Humanitext Reader

斯特拉波 · 地理学 §10.3.18-10.3.20

外来仪礼的接纳与库雷特斯的起源传说

第 330 段,共 577 段 · 希腊语

内容简介

文中提及雅典对本迪斯和萨巴兹乌斯等外来仪式的接纳,概述了关于库雷特斯、科里班特斯及卡贝里起源的多样神话,并指出斯凯普西斯与克里特之间的地名同名化如何导致了神话上的混淆。

§10.3.18Ἀθηναῖοι δʼ ὥσπερ περὶ τὰ ἄλλα φιλοξενοῦντες διατελοῦσιν, οὕτω καὶ περὶ τοὺς θεούς.
雅典人正如在其他事务上一直乐于款待外客一样,对待神明也是如此。
πολλὰ γὰρ τῶν ξενικῶν ἱερῶν παρεδέξαντο ὥστε καὶ ἐκωμῳδήθησαν· καὶ δὴ καὶ τὰ Θρᾴκια καὶ τὰ Φρύγια.
事实上,他们接纳了许多外来的仪式,以至于在喜剧中受到嘲弄;尤其是色雷斯和弗里吉亚的仪式。
τῶν μὲν γὰρ Βενδιδείων Πλάτων μέμνηται, τῶν δὲ Φρυγίων Δημοσθένης διαβάλλων τὴν Αἰσχίνου μητέρα καὶ αὐτὸν ὡς τελούσῃ τῇ μητρὶ συνόντα καὶ συνθιασεύοντα καὶ ἐπιφθεγγόμενον εὐοῖ σαβοῖ πολλάκις καὶ ὕης ἄττης ὕης. ταῦτα γάρ ἐστι σαβάζια καὶ μητρῷα.
因为柏拉图提到了本迪代亚仪式,而狄摩西尼在诽谤埃斯基涅斯的母亲以及他本人时提到了弗里吉亚的仪式,指责他在母亲主持秘仪时与其同在,加入仪式队伍,并一再高喊 “伊波伊·萨波伊” 和 “许埃斯·阿特斯·许埃斯”;因为这些属于萨巴兹乌斯和母神仪式的呼喊。
§10.3.19ἔτι δʼ ἄν τις καὶ ταῦτα περὶ τῶν δαιμόνων τούτων καὶ τῆς τῶν ὀνομάτων ποικιλίας, καὶ ὅτι οὐ πρόπολοι θεῶν μόνον ἀλλὰ καὶ αὐτοὶ θεοὶ προσηγορεύθησαν.
关于这些戴蒙以及他们名称的多样性,还有他们不仅被称为神明的侍从、而且他们自己也被称为神明这一事实,人们还可以补充以下内容。
Ἡσίοδος μὲν γὰρ Ἑκατέρου καὶ τῆς Φορωνέως θυγατρὸς πέντε γενέσθαι θυγατέρας φησίν " ἐξ ὧν οὔρειαι Νύμφαι θεαὶ εγένοντο, καὶ γένος οὐτιδανῶν Σατύρων καὶ ἀμηχανοεργῶν, Κουρῆτές τε θεοὶ φιλοπαίγμονες ὀρχηστῆρες.
因为赫西俄德说,赫卡特罗斯与福罗纽斯的女儿生下了五个女儿, “由此诞生了山野仙女这些女神,以及无用且笨拙的萨提罗斯一族,还有库雷特斯,这些爱玩乐、擅舞蹈的神明。
" ὁ δὲ τὴν Φορωνίδα γράψας αὐλητὰς καὶ Φρύγας τοὺς Κουρῆτας λέγει, ἄλλοι δὲ γηγενεῖς καὶ χαλκάσπιδας·
” 而《福罗尼斯》的作者称库雷特斯为长笛手和弗里吉亚人,其他人则称他们为土生子和持青铜盾者。
οἱ δʼ οὐ τοὺς Κουρῆτας, ἀλλὰ τοὺς Κορύβαντας Φρύγας, ἐκείνους δὲ Κρῆτας, περιθέσθαι δʼ ὅπλα χαλκᾶ πρώτους ἐν Εὐβοίᾳ· διὸ καὶ Χαλκιδέας αὐτοὺς κληθῆναι·
还有人说,弗里吉亚人不是库雷特斯,而是科里班特斯,而前者是克里特人,并且他们是在优波亚最早穿上青铜盔甲的人;因此他们也被称为查尔基斯人。
οἱ δʼ ὑπὸ Τιτάνων Ῥέᾳ δοθῆναι προπόλους ἐνόπλους τοὺς Κορύβαντας ἐκ τῆς Βακτριανῆς ἀφιγμένους, οἱ δʼ ἐκ Κόλχων φασίν.
另有一些人说,科里班特斯是从巴克特里亚来的,被提坦神送给瑞亚作为武装随从,还有人说他们来自科尔基斯。
ἐν δὲ τοῖς Κρητικοῖς λόγοις οἱ Κουρῆτες Διὸς τροφεῖς λέγονται καὶ φύλακες, εἰς Κρήτην ἐκ Φρυγίας μεταπεμφθέντες ὑπὸ τῆς Ῥέας·
在克里特的传说中,库雷特斯被称为宙斯的哺育者和守护者,他们是由瑞亚从弗里吉亚送到克里特的。
