Humanitext Reader

斯特拉波 · 地理学 §10.3.1-10.3.3

关于库雷特斯人归属的争论与对埃福罗斯的批判

第 324 段,共 577 段 · 希腊语

内容简介

本文结合荷马史诗考察了库雷特斯人属于阿卡纳尼亚人还是埃托利亚人的争论,并批评了历史学家埃福罗斯的逻辑矛盾,即一方面声称埃托利亚从未被征服,另一方面又记载埃托洛斯击败并驱逐了库雷特斯人。

§10.3.1τοὺς δὲ Κουρῆτας τῶν μὲν Ἀκαρνᾶσι τῶν δʼ Αἰτωλοῖς προσνεμόντων, καὶ τῶν μὲν ἐκ Κρήτης τῶν δʼ ἐξ Εὐβοίας τὸ γένος εἶναι φασκόντων, ἐπειδὴ καὶ Ὅμηρος αὐτῶν μέμνηται, τὰ παρʼ ἐκείνου πρῶτον ἐπισκεπτέον.
关于库雷特斯人,有人将他们归于阿卡纳尼亚人,有人则归于埃托利亚人,还有人说他们的种族源自克里特,有人则说源自优波亚,既然荷马也提到了他们,我们首先应当考察他的记载。
οἴονται δʼ αὐτὸν λέγειν Αἰτωλοὺς μᾶλλον ἢ Ἀκαρνᾶνας, εἴπερ οἱ Πορθαονίδαι ἦσαν " ἄγριος ἠδὲ Μέλας, τρίτατος δʼ ἦν ἱππότα Οἰνεύς·
人们认为,如果波尔塔翁的子孙确实是: “阿格里奥斯和梅拉斯,第三位是骑士奥伊纽斯;他们居住在普莱夫龙和险峻的卡吕冬。
ᾤκεον δʼ ἐν Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι.
” 那么荷马说他们是埃托利亚人,而非阿卡纳尼亚人。
" αὗται δʼ εἰσὶν Αἰτωλικαὶ πόλεις ἀμφότεραι καὶ φέρονται ἐν τῷ Αἰτωλικῷ καταλόγῳ ὥστε, ἐπεὶ τὴν Πλευρῶνα οἰκοῦντες φαίνονται καὶ κατʼ αὐτὸν οἱ Κουρῆτες, Αἰτωλοὶ ἂν εἶεν.
这两个都是埃托利亚的城市,并被列在埃托利亚的名录中,因此,既然根据荷马的说法,库雷特斯人也显示出居住在普莱夫龙,那么他们应当是埃托利亚人。
οἱ δʼ ἀντιλέγοντες τῷ τρόπῳ τῆς φράσεως παράγονται ὅταν φῇ " Κουρῆτές τʼ ἐμάχοντο καὶ Αἰτωλοὶ μενεχάρμαι ἀμφὶ πόλιν Καλυδῶνα.
而反对者则是被其表达方式所误导,当他说: “库雷特斯人与在战场上坚守的埃托利亚人交战,在卡吕冬城周围。
" οὐδὲ γὰρ ἂν κυρίως εἶπεν οὕτως ἐμάχοντο Βοιωτοὶ καὶ Θηβαῖοι πρὸς ἀλλήλους οὐδʼ Ἀργεῖοι καὶ Πελοποννήσιοι.
” 因为他既不会在严格意义上这样说: “玻俄提亚人和忒拜人互相交战,” 也不会说: “阿耳戈斯人和伯罗奔尼撒人。
ἐδείχθη δʼ ἐν τοῖς ἔμπροσθεν ὅτι ἐστὶ καὶ ὁμηρικὸν τὸ ἔθος τοῦτο τῆς φράσεως καὶ ὑπὸ τῶν ἄλλων ποιητῶν τετριμμένον· τοῦτο μὲν οὖν εὐαπολόγητον.
” 但我们在前文中已经指出,这种表达习惯既是荷马式的,也为其他诗人所常用;因此,这一点是很容易辩解的。
ἐκεῖνοι δὲ λεγέτωσαν πῶς ἂν μὴ ὁμοεθνεῖς ὄντας μηδʼ Αἰτωλοὺς τοὺς Πλευρωνίους ἐν τοῖς Αἰτωλοῖς κατέλεγεν.
而让那些反对者来说明,如果普莱夫龙人既非同族,又非埃托利亚人,荷马怎么会将他们列入埃托利亚人之中呢。
