§10.3.21Ἀκουσίλαος δʼ ὁ Ἀργεῖος ἐκ Καβειροῦς καὶ Ἡφαίστου Κάμιλλον λέγει, τοῦ δὲ τρεῖς Καβείρους, ὧν νύμφας Καβειρίδας· Φερεκύδης δʼ ἐξ Ἀπόλλωνος καὶ Ῥητίας Κύρβαντας ἐννέα, οἰκῆσαι δʼ αὐτοὺς ἐν Σαμοθρᾴκῃ· ἐκ δὲ Καβειροῦς τῆς Πρωτέως καὶ Ἡφαίστου Καβείρους τρεῖς καὶ νύμφας τρεῖς Καβειρίδας, ἑκατέροις δʼ ἱερὰ γίνεσθαι.
阿尔戈斯人阿库西劳斯说,卡米洛斯是卡贝罗与赫菲斯托斯所生,并从他生出三个卡贝里,其姊妹是被称为卡贝里德斯的宁芙;菲瑞居德斯则说,阿波罗和蕾蒂亚生了九个科里班特斯,且他们居住在萨莫色雷斯;并且普罗透斯之女卡贝罗与赫菲斯托斯生了三个卡贝里和三个被称为卡贝里德斯的宁芙,且为这两个群体各自举行神圣的仪式。
μάλιστα μὲν οὖν ἐν Ἴμβρῳ καὶ Λήμνῳ τοὺς Καβείρους τιμᾶσθαι συμβέβηκεν, ἀλλὰ καὶ ἐν Τροίᾳ κατὰ πόλεις· τὰ δʼ ὀνόματα αὐτῶν ἐστι μυστικά.
确实,卡贝里尤其在伊姆布罗斯和莱姆诺斯受到尊崇,但也在特洛伊的各个城市中受到尊崇;而他们的名字是秘仪性的。
Ἡρόδοτος δὲ καὶ ἐν Μέμφει λέγει τῶν Καβείρων ἱερὰ καθάπερ καὶ τοῦ Ἡφαίστου, διαφθεῖραι δʼ αὐτὰ Καμβύσην.
希罗多德说在孟菲斯也有卡贝里神庙,正如赫菲斯托斯神庙一样,且冈比西斯毁灭了它们。
ἔστι δʼ ἀοίκητα τὰ χωρία τῆς τῶν δαιμόνων τούτων τιμῆς, τό τε Κορυβαντεῖον τὸ ἐν τῇ Ἁμαξιτίᾳ τῆς νῦν Ἀλεξανδρέων χώρας ἐγγὺς τοῦ Σμινθίου, καὶ ἡ Κορύβισσα ἐν τῇ Σκηψίᾳ περὶ ποταμὸν Εὐρήεντα καὶ κώμην ὁμώνυμον καὶ ἔτι χείμαρρον Αἰθαλόεντα.
但用于崇拜这些戴蒙的场所如今已荒无人烟:即位于现在亚历山大里亚人境内的哈马克西蒂亚、靠近斯敏提翁的科里班蒂翁,以及位于斯凯普西斯境内、靠近埃乌瑞伊斯河与同名村庄以及埃塔洛伊斯急流的科里比萨。
πιθανὸν δέ φησιν ὁ Σκήψιος, Κουρῆτας μὲν καὶ Κορύβαντας εἶναι τοὺς αὐτούς, οἳ περὶ τὰς τῆς μητρὸς τῶν θεῶν ἁγιστείας πρὸς ἐνόπλιον ὄρχησιν ᾔθεοι καὶ κόροι τυγχάνουσι παρειλημμένοι.
斯凯普西斯学者说,库雷特斯和科里班特斯是同一批人,这很合理;他们是在与众神之母的圣礼相关的武装舞蹈中被接纳的青年和少年。
καὶ Κορύβαντες δὲ ἀπὸ τοῦ κορύπτοντας βαίνειν ὀρχηστικῶς, οὓς καὶ βητάρμονας λέγει ὁ ποιητής
"
δεῦτʼ ἄγε Φαιήκων βητάρμονες, ὅσσοι ἄριστοι.