οἱ δὲ Τελχίνων ἐν Ῥόδῳ ἐννέα ὄντων τοὺς Ῥέᾳ συνακολουθήσαντας εἰς Κρήτην καὶ τὸν Δία κουροτροφήσαντας Κουρῆτας ὀνομασθῆναι· Κύρβαντα δὲ τούτων ἑταῖρον Ἱεραπύτνης ὄντα κτίστην παρὰ τοῖς Ῥοδίοις παρασχεῖν πρόφασιν τοῖς Πρασίοις ὥστε λέγειν, ὡς εἶεν Κορύβαντες δαίμονές τινες Ἀθηνᾶς καὶ Ἡλίου παῖδες.
而其他人说,在罗德斯岛的九个泰尔喀涅斯中,那些随同瑞亚前往克里特并养育幼年宙斯的人被命名为库雷特斯;并且他们的同伴、希耶拉皮特纳的建立者居尔巴斯,在罗德斯人中给普拉西奥斯人提供了借口,使他们声称科里班特斯是雅典娜和赫利俄斯之子的某些戴蒙。
ἔτι δὲ Κρόνου τινές, ἄλλοι δὲ Διὸς καὶ Καλλιόπης φασὶ τοὺς Κορύβαντας τοὺς αὐτοὺς τοῖς Καβείροις ὄντας, ἀπελθεῖν δὲ τούτους εἰς Σαμοθρᾴκην καλουμένην πρότερον Μελίτην, τὰς δὲ πράξεις αὐτῶν μυστικὰς εἶναι.
此外,有人说科里班特斯(即卡贝里)是克洛诺斯的孩子,另一些人说是宙斯和卡利俄佩的孩子,他们前往了以前被称为梅利特的萨莫色雷斯,并且他们的仪式是神秘的。
§10.3.20ταῦτα δʼ οὐκ ἀποδεξάμενος ὁ Σκήψιος ὁ τοὺς μύθους συναγαγὼν τούτους, ὡς μηδενὸς ἐν Σαμοθρᾴκῃ μυστικοῦ λόγου περὶ Καβείρων λεγομένου, παρατίθησιν ὁμοίως καὶ Στησιμβρότου τοῦ Θασίου δόξαν, ὡς τὰ ἐν Σαμοθρᾴκῃ ἱερὰ τοῖς Καβείροις ἐπιτελοῖτο·
但是,搜集了这些神话的斯凯普西斯学者并不接受这一点,理由是萨莫色雷斯并没有关于卡贝里的神秘传说,同时也引用了萨索斯岛的斯泰辛布罗托斯的观点,即萨莫色雷斯的神圣仪式是为卡贝里举行的。
καλεῖσθαι δέ φησιν αὐτοὺς ἐκεῖνος ἀπὸ τοῦ ὄρους τοῦ ἐν τῇ Βερεκυντίᾳ Καβείρου.
他说,斯泰辛布罗托斯声称他们是以贝雷昆蒂亚地方的卡贝罗斯山命名的。
οἱ δʼ Ἑκάτης προπόλους νομίζουσι τοὺς Κουρῆτας τοὺς αὐτοὺς τοῖς Κορύβασιν ὄντας.
还有人认为,与科里班特斯同一的库雷特斯是盘据在赫卡特身旁的侍从。
φησὶ δὲ πάλιν ὁ Σκήψιος ἐν τῇ Κρήτῃ τὰς τῆς Ῥέας τιμὰς μὴ νομίζεσθαι μηδὲ ἐπιχωριάζειν, ὑπεναντιούμενος τῷ τοῦ Εὐριπίδου λόγῳ, ἀλλʼ ἐν τῇ Φρυγίᾳ μόνον καὶ τῇ Τρῳάδι, τοὺς δὲ λέγοντας μυθολογεῖν μᾶλλον ἢ ἱστορεῖν, πρὸς τοῦτο δὲ καὶ τὴν τῶν τόπων ὁμωνυμίαν συμπρᾶξαι τυχὸν ἴσως αὐτοῖς· Ἴδη γὰρ τὸ ὄρος τό τε Τρωικὸν καὶ τὸ Κρητικόν, καὶ Δίκτη τόπος ἐν τῇ Σκηψίᾳ καὶ ὄρος ἐν Κρήτῃ· τῆς δὲ Ἴδης λόφος Πύτνα ἀφʼ οὗ Ἱεράπυτνα ἡ πόλις, Ἱπποκόρωνά τε τῆς Ἀδραμυττηνῆς καὶ Ἱπποκορώνιον ἐν Κρήτῃ, Σαμώνιόν τε τὸ ἑωθινὸν ἀκρωτήριον τῆς νήσου καὶ πεδίον ἐν τῇ Νεανδρίδι καὶ τῇ Ἀλεξανδρέων.
斯凯普西斯学者再次表示,克里特岛并不流行也不尊奉瑞亚的崇拜,这与欧里庇得斯的说法相反,而该崇拜仅存在于弗里吉亚和特罗阿斯;他还说,持相反意见的人是在编造神话而不是在记录历史,并且地方的同名性或许在这方面也对他们起到了推波助澜的作用;因为伊达山既是特洛伊的山也是克里特的山,迪克特既是斯凯普西斯的一个地方也是克里特的山;而皮特纳是伊达山的一座山丘,城市希耶拉皮特纳由此得名,伊波科罗纳在阿德拉米蒂翁境内,而伊波科罗尼翁在克里特岛,萨莫尼翁是该岛东端的岬角,也是尼安德里斯和亚历山大里亚人境内的一片平原。