§10.3.2Ἔφορος δὲ τοὺς Αἰτωλοὺς εἰπὼν ἔθνος εἶναι μηδεπώποτε γεγενημένον ὑφʼ ἑτέροις, ἀλλὰ πάντα τὸν μνημονευόμενον χρόνον μεμενηκὸς ἀπόρθητον διά τε τὰς δυσχωρίας τῶν τόπων καὶ διὰ τὴν περὶ τὸν πόλεμον ἄσκησιν, ἐξ ἀρχῆς μέν φησιν ἅπασαν τὴν χώραν Κουρῆτας κατασχεῖν, ἀφικομένου δʼ ἐξ Ἤλιδος Αἰτωλοῦ τοῦ Ἐνδυμίωνος καὶ τοῖς πολέμοις κρατοῦντος αὐτῶν, τοὺς μὲν Κουρῆτας εἰς τὴν νῦν καλουμένην Ἀκαρνανίαν ὑποχωρῆσαι, τοὺς δʼ Αἰτωλοὺς συγκατελθόντας Ἐπειοῖς τὰς ἀρχαιοτάτας κτίσαι τῶν ἐν Αἰτωλίᾳ πόλεων, δεκάτῃ δʼ ὕστερον γενεᾷ τὴν Ἦλιν ὑπὸ Ὀξύλου τοῦ Αἵμονος συνοικισθῆναι περαιωθέντος ἐκ τῆς Αἰτωλίας.
埃福罗斯在说明埃托利亚人是一个从未臣服于他人的民族,由于地形的险阻和在战争中的锻炼,在所有可记忆的时期里都保持着未被征服的状态之后,说道:起初库雷特斯人占领了整个地区,但当恩迪米翁之子埃托洛斯从埃利斯到来并在战争中击败他们时,库雷特斯人退却到了现在被称为阿卡纳尼亚的地方,而埃托利亚人则与埃佩伊人一同进入,创建了埃托利亚最古老的城市,十代之后,海蒙之子奥克绪洛斯从埃托利亚渡海过去,使埃利斯得以建城并联合居住。
παρατίθησι δὲ τούτων μαρτύρια τὰ ἐπιγράμματα, τὸ μὲν ἐν Θέρμοις τῆς Αἰτωλίας, ὅπου τὰς ἀρχαιρεσίας ποιεῖσθαι πάτριον αὐτοῖς ἐστιν, ἐγκεχαραγμένον τῇ βάσει τῆς Αἰτωλοῦ εἰκόνος " χώρης οἰκιστῆρα, παρʼ Ἀλφειοῦ ποτε δίναις θρεφθέντα, σταδίων γείτονʼ Ὀλυμπιάδος, Ἐνδυμίωνος παῖδʼ Αἰτωλὸν τόνδʼ ἀνέθηκαν Αἰτωλοί, σφετέρας μνῆμʼ ἀρετῆς ἐσορᾶν.
他提出碑文作为这些事情的证据,其中一处在埃托利亚的塞尔莫斯(那里是他们按祖传习惯进行选举的地方),刻在埃托洛斯雕像的底座上: “这位土地的创建者,曾被阿尔菲奥斯河的漩涡所抚育,奥林匹亚竞技场的邻人,恩迪米翁之子埃托洛斯,这里由埃托利亚人奉献,作为瞻仰自身美德的纪念。
" τὸ δʼ ἐν τῇ ἀγορᾷ τῶν Ἠλείων ἐπὶ τῷ Ὀξύλου ἀνδριάντι " Αἰτωλός ποτε τόνδε λιπὼν αὐτόχθονα δῆμον κτήσατο Κουρῆτιν γῆν δορὶ πολλὰ καμών· τῆς δʼ αὐτῆς γενεᾶς δεκατόσπορος Αἵμονος υἱός Ὄξυλος ἀρχαίην ἔκτισε τήνδε πόλιν.
” 另一处在埃利斯人的广场上,刻在奥克绪洛斯的雕像上: “埃托洛斯曾离开这片土地上的土著人民,用长枪历尽艰辛获得了库雷提斯之地;而属于同一家族第十代子孙的海蒙之子奥克绪洛斯,创建了这座古老的城市。
" §10.3.3τὴν μὲν οὖν συγγένειαν τὴν πρὸς ἀλλήλους τῶν τε Ἠλείων καὶ τῶν Αἰτωλῶν ὀρθῶς ἐπισημαίνεται διὰ τῶν ἐπιγραμμάτων, ἐξομολογουμένων ἀμφοῖν οὐ τὴν συγγένειαν μόνον ἀλλὰ καὶ τὸ ἀρχηγέτας ἀλλήλων εἶναι· διʼ οὗ καλῶς ἐξελέγχει ψευδομένους τοὺς φάσκοντας τῶν μὲν Αἰτωλῶν ἀποίκους εἶναι τοὺς Ἠλείους, μὴ μέντοι τῶν Ἠλείων τοὺς Αἰτωλούς.
” 因此,关于埃利斯人和埃托利亚人彼此之间的血缘关系,他通过碑文作出了正确的指出,因为双方不仅承认血缘关系,还承认互为对方的始祖;由此,他巧妙地驳斥了那些撒谎的人,即声称埃利斯人是埃托利亚人的殖民者、而埃托利亚人却不是埃利斯人的殖民者的人。
