§10.3.18Ἀθηναῖοι δʼ ὥσπερ περὶ τὰ ἄλλα φιλοξενοῦντες διατελοῦσιν, οὕτω καὶ περὶ τοὺς θεούς.
アテナイ人は、他の事柄について異邦人を歓迎し続けているのと同様に、神々についてもそうである。
πολλὰ γὰρ τῶν ξενικῶν ἱερῶν παρεδέξαντο ὥστε καὶ ἐκωμῳδήθησαν·
実際、彼らは多くの外来の儀式を受け入れたので、喜劇で嘲笑されさえした。
καὶ δὴ καὶ τὰ Θρᾴκια καὶ τὰ Φρύγια.
そしてとりわけ、トラキアのものやフリュギアのものがそうであった。
τῶν μὲν γὰρ Βενδιδείων Πλάτων μέμνηται, τῶν δὲ Φρυγίων Δημοσθένης διαβάλλων τὴν Αἰσχίνου μητέρα καὶ αὐτὸν ὡς τελούσῃ τῇ μητρὶ συνόντα καὶ συνθιασεύοντα καὶ ἐπιφθεγγόμενον
εὐοῖ σαβοῖ
πολλάκις καὶ
ὕης ἄττης ὕης.
実のところ、ベンディデイアの儀式についてはプラトンが言及しており、フリュギアのものについては、デモステネスが、アイスキネスの母親と、母親が秘儀を執り行っている時に彼自身が付き添い、ともに信徒団に加わって、しばしば「エボイ・サボイ」と、また「ヒュエス・アッテス・ヒュエス」と叫んでいたとして彼と彼の母親を非難している中で言及している。
ταῦτα γάρ ἐστι σαβάζια καὶ μητρῷα.
なぜなら、これらはサバジオスの儀式、および母なる神の儀式だからである。
§10.3.19ἔτι δʼ ἄν τις καὶ ταῦτα περὶ τῶν δαιμόνων τούτων καὶ τῆς τῶν ὀνομάτων ποικιλίας, καὶ ὅτι οὐ πρόπολοι θεῶν μόνον ἀλλὰ καὶ αὐτοὶ θεοὶ προσηγορεύθησαν.
さらに、これらのダイモンたちについて、またその名前の多様性について、そして彼らが単に神々の随獣であるだけでなく、彼ら自身も神々と呼ばれたことについて、以下のことも付け加えることができるだろう。
Ἡσίοδος μὲν γὰρ Ἑκατέρου καὶ τῆς Φορωνέως θυγατρὸς πέντε γενέσθαι θυγατέρας φησίν
"
ἐξ ὧν οὔρειαι Νύμφαι θεαὶ εγένοντο,
καὶ γένος οὐτιδανῶν Σατύρων καὶ ἀμηχανοεργῶν,
Κουρῆτές τε θεοὶ φιλοπαίγμονες ὀρχηστῆρες.
実際、ヘシオドスは、ヘカテロスとポロネウスの娘との間に5人の娘が生まれたと言っている。 「彼女らから、山々の妖精たる女神たちが生まれ、また価値なき、働くことの不得手なサテュロスたちの一族、そして遊び好きな舞踏者たる神々、クーレテスが生まれた。
"
ὁ δὲ τὴν Φορωνίδα γράψας αὐλητὰς καὶ Φρύγας τοὺς Κουρῆτας λέγει, ἄλλοι δὲ γηγενεῖς καὶ χαλκάσπιδας·
」一方、『ポロニス』の著者は、クーレテスを笛吹きでありフリュギア人であると言い、他の人々は彼らを大地から生まれた者、また青銅の盾を持つ者と言う。
οἱ δʼ οὐ τοὺς Κουρῆτας, ἀλλὰ τοὺς Κορύβαντας Φρύγας, ἐκείνους δὲ Κρῆτας, περιθέσθαι δʼ ὅπλα χαλκᾶ πρώτους ἐν Εὐβοίᾳ·
またある人々は、クーレテスではなくコリュバンテスがフリュギア人であり、前者はクレタ人であると言い、彼らがエウボイアで最初に青銅の武器を身につけたと言う。
διὸ καὶ Χαλκιδέας αὐτοὺς κληθῆναι·
それゆえに彼らはカルキデウスとも呼ばれたのである。
οἱ δʼ ὑπὸ Τιτάνων Ῥέᾳ δοθῆναι προπόλους ἐνόπλους τοὺς Κορύβαντας ἐκ τῆς Βακτριανῆς ἀφιγμένους, οἱ δʼ ἐκ Κόλχων φασίν.
また、ある人々は、コリュバンテスはバクトリアからやって来てティタンたちによってレアーに与えられた武装した随獣であると言い、別の者たちは彼らがコルキスから来たと言う。
ἐν δὲ τοῖς Κρητικοῖς λόγοις οἱ Κουρῆτες Διὸς τροφεῖς λέγονται καὶ φύλακες, εἰς Κρήτην ἐκ Φρυγίας μεταπεμφθέντες ὑπὸ τῆς Ῥέας·
クレタの物語においては、クーレテスはレアーによってフリュギアからクレタへ送られた、ゼウスの養育者であり守護者であると言われている。
οἱ δὲ Τελχίνων ἐν Ῥόδῳ ἐννέα ὄντων τοὺς Ῥέᾳ συνακολουθήσαντας εἰς Κρήτην καὶ τὸν Δία κουροτροφήσαντας Κουρῆτας ὀνομασθῆναι·
またある人々は、ロードス島にいた9人のテルキネスのうち、レアーに従ってクレタに赴き、ゼウスを育てた者たちがクーレテスと名付けられたと言う。
Κύρβαντα δὲ τούτων ἑταῖρον Ἱεραπύτνης ὄντα κτίστην παρὰ τοῖς Ῥοδίοις παρασχεῖν πρόφασιν τοῖς Πρασίοις ὥστε λέγειν, ὡς εἶεν Κορύβαντες δαίμονές τινες Ἀθηνᾶς καὶ Ἡλίου παῖδες.