词汇与语法注释

  1. §10.3.18ὥσπερ περὶ τὰ ἄλλα φιλοξενοῦντες διατελοῦσιν — 现在分词 `φιλοξενοῦντες`(款待外客、乐于接纳外邦)与动词 `διατελέω` 连用,表达持续的动作或状态(“他们一贯乐于款待”)。
  2. §10.3.18ὡς τελούσῃ τῇ μητρὶ συνόντα — 在由 `ὡς` 引导的从句中,阴性与格的现在分词 `τελούσῃ` 意为“正在主持秘仪”,表明狄摩西尼指责中埃斯基涅斯母亲的具体行为。
  3. §10.3.19ἔτι δʼ ἄν τις καὶ ταῦτα περὶ τῶν δαιμόνων τούτων — 带有 `ἄν` 的潜在希求法句型,但主动词(如 `λέγοι` 或 `συνάγοι`,意为“人们可以补充说”)被省略,表达潜在可能性。
  4. §10.3.19ὁ δὲ τὴν Φορωνίδα γράψας — 限定性分词,意为“写下《福罗尼斯》的人”,作为句子的实际主语,指代现已失传的史诗《福罗尼斯》的作者。
  5. §10.3.20ὡς μηδενὸς ἐν Σαμοθρᾴκῃ μυστικοῦ λόγου περὶ Καβείρων λεγομένου — 由连词 `ὡς` 引导的属格独立结构,表明斯凯普西斯的德米特里乌斯所主张的主观理由或见解(“理由是……没有讲述任何神秘传说”)。
  6. §10.3.20πρὸς τοῦτο δὲ καὶ τὴν τῶν τόπων ὁμωνυμίαν συμπρᾶξαι — 间接引语中的不定式 `συμπρᾶξαι`,以宾格的 `τὴν ... ὁμωνυμίαν` 为主语,表示德米特里乌斯的间接陈述(“[他认为]地方的同名性也对此起到了促成作用”)。

引用这一段

斯特拉波, 地理学 §10.3.18-10.3.20. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:10.3.18-10.3.20

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。