τὴν δʼ ἀνομολογίαν τῆς γραφῆς καὶ τῆς ἀποφάσεως φαίνεται τὴν αὐτὴν ἐπιδεδειγμένος κἀνταῦθα ἥνπερ ἐπὶ τοῦ μαντείου τοῦ ἐν Δελφοῖς παρεστήσαμεν.
然而,关于其叙述与断言之间的不一致,可以看出他在这里表现出了与我们在德尔斐神谕的例子中所指出的相同的不一致。
εἰπὼν γὰρ ἀπόρθητον ἐκ τοῦ μνημονευομένου χρόνου παντὸς τὴν Αἰτωλίαν, εἰπὼν δὲ καὶ ἐξ ἀρχῆς τὴν χώραν ταύτην τοὺς Κουρῆτας κατασχεῖν ὤφειλε μὲν τοῖς εἰρημένοις ἀκόλουθον τοῦτο φέρειν, ὅτι οἱ Κουρῆτες διέμειναν ἕως εἰς αὐτὸν κατέχοντες τὴν Αἰτωλίαν γῆν· οὕτω γὰρ ἔμελλεν ἀπόρθητός τε καὶ οὐδέποτε ὑπʼ ἄλλοις γεγονυῖα ὀρθῶς λεχθήσεσθαι· ὁ δʼ ἐκλαθόμενος τῆς ὑποσχέσεως οὐ τοῦτʼ ἐπιφέρει ἀλλὰ τοὐναντίον, ὡς ἀφικομένου ἐξ Ἤλιδος Αἰτωλοῦ καὶ τοῖς πολέμοις κρατοῦντος αὐτῶν οἱ Κουρῆτες ἀπῆλθον εἰς τὴν Ἀκαρνανίαν·
因为既然他说埃托利亚在所有可记忆的时期里都未被征服,又说起初是库雷特斯人占领了这片土地,他就应当在与这些说法相一致的情况下得出这样的结论:即库雷特斯人一直保持着对埃托利亚土地的占领,直到他自己的时代;因为只有这样,这片土地才能被正确地称为未被征服且从未臣服于他人;然而,他忘记了自己的前提,并没有得出这个结论,反而得出了相反的结论:当埃托洛斯从埃利斯到来并在战争中击败他们时,库雷特斯人离去前往阿卡纳尼亚。
τί οὖν ἄλλο πορθήσεως ἴδιον ἢ τῷ πολέμῳ κρατηθῆναι καὶ τὴν χώραν ἐκλιπεῖν;
那么,除了在战争中被击败并离开自己的土地之外,还有什么能成为被征服的特有特征呢?
τοῦτο δὲ καὶ τὸ ἐπίγραμμα μαρτυρεῖ τὸ παρὰ τοῖς Ἠλείοις·
而这一点也得到了埃利斯人那里的碑文的证实;因为埃托洛斯说道: “用长枪历尽艰辛获得了库雷提斯之地。
ὁ γὰρ Αἰτωλός φησί " κτήσατο Κουρῆτιν γῆν δορὶ πολλὰ καμών. "

词汇与语法注释

  1. 10.3.1τοὺς δὲ Κουρῆτας τῶν μὲν Ἀκαρνᾶσι τῶν δʼ Αἰτωλοῖς προσνεμόντων — προσνεμόντων 是一个独立属格(主语省略,指一般人),意为“在人们有人将库雷特斯人归于阿卡纳尼亚人、有人将其归于埃托利亚人的情况下”。
  2. 10.3.3ὤφειλε μὲν τοῖς εἰρημένοις ἀκόλουθον τοῦτο φέρειν — ὤφειλε 连用不定式(此处为 φέρειν)表示过去未实现的义务或理所当然,意为“(他)本应当得出这个(相一致的)结论”。
  3. 10.3.3ἔμελλεν ἀπόρθητός τε καὶ οὐδέποτε ὑπʼ ἄλλοις γεγονυῖα ὀρθῶς λεχθήσεσθαι — ἔμελλεν 连用将来时不定式 λεχθήσεσθαι 表示过去发生的必然、计划或理所当然的事,意为“(只有这样,这片土地)才注定能被正确地称为未被征服”。

引用这一段

斯特拉波, 地理学 §10.3.1-10.3.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:10.3.1-10.3.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。