§10.2.24εὐθὺς ἐπὶ τῆς Ἀκαρνανίας ὅτι μὲν αὐτὴν ὁ Λαέρτης καὶ οἱ Κεφαλλῆνες κατεκτήσαντο εἴρηται ἡμῖν, τίνων δὲ κατεχόντων πρότερον πολλοὶ μὲν εἰρήκασιν·
\nアカルナニアについて直接的に、ラエルテスとケファレネス人たちがそこを征服したことはすでに我々によって語られているが、以前には誰が占有していたかについては、多くの者が語ってきた。
οὐχ ὁμολογούμενα δὲ εἰπόντων ἐπιφανῆ δέ, ἀπολείπεταί τις λόγος ἡμῖν διαιτητικὸς περὶ αὐτῶν.
しかし彼らの言うところは合意されておらず、とはいえ著名であるため、それらについて調停的な議論が我々に残されている。
φασὶ γὰρ τοὺς Ταφίους τε καὶ Τηλεβόας λεγομένους οἰκεῖν τὴν Ἀκαρνανίαν πρότερον, καὶ τὸν ἡγεμόνα αὐτῶν Κέφαλον τὸν κατασταθέντα ὑπὸ Ἀμφιτρύωνος κύριον τῶν περὶ τὴν Τάφον νήσων κυριεῦσαι καὶ ταύτης τῆς χώρας·
すなわち、タフィオス人およびテレボアス人と呼ばれる者たちが、かつてアカルナニアに住んでいたと言われており、そして、アムピトリュオンによってタポス周辺の島々の支配者に据えられた彼らの指導者ケパロスが、この土地をも支配したと言われている。
ἐντεῦθεν δὲ καὶ τὸ ἀπὸ τοῦ Λευκάτα νομιζόμενον ἅλμα τούτῳ πρώτῳ προσμυθεύουσιν, ὡς προείρηται.
そしてここから、レウカタス岬からの習慣となっている飛び降りを、前述のように、この人物が最初に行ったと人々は神話的に付け加えている。
ὁ δὲ ποιητὴς ὅτι μὲν ἦρχον οἱ Τάφιοι τῶν Ἀκαρνάνων πρὶν ἢ τοὺς Κεφαλλῆνας καὶ τὸν Λαέρτην ἐπελθεῖν οὐ λέγει, διότι δʼ ἦσαν φίλοι τοῖς Ἰθακησίοις λέγει, ὥστʼ ἢ οὐδʼ ὅλως ἐπῆρξαν τῶν τόπων κατʼ αὐτόν, ἢ ἑκόντες παρεχώρησαν ἢ καὶ σύνοικοι ἐγένοντο.
しかし詩人は、ケファレネス人たちとラエルテスが到来する前にタフィオス人たちがアカルナニア人たちを支配していたとは言っていないが、彼らがイタカ人たちの友人であったと言っている。 したがって、彼によれば、彼らはその地域を全く支配しなかったか、あるいは自発的に譲り渡したか、あるいは共同で居住するようになったかのいずれかである。
φαίνονται δὲ καὶ ἐκ Λακεδαίμονός τινες ἐποικῆσαι τὴν Ἀκαρνανίαν, οἱ μετʼ Ἰκαρίου τοῦ Πηνελόπης πατρός·
また、ラケダイモンからアカルナニアへ移住してきた者たちもいるようであり、彼らはペネロペの父イカリオスとともに来た。
καὶ γὰρ τοῦτον καὶ τοὺς ἀδελφοὺς αὐτῆς ζῶντας παραδίδωσιν ὁ ποιητὴς κατὰ τὴν Ὀδύσσειαν
"
οἳ πατρὸς μὲν ἐς οἶκον ἀπερρίγασι νέεσθαι Ἰκαρίου, ὥς κʼ αὐτὸς ἐεδνώσαιτο θύγατρα.
実際、詩人は『オデュッセイア』において、この人物と彼女の兄弟たちが生きていると伝えている。 \n「彼らは父イカリオスの家へ戻ることを嫌がっている。 彼自身が娘の婚礼の品を調えればよいものを。
"
καὶ περὶ τῶν ἀδελφῶν
"
ἤδη γάρ ῥα πατήρ τε κασίγνητοί τε κέλονται Εὐρυμάχῳ γήμασθαι
"
οὔτε γὰρ ἐν Λακεδαίμονι πιθανὸν αὐτοὺς οἰκεῖν (οὐ γὰρ ἂν ὁ Τηλέμαχος παρὰ Μενελάῳ κατήγετο ἀφιγμένος ἐκεῖσε), οὔτʼ ἄλλην οἴκησιν παρειλήφαμεν αὐτῶν.