そして、彼らの仲間でイエラピュトナの創建者であったキュルバスが、ロードス人の間で、プラスィオス人たちに、コリュバンテスはアテナとヘリオスの子であるダイモンたちだと言う口実を与えることになったと言う。
ἔτι δὲ Κρόνου τινές, ἄλλοι δὲ Διὸς καὶ Καλλιόπης φασὶ τοὺς Κορύβαντας τοὺς αὐτοὺς τοῖς Καβείροις ὄντας, ἀπελθεῖν δὲ τούτους εἰς Σαμοθρᾴκην καλουμένην πρότερον Μελίτην, τὰς δὲ πράξεις αὐτῶν μυστικὰς εἶναι.
さらに、コリュバンテスはカベイロイと同一であり、ある人々はクロノスの子、別の者たちはゼウスとカリオペの子であると言い、彼らは以前はメリテと呼ばれていたサモトラケに移り住み、彼らの儀式は秘儀的であったと言う。
§10.3.20ταῦτα δʼ οὐκ ἀποδεξάμενος ὁ Σκήψιος ὁ τοὺς μύθους συναγαγὼν τούτους, ὡς μηδενὸς ἐν Σαμοθρᾴκῃ μυστικοῦ λόγου περὶ Καβείρων λεγομένου, παρατίθησιν ὁμοίως καὶ Στησιμβρότου τοῦ Θασίου δόξαν, ὡς τὰ ἐν Σαμοθρᾴκῃ ἱερὰ τοῖς Καβείροις ἐπιτελοῖτο·
しかし、これらの神話を収集したスケプシスのデメトリオスはこれらを受け入れず、サモトラケではカベイロイに関する秘儀的教義は何ら語られていないとして、同時に、サモトラケでの聖なる儀式はカベイロイに対して執り行われるという、タソス島のステシムブロトスの説も引用している。
καλεῖσθαι δέ φησιν αὐτοὺς ἐκεῖνος ἀπὸ τοῦ ὄρους τοῦ ἐν τῇ Βερεκυντίᾳ Καβείρου.
そしてステシムブロトスは、彼らがベレキュンティア地方のカベイロスという山にちなんでそう呼ばれているのだと言う。
οἱ δʼ Ἑκάτης προπόλους νομίζουσι τοὺς Κουρῆτας τοὺς αὐτοὺς τοῖς Κορύβασιν ὄντας.
また、ある人々は、コリュバンテスと同一とされるクーレテスを、ヘカテの随獣であると考えている。
φησὶ δὲ πάλιν ὁ Σκήψιος ἐν τῇ Κρήτῃ τὰς τῆς Ῥέας τιμὰς μὴ νομίζεσθαι μηδὲ ἐπιχωριάζειν, ὑπεναντιούμενος τῷ τοῦ Εὐριπίδου λόγῳ, ἀλλʼ ἐν τῇ Φρυγίᾳ μόνον καὶ τῇ Τρῳάδι, τοὺς δὲ λέγοντας μυθολογεῖν μᾶλλον ἢ ἱστορεῖν, πρὸς τοῦτο δὲ καὶ τὴν τῶν τόπων ὁμωνυμίαν συμπρᾶξαι τυχὸν ἴσως αὐτοῖς·
さらにスケプシスのデメトリオスは、エウリピデスの説に反対して、クレタにおいてはレアーへの崇拝は慣習とされておらず、現地のものでもないと言い、むしろフリュギアとトロアスにおいてのみであると言う。 そして、そう言う人々は歴史を語っているというよりむしろ神話を語っているのだとし、これについては地名の同名性もおそらく彼らに都合よく作用したのだろうと言う。
Ἴδη γὰρ τὸ ὄρος τό τε Τρωικὸν καὶ τὸ Κρητικόν, καὶ Δίκτη τόπος ἐν τῇ Σκηψίᾳ καὶ ὄρος ἐν Κρήτῃ· τῆς δὲ Ἴδης λόφος Πύτνα ἀφʼ οὗ Ἱεράπυτνα ἡ πόλις, Ἱπποκόρωνά τε τῆς Ἀδραμυττηνῆς καὶ Ἱπποκορώνιον ἐν Κρήτῃ, Σαμώνιόν τε τὸ ἑωθινὸν ἀκρωτήριον τῆς νήσου καὶ πεδίον ἐν τῇ Νεανδρίδι καὶ τῇ Ἀλεξανδρέων.
というのも、イデー山はトロイアの山であると同時にクレタの山でもあり、ディクテはスケプシス地方の土地であると同時にクレタの山であり、イデー山の一つの丘はピュトナであり、そこから都市イエラピュトナの名が由来し、アドラミュッテノス地方のイッポコロナと、クレタのイッポコロニオンがあり、島の東端の岬サモニオンと、ネアンドリス地方およびアレクサンドリア人の地方にある平野(サモニオン)があるからである。