人の姉妹がいて、その数にちなんで彼らが「指」と呼ばれたのだと考えている。
ἄλλοι δʼ ἄλλως μυθεύουσιν ἀπόροις ἄπορα συνάπτοντες, διαφόροις δὲ καὶ τοῖς ὀνόμασι καὶ τοῖς ἀριθμοῖς χρῶνται, ὧν Κέλμιν ὀνομάζουσί τινα καὶ Δαμναμενέα καὶ Ἡρακλέα καὶ Ἄκμονα·
他の人々は、不可解なことに不可解なことを結びつけながら、様々に神話化しており、名前も数も様々に異なったものを用いている。 彼らはその中にケルミス、ダムナメネウス、ヘラクレス、アクモンという名を挙げている。
καὶ οἱ μὲν ἐπιχωρίους τῆς Ἴδης οἱ δὲ ἐποίκους, πάντες δὲ σίδηρον εἰργάσθαι ὑπὸ τούτων ἐν Ἴδῃ πρῶτόν φασι, πάντες δὲ καὶ γόητας ὑπειλήφασι καὶ περὶ τὴν μητέρα τῶν θεῶν καὶ ἐν Φρυγίᾳ ᾠκηκότας περὶ τὴν Ἴδην, Φρυγίαν τὴν Τρῳάδα καλοῦντες διὰ τὸ τοὺς Φρύγας ἐπικρατῆσαι πλησιοχώρους ὄντας τῆς Τροίας ἐκπεπορθημένης.
そして、ある人々は彼らをイダ山の土着の者と言い、別の者たちは移住者と言うが、誰もがイダ山において最初に彼らによって鉄が加工されたと言い、また誰もが、彼らを魔術師であり、神々の母に仕え、フリュギアのイダ山の周辺に住んでいたと考えている。 彼らがトロアス地方をフリュギアと呼ぶのは、トロイアが滅ぼされた後、隣接する地域にいたフリュギア人が支配権を握ったからである。
ὑπονοοῦσι δὲ τῶν Ἰδαίων δακτύλων ἐκγόνους εἶναι τούς τε Κουρῆτας καὶ τοὺς Κορύβαντας·
そして、クーレテスとコリュバンテスはイダの指たちの子孫であると推測されている。
τοὺς γοῦν πρώτους γεννηθέντας ἐν Κρήτῃ ἑκατὸν ἄνδρας Ἰδαίους δακτύλους κληθῆναι, τούτων δʼ ἀπογόνους φασὶ Κουρῆτας ἐννέα γενέσθαι, τούτων δʼ ἕκαστον δέκα παῖδας τεκνῶσαι τοὺς Ἰδαίους καλουμένους δακτύλους.
すなわち、クレタで最初に生まれた100人の男たちが「イダの指」と呼ばれ、彼らの子孫として9人のクーレテスが生まれ、この9人のそれぞれが10人の子供をもうけ、彼らが「イダの指」と呼ばれたのだと言う。
§10.3.23προήχθημεν δὲ διὰ πλειόνων εἰπεῖν περὶ τούτων καίπερ ἥκιστα φιλομυθοῦντες, ὅτι τοῦ θεολογικοῦ γένους ἐφάπτεται τὰ πράγματα ταῦτα.
我々は、神話を語ることを最も好まないにもかかわらず、これらのことについて長々と語るに至った。 というのも、これらの事柄は神学の領域に触れるものだからである。
πᾶς δὲ ὁ περὶ τῶν θεῶν λόγος ἀρχαίας ἐξετάζει δόξας καὶ μύθους, αἰνιττομένων τῶν παλαιῶν ἃς εἶχον ἐννοίας φυσικὰς περὶ τῶν πραγμάτων καὶ προστιθέντων ἀεὶ τοῖς λόγοις τὸν μῦθον.
神々に関するすべての議論は、古代の意見や神話を吟味するものである。 なぜなら、古代の人々は事物について抱いていた自然哲学的(物理的)な理解を暗に示し、常にその議論に神話を付け加えていたからである。
ἅπαντα μὲν οὖν τὰ αἰνίγματα λύειν ἐπʼ ἀκριβὲς οὐ ῥᾴδιον, τοῦ δὲ πλήθους τῶν μυθευομένων ἐκτεθέντος εἰς τὸ μέσον, τῶν μὲν ὁμολογούντων ἀλλήλοις τῶν δʼ ἐναντιουμένων, εὐπορώτερον ἄν τις δύναιτο εἰκάζειν ἐξ αὐτῶν τἀληθές·
それゆえ、すべての謎を正確に解き明かすことは容易ではないが、多くの神話的な語りが公に提示され、あるものは互いに一致し、あるものは対立している中で、人はそれらから真実をより容易に推測することができるだろう。
οἷον τὰς ὀρειβασίας τῶν περὶ τὸ θεῖον σπουδαζόντων καὶ αὐτῶν τῶν θεῶν καὶ τοὺς ἐνθουσιασμοὺς εἰκότως μυθεύουσι κατὰ τὴν αὐτὴν αἰτίαν καθʼ ἣν καὶ οὐρανίους νομίζουσι τοὺς θεοὺς καὶ προνοητικοὺς τῶν τε ἄλλων καὶ τῶν προσημασιῶν·
例えば、神聖な事柄に熱心な者たちや神々自身の「山登り」や「神懸かり」を彼らが神話化するのは当然のことであり、それは、彼らが神々を天上に住む者と考え、他のことや前兆についても先見の明があるとみなすのと同じ理由に基づいている。
τῇ μὲν οὖν ὀρειβασίᾳ τὸ μεταλλευτικὸν καὶ τὸ θηρευτικὸν ζητητικὸν τῶν πρὸς τὸν βίον χρησίμων ἐφάνη συγγενές, τῶν δʼ ἐνθουσιασμῶν καὶ θρησκείας καὶ μαντικῆς τὸ ἀγυρτικὸν καὶ γοητεία ἐγγύς.
すなわち、山登りには、生活に有用なものを探索する鉱山採掘や狩猟が親近性を持つように見え、一方、神懸かりや宗教儀礼や占いには、托鉢僧の術や魔術が近いのである。
τοιοῦτον δὲ καὶ τὸ φιλότεχνον μάλιστα τὸ περὶ τὰς Διονυσιακὰς τέχνας καὶ τὰς Ὀρφικάς.
芸術を愛することもまたそのようなものであり、とりわけディオニュソスの技芸やオルペウスの技芸に関するものがそうである。
ἀλλʼ ἀπόχρη περὶ αὐτῶν.
しかし、これらについてはこれで十分であろう。