」\nまた、兄弟たちについてはこうある。 \n「すでに父も兄弟たちも、エウリュマコスと結婚するよう勧めている」\nなぜなら、彼らがラケダイモンに住んでいると考えるのは説得力がない(もしそこに住んでいたなら、テレマコスがそこに着いたとき、メネラオスのところに身を寄せることはなかっただろうから)。 また、我々は彼らの他の住処を知らされていない。
φασὶ δὲ Τυνδάρεων καὶ τὸν ἀδελφὸν αὐτοῦ τὸν Ἰκάριον ἐκπεσόντας ὑπὸ Ἱπποκόωντος τῆς οἰκείας ἐλθεῖν παρὰ Θέστιον τὸν τῶν Πλευρωνίων ἄρχοντα, καὶ συγκατακτήσασθαι τὴν πέραν τοῦ Ἀχελώου πολλὴν ἐπὶ μέρει·
人々が言うには、テュンダレオスとその兄弟イカリオスは、ヒッポコオンによって故郷から追放され、プレウロン人たちの支配者テスティオスのもとへ赴き、アケロオス川の対岸の多くの土地を、分け前を得る約束で共同で征服した。
τὸν μὲν οὖν Τυνδάρεων ἐπανελθεῖν οἴκαδε γήμαντα Λήδαν τὴν τοῦ Θεστίου θυγατέρα, τὸν δʼ Ἰκάριον ὑπομεῖναι τῆς Ἀκαρνανίας ἔχοντα μέρος, καὶ τεκνοποιήσασθαι τήν τε Πηνελόπην ἐκ Πολυκάστης τῆς Λυγαίου θυγατρὸς καὶ τοὺς ἀδελφοὺς αὐτῆς.
そこで、テュンダレオスはテスティオスの娘レダを娶って故郷へ戻ったが、イカリオスはアカルナニアの一部を領有してその場に留まり、リュガイオスの娘ポリュカステとの間にペネロペとその兄弟たちをもうけた。
ἡμεῖς μὲν οὖν ἀπεδείξαμεν ἐν τῷ καταλόγῳ τῶν νεῶν καὶ τοὺς Ἀκαρνᾶνας καταριθμουμένους καὶ μετασχόντας τῆς ἐπὶ Ἴλιον στρατείας, ἐν οἷς κατωνομάζοντο οἵ τε τὴν ἀκτὴν οἰκοῦντες καὶ ἔτι
"
οἵ τʼ ἤπειρον ἔχον ἠδʼ ἀντιπέραιʼ ἐνέμοντο.
さて、我々は『船の目録』において、アカルナニア人たちも数え上げられ、イリオンへの遠征に参加していたことを示した。 その中では、沿岸に住む者たち、さらには\n「本土を領有し、対岸を放牧地としていた者たち」\nと名指されていた。
"
οὔτε δʼ ἡ ἤπειρος Ἀκαρνανία ὠνομάζετό πω οὔθʼ ἡ ἀκτὴ Λευκάς.
しかし、当時はまだその本土はアカルナニアと呼ばれておらず、沿岸もレウカスとは呼ばれていなかった。
§10.2.25Ἔφορος δʼ οὔ φησι συστρατεῦσαι·
\n\nしかしエポロスは、彼らがともに遠征しなかったと言う。
Ἀλκμέωνα γὰρ τὸν Ἀμφιάρεω στρατεύσαντα μετὰ Διομήδους καὶ τῶν ἄλλων Ἐπιγόνων καὶ κατορθώσαντα τὸν πρὸς Θηβαίους πόλεμον συνελθεῖν Διομήδει καὶ τιμωρήσασθαι μετʼ αὐτοῦ τοὺς Οἰνέως ἐχθρούς, παραδόντα δʼ ἐκείνοις τὴν Αἰτωλίαν αὐτὸν εἰς τὴν Ἀκαρνανίαν παρελθεῖν καὶ ταύτην καταστρέφεσθαι.
すなわち、アムピアラオスの息子アルクマイオンは、ディオメデスや他のエピゴノイたちとともに遠征し、テーバイ人との戦争を成功裏に終えた後、ディオメデスと合流し、彼とともにオイネウスの敵たちに復讐を果たしたが、アイトリアを彼らに引き渡した上で、自身はアカルナニアへと赴き、ここを征服した。
Ἀγαμέμνονα δʼ ἐν τούτῳ τοῖς Ἀργείοις ἐπιθέμενον κρατῆσαι ῥᾳδίως, τῶν πλείστων τοῖς περὶ Διομήδη συνακολουθησάντων.
