§10.4.1ἐπεὶ δὲ πρῶτον περὶ τῶν τῆς Πελοποννήσου νήσων τῶν τε ἄλλων διῆλθον καὶ τῶν ἐν τῷ Κορινθιακῷ κόλπῳ καὶ τῶν πρὸ αὐτοῦ, περὶ τῆς Κρήτης ἐφεξῆς ῥητέον (καὶ γὰρ αὕτη τῆς Πελοποννήσου ἐστί) καὶ εἴ τις περὶ τὴν Κρήτην·
私は最初にペロポネソスの島々、およびその他の島々、コリンティアコス湾内の島々、そしてその前にある島々について説明し終えたので、次にクレータについて(というのも、この島もペロポネソスに属するからである)、そしてクレータの周辺に島があればそれについて語らねばならない。
ἐν δὲ ταύταις αἵ τε Κυκλάδες εἰσὶ καὶ αἱ Σποράδες, αἱ μὲν ἄξιαι μνήμης αἱ δʼ ἀσημότεραι.
これらの島々の中にはキクラデス諸島やスポラデス諸島があり、あるものは言及に値し、あるものはそれほど有名ではない。
§10.4.2νυνὶ δὲ περὶ τῆς Κρήτης πρῶτον λέγωμεν.
さて、今はクレータについて最初に語ることにしよう。
Εὔδοξος μὲν οὖν ἐν τῷ Αἰγαίῳ φησὶν αὐτὴν ἱδρῦσθαι·
エウドクソスは、それがエーゲ海の中に位置していると言う。
δεῖ δὲ μὴ οὕτως, ἀλλὰ κεῖσθαι μὲν μεταξὺ τῆς Κυρηναίας καὶ τῆς Ἑλλάδος τῆς ἀπὸ Σουνίου μέχρι τῆς Λακωνικῆς, ἐπὶ μῆκος ταύταις ταῖς χώραις παράλληλον ἀπὸ τῆς ἑσπέρας ἐπὶ τὴν ἕω·
しかし、そうではなく、キレナイカと、スニオンからラコニケに至るギリシアとの間に位置し、西から東へ、これらの地域に平行して細長く延びているとされるべきである。
κλύζεσθαι δὲ ἀπὸ μὲν τῶν ἄρκτων τῷ Αἰγαίῳ πελάγει καὶ τῷ Κρητικῷ, ἀπὸ δὲ τοῦ νότου τῷ Λιβυκῷ τῷ συνάπτοντι πρὸς τὸ Αἰγύπτιον πέλαγος.
そして、北はエーゲ海およびクレータ海によって洗われ、南はエジプト海に接するリビア海によって洗われている。
τῶν δὲ ἄκρων τὸ μὲν ἑσπέριόν ἐστι τὸ περὶ Φαλάσαρνα, πλάτος ἔχον διακοσίων που σταδίων καὶ εἰς δύο ἀκρωτήρια μεριζόμενον (ὧν τὸ μὲν νότιον καλεῖται Κριοῦ μέτωπον τὸ δʼ ἀρκτικὸν Κίμαρος), τὸ δʼ ἑῷον τὸ Σαμώνιόν ἐστιν ὑπερπῖπτον τοῦ Σουνίου οὐ πολὺ πρὸς ἕω.
その端のうち、西の端はパラサルナの周辺であり、その幅はおよそ二百スタディオンで、二つの岬に分かれている(それらのうち、南のものはクリウ・メトポンと呼ばれ、北のものはキマロスと呼ばれる)。 また、東の端はサモニオンであり、スニオンからあまり東に外れていない。
§10.4.3μέγεθος δὲ Σωσικράτης μέν, ὅν φησιν ἀκριβοῦν Ἀπολλόδωρος τὰ περὶ τὴν νῆσον, ἀφορίζεται μήκει μὲν πλειόνων ἢ δισχιλίων σταδίων καὶ τριακοσίων, πλάτει δὲ ὑπὸ τὸ μέγεθος, ὥσθʼ ὁ κύκλος κατὰ τοῦτον γίνοιτʼ ἂν πλέον ἢ πεντακισχίλιοι στάδιοι·
大きさについては、アポロドロスがこの島に関する事柄を正確に記述していると言うソシクラテスは、長さは二千三百スタディオン以上、幅は大きさに比べて狭いと規定しており、したがって彼の説によれば全周は五千スタディオン以上となる。
Ἀρτεμίδωρος δὲ τετρακισχιλίους καὶ ἑκατόν φησιν.
アルテミドロスは四千百スタディオンであると言う。
Ἱερώνυμος δὲ μῆκος δισχιλίων φήσας τὸ δὲ πλάτος ἀνώμαλον, πλειόνων ἂν εἴη λέγων τὸν κύκλον ἢ ὅσων Ἀρτεμίδωρος.