語釈・文法注

  1. 10.3.21τοῦ δὲ τρεῖς Καβείρους, ὧν νύμφας Καβειρίδας — 関係代名詞の属格 `τοῦ` は直前の `Κάμιλλον` を指し、起源を表す。直前の動詞 `λέγει` に引きずられて「〜が生まれた」を意味する不定詞(`γενέσθαι` 等)が省略されており、`τρεῖς Καβείρους` はその対格主語。関係代名詞 `ὧν` の先行詞は `Καβείρους` であり、`νύμφας Καβειρίδας` には文脈上「姉妹である(`ἀδελφὰς εἶναι`)」などの述部が含意されている。
  2. 10.3.22αἱ οὖν κατὰ μέρος ἐσχατιαὶ καὶ πᾶσαι τῆς μητρὸς τῶν θεῶν ἱεραὶ περὶ τὴν Ἴδην — この節は主要動詞が欠けており、構文的に不完全(省略文)である。直前の「麓が足、山頂が頭」という比喩に基づき、「したがって、イダ山の周辺にある部分的な末端部(突出部、すなわち指に当たる部分)が、すべて神々の母にとって聖なるもの(指)と呼ばれた」という趣旨の述部を補って解釈する。
  3. 10.3.23τῶν μὲν ὁμολογούντων ἀλλήλοις τῶν δʼ ἐναντιουμένων — 直前の属格独立分詞構文 `τοῦ δὲ πλήθους τῶν μυθευομένων ἐκτεθέντος` の中の `τῶν μυθευομένων` を部分属格(`τῶν μέν... τῶν δέ...`)として受け、さらに属格独立分詞構文が入れ子状に継続している構文。全体として「(多くの神話的語りが)あるものは互いに一致し、あるものは対立している状況において」という意味を構成する。

この箇所を引用する

ストラボン, 地理誌 §10.3.21-10.3.23. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:10.3.21-10.3.23

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。