この間に、アガメムノンがアルゴス人たちを襲撃し、彼らを容易に支配下に置いた。 というのも、大部分の者がディオメデスの一行に従って去っていたからである。
μικρὸν δʼ ὕστερον ἐπιπεσούσης τῆς ἐπʼ Ἴλιον ἐξόδου, δείσαντα μὴ ἀπόντος αὐτοῦ κατὰ τὴν στρατείαν ἐπανελθόντες οἴκαδε οἱ περὶ τὸν Διομήδη (καὶ γὰρ ἀκούεσθαι μεγάλην περὶ αὐτὸν συνεστραμμένην δύναμιν) κατάσχοιεν τὴν μάλιστα προσήκουσαν αὐτοῖς ἀρχήν (τὸν μὲν γὰρ Ἀδράστου τὸν δὲ τοῦ πατρὸς εἶναι κληρονόμον), ταῦτα δὴ διανοηθέντα καλεῖν αὐτοὺς ἐπί τε τὴν τοῦ Ἄργους ἀπόληψιν καὶ τὴν κοινωνίαν τοῦ πολέμου·
それから間もなくして、イリオンへの遠征が持ち上がったとき、アガメムノンは、自分が遠征で不在の間にディオメデスの一行が帰国し(実際、彼の周囲には強大な軍勢が集結していると噂されていた)、彼らに最もふさわしい支配権(一方はアドラストスの、他方は実父の相続人であったからである)を奪取することを恐れた。 まさにこのように考えた彼は、彼らをアルゴスの受け取りと戦争への共同参画へと招いた。
τὸν μὲν οὖν Διομήδη πεισθέντα μετασχεῖν τῆς στρατείας, τὸν δὲ Ἀλκμέωνα ἀγανακτοῦντα μὴ φροντίσαι·
そこでディオメデスは説得されて遠征に参加したが、アルクマイオンは憤慨してこれに耳を貸さなかった。
διὰ δὲ τοῦτο μηδὲ κοινωνῆσαι τῆς στρατείας μόνους τοὺς Ἀκαρνᾶνας τοῖς Ἕλλησι·
そしてこのために、ギリシア人たちのうちアカルナニア人たちだけが遠征に参加しなかった。
τούτοις δʼ, ὡς εἰκός, τοῖς λόγοις ἐπακολουθήσαντες οἱ Ἀκαρνᾶνες σοφίσασθαι λέγονται Ῥωμαίους καὶ τὴν αὐτονομίαν παρʼ αὐτῶν ἐξανύσασθαι, λέγοντες ὡς οὐ μετάσχοιεν μόνοι τῆς ἐπὶ τοὺς προγόνους τοὺς ἐκείνων στρατείας·
アカルナニア人たちは、当然ながらこれらの話に便乗して、ローマ人たちを言い抜け、彼らから自治を獲得したと言われている。 すなわち、自分たちだけがローマ人の祖先に対する遠征に参加しなかった、と言い張ったのである。
οὔτε γὰρ ἐν τῷ Αἰτωλικῷ καταλόγῳ φράζοιντο οὔτε ἰδίᾳ· οὐδὲ γὰρ ὅλως τοὔνομα τοῦτʼ ἐμφέροιτο ἐν τοῖς ἔπεσιν.
なぜなら、彼らはアイトリアの目録の中にも個別の名としても語られておらず、実際、その名前自体が叙事詩に全く現れないからである。
§10.2.26ὁ μὲν οὖν Ἔφορος πρὸ τῶν Τρωικῶν ἤδη τὴν Ἀκαρνανίαν ὑπὸ τῷ Ἀλκμέωνι ποιήσας, τό τε Ἄργος τὸ Ἀμφιλοχικὸν ἐκείνου κτίσμα ἀποφαίνει, καὶ τὴν Ἀκαρνανίαν ὠνομάσθαι φησὶν ἀπὸ τοῦ παιδὸς αὐτοῦ Ἀκαρνᾶνος, Ἀμφιλόχους δὲ ἀπὸ τοῦ ἀδελφοῦ Ἀμφιλόχου·
\n\nこのようにエポロスは、トロイア戦争以前にすでにアカルナニアをアルクマイオンの支配下に置いた上で、アムピロキア地方のアルゴスを彼の創建したものとし、アカルナニアはその息子アカルナンの名から、アムピロコイ人はその兄弟アムピロコスの名から名付けられたと述べている。
ὥστε ἐκπίπτει εἰς τὰ παρὰ τὴν ὁμηρικὴν ἱστορίαν λεγόμενα.
したがって、彼はホメロスの歴史記述に反する言説に陥っている。
Θουκυδίδης δὲ καὶ ἄλλοι τὸν Ἀμφίλοχον ἀπὸ τῆς στρατείας τῆς Τρωικῆς ἐπανιόντα, οὐκ ἀρεσκόμενον τοῖς ἐν Ἄργει, ταύτην οἰκῆσαί φασι τὴν χώραν, οἱ μὲν κατὰ διαδοχὴν ἥκοντα τῆς τοῦ ἀδελφοῦ δυναστείας, οἱ δʼ ἄλλως.
しかし、トゥキュディデスや他の人々は、アムピロコスがトロイア遠征から帰還した際、アルゴスの状況に不満を抱き、この土地に住み着いたと言っている。 ある人々は、彼が兄弟の支配権を相続するために来たと言い、他の人々は別の理由からだと言っている。
καὶ ἰδίᾳ μὲν περὶ Ἀκαρνάνων ταῦτα λέγοιτʼ ἄν, κοινῇ δʼ ὅσα καὶ τοῖς Αἰτωλικοῖς ἐπιπλέκεται νῦν ἐροῦμεν, τὰ Αἰτωλικὰ λέγοντες ἐφεξῆς ὅσα προσλαβεῖν τοῖς εἰρημένοις ἔγνωμεν.
アカルナニア人個人についてはこれらのことが語られうるだろうが、次にアイトリアの事柄とも絡み合っている共通の事柄について、我々がこれまでに述べたことに付け加えるべきと判断したアイトリア関連の事柄を順次述べながら、今から語ることにしよう。