他还说,科里班特斯因其以舞蹈的方式“用头角相抵般前行”而得名,诗人也称他们为“舞踏的名手”: “来吧,步上前来,凡是你们斐阿克斯人中最优秀的舞者。
"
τῶν δὲ Κορυβάντων ὀρχηστικῶν καὶ ἐνθουσιαστικῶν ὄντων καὶ τοὺς μανικῶς κινουμένους κορυβαντιᾶν φαμεν.
” 由于科里班特斯是擅长舞蹈且狂热的,我们也称那些疯狂乱动的人是在“科里班特斯般发狂”。
§10.3.22δακτύλους δʼ Ἰδαίους φασί τινες κεκλῆσθαι τοὺς πρώτους οἰκήτορας τῆς κατὰ τὴν Ἴδην ὑπωρείας· πόδας μὲν γὰρ λέγεσθαι τὰς ὑπωρείας, κορυφὰς δὲ τὰ ἄκρα τῶν ὀρῶν· αἱ οὖν κατὰ μέρος ἐσχατιαὶ καὶ πᾶσαι τῆς μητρὸς τῶν θεῶν ἱεραὶ περὶ τὴν Ἴδην Σοφοκλῆς δὲ οἴεται πέντε τοὺς πρώτους ἄρσενας γενέσθαι, οἳ σίδηρόν τε ἐξεῦρον καὶ εἰργάσαντο πρῶτοι καὶ ἄλλα πολλὰ τῶν πρὸς τὸν βίον χρησίμων, πέντε δὲ καὶ ἀδελφὰς τούτων, ἀπὸ δὲ τοῦ ἀριθμοῦ δακτύλους κληθῆναι.
有人说,伊达山麓的最早居民被称为“伊达的指头”;因为山麓被称为“脚”,而山顶被称为“头”;因此,伊达山周围、对众神之母而言全然神圣的各个末梢部分(亦被比作指头)。 但索福克勒斯认为,最早出生的男性有五人,他们最先发现并加工了铁,还创造了许多其他对生活有用的东西,且他们还有五个姊妹,并因其数目而被叫做“指头”。
ἄλλοι δʼ ἄλλως μυθεύουσιν ἀπόροις ἄπορα συνάπτοντες, διαφόροις δὲ καὶ τοῖς ὀνόμασι καὶ τοῖς ἀριθμοῖς χρῶνται, ὧν Κέλμιν ὀνομάζουσί τινα καὶ Δαμναμενέα καὶ Ἡρακλέα καὶ Ἄκμονα·
其他人则以其他方式编造神话,将疑难叠加上疑难,并使用不同的名字和数目,在这些人中他们命名了一个叫凯尔米斯的人、以及达姆纳墨纽斯、赫拉克勒斯和阿克蒙。
καὶ οἱ μὲν ἐπιχωρίους τῆς Ἴδης οἱ δὲ ἐποίκους, πάντες δὲ σίδηρον εἰργάσθαι ὑπὸ τούτων ἐν Ἴδῃ πρῶτόν φασι, πάντες δὲ καὶ γόητας ὑπειλήφασι καὶ περὶ τὴν μητέρα τῶν θεῶν καὶ ἐν Φρυγίᾳ ᾠκηκότας περὶ τὴν Ἴδην, Φρυγίαν τὴν Τρῳάδα καλοῦντες διὰ τὸ τοὺς Φρύγας ἐπικρατῆσαι πλησιοχώρους ὄντας τῆς Τροίας ἐκπεπορθημένης.
有人称他们为伊达山的土著,有人称他们为移民,但所有人都说铁最先是由他们在伊达山上加工的,且所有人都认为他们是魔术师、众神之母的侍从,并居住在弗里吉亚的伊达山周围——他们将特罗阿斯称为弗里吉亚,是因为在特洛伊被劫掠后,作为邻居的弗里吉亚人占据了主导地位。
ὑπονοοῦσι δὲ τῶν Ἰδαίων δακτύλων ἐκγόνους εἶναι τούς τε Κουρῆτας καὶ τοὺς Κορύβαντας· τοὺς γοῦν πρώτους γεννηθέντας ἐν Κρήτῃ ἑκατὸν ἄνδρας Ἰδαίους δακτύλους κληθῆναι, τούτων δʼ ἀπογόνους φασὶ Κουρῆτας ἐννέα γενέσθαι, τούτων δʼ ἕκαστον δέκα παῖδας τεκνῶσαι τοὺς Ἰδαίους καλουμένους δακτύλους.