ヒエロニュモスは長さを二千スタディオンとし、幅は不均一であると言っており、全周について語るなら、アルテミドロスが言うよりも多くなるだろう。
κατὰ δὲ τὸ τρίτον μέρος τοῦ μήκους. . τὸ δὲ ἔνθεν ἰσθμός ἐστιν ὡς ἑκατὸν σταδίων ἔχων κατοικίαν πρὸς μὲν τῇ βορείῳ θαλάττῃ Ἀμφίμαλλαν, πρὸς δὲ τῇ νοτίῳ Φοίνικα τὸν Λαμπέων·
長さの三分の一のところで……そこから先は地峡となっており、約百スタディオンの幅があり、北の海にはアムピマッラの、南の海にはランペの人々のポイニクスの居住地がある。
πλατυτάτη δὲ κατὰ τὸ μέσον ἐστί, πάλιν δʼ ἐντεῦθεν εἰς στενώτερον τοῦ προτέρου συμπίπτουσιν ἰσθμὸν αἱ ᾐόνες περὶ ἑξήκοντα σταδίων, τὸν ἀπὸ Μινῴας τῆς Λυττίων εἰς Ἱεράπυτναν καὶ τὸ Λιβυκὸν πέλαγος· ἐν κόλπῳ δʼ ἐστὶν ἡ πόλις.
そして中央部において最も幅が広く、そこから再び海岸線が狭まり、前のものよりも狭い約六十スタディオンの地峡を形成している。 これはリュトスの人々のミノアからヒエラピュトナ、およびリビア海に至る地峡であり、その都市は湾の中にある。
εἶτα πρόεισιν εἰς ὀξὺ ἀκρωτήριον τὸ Σαμώνιον ἐπὶ τὴν Αἴγυπτον νεῦον καὶ τὰς Ῥοδίων νήσους.
それから、エジプトやロドス人の島々の方を向いている鋭い岬であるサモニオンへと伸びている。
§10.4.4ἔστι δʼ ὀρεινὴ καὶ δασεῖα ἡ νῆσος, ἔχει δʼ αὐλῶνας εὐκάρπους.
この島は山がちで樹木が繁茂しており、肥沃な渓谷がある。
τῶν δʼ ὀρῶν τὰ μὲν πρὸς δύσιν καλεῖται Λευκά, οὐ λειπόμενα τοῦ Ταϋγέτου κατὰ τὸ ὕψος, ἐπὶ τὸ μῆκος δʼ ἐκτεταμένα ὅσον τριακοσίων σταδίων καὶ ποιοῦντα ῥάχιν τελευτῶσάν πως ἐπὶ τὰ στενά.
山々のうち、西にあるものはレウカと呼ばれ、高さにおいてはタイゲトス山に劣らず、長さは約三百スタディオンにわたって伸びており、その稜線は狭隘部に至って終わっている。
ἐν μέσῳ δʼ ἐστὶ κατὰ τὸ εὐρυχωρότατον τῆς νήσου τὸ Ἰδαῖον ὄρος ὑψηλότατον τῶν ἐκεῖ, περιφερὲς δʼ ἐν κύκλῳ σταδίων ἑξακοσίων·
中央の、この島が最も広くなっている場所には、そこでの最高峰であるイダ山があり、その周囲は六百スタディオンである。
περιοικεῖται δʼ ὑπὸ τῶν ἀρίστων πόλεων.
その周辺には最も優れた都市が位置している。
ἄλλα δʼ ἐστὶ πάρισα τοῖς Λευκοῖς, τὰ μὲν ἐπὶ νότον τὰ δʼ ἐπὶ τὴν ἕω λήγοντα.
他の山々もあり、それはレウカにほぼ匹敵し、あるものは南へ、あるものは東へと延びて終わっている。
§10.4.5ἔστι δʼ ἀπὸ τῆς Κυρηναίας ἐπὶ τὸ Κριοῦ μέτωπον δυεῖν ἡμερῶν καὶ νυκτῶν πλοῦς, ἀπὸ δὲ Κιμάρου εἰσὶ στάδιοι ἑπτακόσιοι (μεταξὺ δὲ Κύθηρα), ἀπὸ δὲ τοῦ Σαμωνίου πρὸς Αἴγυπτον τεττάρων ἡμερῶν καὶ νυκτῶν πλοῦς, οἱ δὲ τριῶν φασι·
キレナイカからクリウ・メトポンまでは二日二晩の航路であり、キマロスからは七百スタディオンである(その間にキュテラ島がある)。 サモニオンからエジプトまでは四日四晩の航路であるが、三日だと言う人々もいる。
σταδίων δʼ εἶναι τοῦτόν τινες πεντακισχιλίων εἰρήκασιν, οἱ δὲ ἔτι ἐλαττόνων.
これを五千スタディオンであると言う者もいれば、さらに少ないと言う者もいる。
Ἐρατοσθένης δʼ ἀπὸ μὲν τῆς Κυρηναίας μέχρι Κριοῦ μετώπου δισχιλίους φησίν, ἔνθεν δʼ εἰς Πελοπόννησον ἐλάττους
エラトステネスは、キレナイカからクリウ・メトポンまでは二千スタディオンであり、そこからペロポネソスまではそれ以下であると言う。