他们还推测库雷特斯和科里班特斯是伊达的指头的后代;无论如何,他们说在克里特岛上最早出生的百人被称为伊达的指头,而作为他们的后代,诞生了九个库雷特斯,且其中每一个人都生了十个孩子,这些人被称为伊达的指头。
§10.3.23προήχθημεν δὲ διὰ πλειόνων εἰπεῖν περὶ τούτων καίπερ ἥκιστα φιλομυθοῦντες, ὅτι τοῦ θεολογικοῦ γένους ἐφάπτεται τὰ πράγματα ταῦτα.
虽然我们极不喜好编造神话,但我们还是被引申出来对这些事情作了较长的阐述,因为这些事务涉及神学一类的探讨。
πᾶς δὲ ὁ περὶ τῶν θεῶν λόγος ἀρχαίας ἐξετάζει δόξας καὶ μύθους, αἰνιττομένων τῶν παλαιῶν ἃς εἶχον ἐννοίας φυσικὰς περὶ τῶν πραγμάτων καὶ προστιθέντων ἀεὶ τοῖς λόγοις τὸν μῦθον.
任何关于神明的讨论都在检验古代的观点和神话,因为古人含蓄地表达了他们对事物所拥有的自然物理观念,并总是在其讨论中加入神话。
ἅπαντα μὲν οὖν τὰ αἰνίγματα λύειν ἐπʼ ἀκριβὲς οὐ ῥᾴδιον, τοῦ δὲ πλήθους τῶν μυθευομένων ἐκτεθέντος εἰς τὸ μέσον, τῶν μὲν ὁμολογούντων ἀλλήλοις τῶν δʼ ἐναντιουμένων, εὐπορώτερον ἄν τις δύναιτο εἰκάζειν ἐξ αὐτῶν τἀληθές·
因此,要准确地解开所有这些谜题并不容易,但如果将大量编造的神话叙述公之于众,有些彼此一致,有些相互矛盾,人们或许能更轻易地从中推测出真相。
οἷον τὰς ὀρειβασίας τῶν περὶ τὸ θεῖον σπουδαζόντων καὶ αὐτῶν τῶν θεῶν καὶ τοὺς ἐνθουσιασμοὺς εἰκότως μυθεύουσι κατὰ τὴν αὐτὴν αἰτίαν καθʼ ἣν καὶ οὐρανίους νομίζουσι τοὺς θεοὺς καὶ προνοητικοὺς τῶν τε ἄλλων καὶ τῶν προσημασιῶν·
例如,他们很自然地将那些热心于神明之务的人以及神明自身的“游山”和他们的“狂热”神话化,这与他们相信神明居于天上且预先关照其他事物和征兆是出于同一个原因。
τῇ μὲν οὖν ὀρειβασίᾳ τὸ μεταλλευτικὸν καὶ τὸ θηρευτικὸν ζητητικὸν τῶν πρὸς τὸν βίον χρησίμων ἐφάνη συγγενές, τῶν δʼ ἐνθουσιασμῶν καὶ θρησκείας καὶ μαντικῆς τὸ ἀγυρτικὸν καὶ γοητεία ἐγγύς.
因为一方面,金属开采与狩猎这些寻找生活有用之物的活动,显得与游山有亲缘关系;另一方面,游乞与巫术则接近于狂热、宗教仪式和占卜。
τοιοῦτον δὲ καὶ τὸ φιλότεχνον μάλιστα τὸ περὶ τὰς Διονυσιακὰς τέχνας καὶ τὰς Ὀρφικάς.
喜爱艺术也是如此,尤其是关于狄奥尼索斯和奥非乌斯的艺术。
ἀλλʼ ἀπόχρη περὶ αὐτῶν.
但关于它们,这就足够了。